κυβερνήσασα». τὸ αὐτὸ δέ μοι δοκεῖ παριστάνειν καὶ ὁ Σοδόμων ἐξαφανισμὸς καὶ τῆς γῆς αὐτῶν, ὧν «ἔτι μαρτύριον τῆς πονηρίας καπνιζομένη καθέστηκε 20.4.28 «χέρσος, καὶ ἀτελέσιν ὥραις καρποφοροῦντα φυτά». καὶ ἀγαθοῦ γε θεοῦ ἔργον ἦν Σοδόμων ἐξαφανίσαι τὴν γῆν καὶ πᾶν ὅπερ ὑπελεί πετο νοτίδος ξηρᾶναι ἀπ' αὐτῆς, ἵνα μηκέτι γίνηται ἄμπελος Σο δόμων, μηδὲ κληματὶς Γομόρρας, μηδὲ σταφυλὴ χολῆς, μηδὲ βότρυς πικρίας, μηδὲ οἶνος, θυμὸς δρακόντων καὶ θυμὸς ἀσπίδων ἀνίατος. 20.4.29 τὸ δ' ὅμοιον ἐρεῖς καὶ περὶ τῶν Αἰγυπτίων, περὶ ὧν εἴρηται· «Ἀπέκτεινεν ἐν χαλάζῃ <τὴν> ἄμπελον αὐτῶν, καὶ τὰς συκαμίνους «αὐτῶν ἐν τῇ πάχνῃ»· ἀγαθοῦ γὰρ θεοῦ ἀποκτείνειν ἀμπέλους 20.4.30 Αἰγυπτίων καὶ συκαμίνους τῶν ἀσεβῶν. ταῦτα προκείμενα τῇ ἐξε τάσει τοῦ περὶ σπερμάτων λόγου Ἀβραὰμ ἤ τινος τῶν δικαίων ἡμῖν εἴρηται, ὑπὲρ τοῦ φανῆναι πῶς καὶ τίνα τρόπον εἴρηται τοῖς αὐτοῖς ὑπὸ τοῦ σωτῆρος τὸ «Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε» καὶ τὸ «Εἰ 20.4.31 «τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε». περὶ μέντοι γε τέκνων Ἀβραὰμ τὰ ἔργα τοῦ Ἀβραὰμ ποιούντων, θεοῦ διδόντος, εὐκαιρότερον ἐροῦμεν, φθάσαντες ἐπὶ τὴν βάσανον ἐκείνης τῆς λέξεως. 20.5.32 Ἔξεστι τοίνυν σπέρμα τοῦ Ἀβραὰμ τυγχάνοντα γενέσθαι αὐτοῦ δι' ἐπιμελείας καὶ τέκνον, δυνατὸν δὲ καὶ ἐξ ἀμελείας καὶ ἀγεωργησίας ἀπολέσαι καὶ τὸ εἶναι αὐτοῦ σπέρμα. οὗτοι μέντοι γε ἔτι ἐλπίδων ἦσαν πρὸς οὓς ὁ λόγος, εἰδότος τοῦ Ἰησοῦ ὅτι σπέρμα ἔτι ἦσαν τοῦ Ἀβραὰμ καὶ θεωροῦντος ὅτι οὐδέπω ἀπολωλέκεισαν τὸ δύνασθαι γενέσθαι τέκνα τοῦ Ἀβραάμ· ὡς γὰρ δυνατοῦ ὄντος τοῦ αὐτοὺς γενέσθαι τέκνα τοῦ Ἀβραὰμ πρὸς τῷ εἶναι· αὐτοὺς σπέρμα, φησὶν αὐτοῖς· «Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ 20.5.33 «Ἀβραὰμ ποιεῖτε». ὡς δέ εἰσίν τινες σπέρμα τοῦ Ἀβραάμ, οὕτως ἄλλοι, ὡς ὁ ∆ανιήλ φησι, «Σπέρμα Χαναὰν καὶ οὐκ Ἰούδα», καὶ 20.5.34 ἄλλοι, ὡς ἡ Σοφία <φησίν·> «Σπέρμα κατηραμένον ἀπ' ἀρχῆς». καὶ εἰς ταῦτα δὲ φήσομεν ὅτι ὥσπερ κατὰ τὰ σωματικὰ ἀπὸ πολλῶν σπερμάτων προκύπτει μᾶλλον ἐνεργῆσαι δυνηθὲν ἔσθ' ὅτε ἓν τῶν σπερμάτων, οὕτως ἔστιν ἰδεῖν καὶ ἐπὶ τῶν πνευματικῶν σπερμάτων. 20.5.35 ὃ δὲ λέγω ἔσται σαφὲς ἐκ τῶν λεχθησομένων· ἐπεὶ γὰρ ἔχει ἐν 20.5.35 ἑαυτῷ προγονικούς τε καὶ συγγενικοὺς λόγους ὁ σπείρων, ὁτὲ μὲν κρατεῖ ὁ αὐτοῦ λόγος, καὶ ἀποτίκτεται τὸ γεννώμενον τῷ σπείραντι ὅμοιον, ὁτὲ δὲ ὁ λόγος τοῦ ἀδελφοῦ τοῦ σπείραντος, ἢ τοῦ πατρὸς τοῦ σπείραντος, ἢ τοῦ θείου τοῦ σπείραντος, ἐνίοτε καὶ πάππου τοῦ σπείραντος· παρ' ὃ γίνονται οἱ ἀποτικτόμενοι ὅμοιοι τοῖσδε ἢ 20.5.36 τοῖσδε. ἔστιν δὲ ἰδεῖν ἐπικρατοῦντα καὶ τὸν λόγον τῆς γυναικὸς ἢ τοῦ πατρὸς τῆς γυναικὸς ἢ τοῦ ἀδελφοῦ αὐτῆς ἢ τοῦ πάππου αὐτῆς, κατὰ τοὺς ἐν ταῖς μίξεσι βρασμοὺς ἅμα πάντων σειομένων, 20.5.37 ἕως <ἂν> ἐπικρατήσῃ τις τῶν σπερματικῶν λόγων. ταῦτα δὴ μεταγέσθω ἐπὶ τὴν πεπληρωμένην ψυχὴν νοητῶν σπερμάτων, ἐληλυθότων ἀπό τινων ὀνομαζομένων πατέρων αὐτῆς, καὶ [τὸ] παρὰ τὸ πολυκίνητον ἢ εὐκίνητον τοῦ ἡγεμονικοῦ καὶ τὴν ἐπὶ τοιάσδε φαντασίας ἐπί στασιν προκυπτέτωσαν οἱονεὶ σπερματικοί τινες τῶν πατέρων λόγοι· ὧν γεωργουμένων ἔσται τις τέκνον ὅδε μὲν τοῦ Ἀβραάμ, δῆλον δ' ὅτι ὁ αὐτὸς ὢν καὶ τοῦ Νῶε, ἄλλος δὲ τοῦ Νῶε, οὐχ ὥστε δὲ εἶναι καὶ τοῦ Ἀβραάμ, καὶ ἄλλος τοῦ Χαναάν, καὶ ἄλλος τινὸς τῶν δι 20.5.38 καίων ἢ τῶν ἀδίκων. πλὴν οὐ μετὰ ὁμοίων καὶ τῶν αὐτῶν ἐληλύ θαμεν πάντες σπερμάτων, ἀλλ' οὐδὲ ἐλήλυθέν τις κενὸς σωτηρίων καὶ ἁγίων σπερμάτων· εἰ μὴ ἄρα δυσωπήσαι τις ἡμᾶς, καὶ εἰς τοῦτο ἅμα παρατιθέμενος τὴν ἀπὸ τοῦ θεοῦ βοήθειαν οὐκ ἀπογινώσκουσαν καὶ τοὺς κακίστους καὶ χωρὶς ἀρίστων σπερμάτων εἰσεληλυθότας εἰς τὸν βίον, καὶ δυσωπήσαι ἀπὸ τοῦ «∆ύναται ὁ θεὸς ἐκ τῶν λίθων «τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ». 20.5.39 Τὰ δὲ εἰρημένα πάντα περὶ σπέρματος Ἀβραὰμ καὶ τῶν ἀνά λογον τούτῳ ἐχόντων εὐλόγως ἂν παραδεξαίμεθα, εἴπερ παρεδεξά μεθα οὐ κατὰ τὸ σωματικὸν εἰρῆσθαι τὸ «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς «τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραὴλ» καὶ τὸ «Οὐδὲ ἐν τῷ «Ἰσραὴλ τοσαύτην πίστιν εὗρον», καὶ ὅσα τούτοις