εἰρημένῳ, ἐὰν πνεῦμα τοῦ ἐξουιά ζοντο ἀναβῇ ἐπί ε τόπον ου μὴ ἀφῇ, ὅτι ἴαμα καταπαύει ἁμαρτία μεγάλα. τόπον δὲ δίδομεν τῷ διαβόλῳ ἢ τῷ ἐξουιάζοντι πνεύματι ἀναβάντι ἐφ' ἡμᾶς, ὅτε οὐ πεπλήρωται ἡμῶν τὸ ἡγεμονικὸν ἁγίων μαθημάτων ἢ τῆς σωτηρίου πίστεως καὶ λογισμῶν διαφερόντων καὶ συμβουλευόντων ἡμῖν τὰ ἄριστα· κατὰ γὰρ τὸν πατέρα Ἰωάννου Ζαχαρίαν ἐπὶ τὰ κλίματα τῆ ψυχῆ ἐπικηνοῖ ὁ Σατανᾶ, καὶ αἱ τοιαίδε συγκαταθέσεις τοῖς χείροσι καὶ ῥοπαὶ ἐπὶ τὰς συγκαταθέσεις προκαλοῦνται τὸν διάβολον εἰσελθεῖν ἡμῶν εἰς τὰς ψυχάς. καὶ ἐπὶ τοῦ Ἰούδα γοῦν γέγραπται τοῦ προδότου, πρότερον μὲν τοῦ διαβόλου ἤδη βεβληκότο εἰ τὴν καρδίαν ἵνα παραδῷ αὐτὸν Ἰούδα Σίμωνο Ἰκαριώτη, μετὰ δὲ ταῦτα ὅτι μετὰ τὸ ψωμίον εἰῆλθεν εἰ ἐκεῖνον ὁ Σατανᾶ· ὡς εἰ, βεβληκότο τοῦ διαβόλου εἰ τὴν καρδίαν Ἰούδα ἵνα παραδῷ τὸν Κύριον, πρὸς τὸ βληθὲν στὰς ὁ Ἰούδας ἦν, οὐκ ἂν ὕστερον εὑρήκει τόπον εἰς αὐτὸν εἰελθεῖν ὁ Σατανᾶ. [ iv 28] ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ καὶ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς χερσίν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. ἐπείπερ ἐν ταῖς τοῦ βίου πραγματείαις ἀναστρεφόμενοι προφάσει τοῦ πορισμοῦ τῶν ἐπιτηδείων καὶ πολλοὶ τῶν πεπιστευκέναι νομιζομένων, κἂν δοκῶσι καθαρεύειν ἀπὸ εἰδωλολατρείας καὶ πάσης πορνείας, οὐκ εὐκόλως ἀφίστανται τοῦ κλέπτειν ἐν τῷ ὠνεῖσθαι καὶ πιπράσκειν καὶ συμπραγμα τεύεσθαί τισι, διὰ τοῦτο οὐκ ὤκνησεν, ὡς ἔτι κλεπτόντων (καὶ ταῦτα ἐν Ἐφέσῳ) τινῶν, οἱονεὶ ἐλέγξαι ὡς εἰδὼς τοὺς τοιούτους· τὸν δὲ δίκαιον πορισμὸν δηλοῖ αὐτὸ τὸ ἐργαζόμενος τὸ ἀγαθόν, τῶν μὲν ἀδίκως ποριζόντων οὐ τὸ ἀγαθὸν ἀλλὰ τὸ πονηρὸν ἐργαζομένων, τῶν δὲ μετ' εὐλαβείας περιποιούντων αὐτοῖς τὰ ἀναγκαῖα καὶ ἐν τούτῳ τὸ ἀγαθὸν ἐργαζομένων. 21 Eph. iv29 [πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω ἀλλ' εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας ἵνα δῷ χάριν τοῖς ἀκούουσιν.] [Ὠριγένης φησίν] ἀγαθὸς λόγος ἐστὶ πρὸς οἰκοδομὴν τῆς χρείας διδοὺς χάριν τοῖς ἀκούουσιν ὁ διδασκαλικὸς καὶ ἐπ' ἀρετὴν μὲν προτρεπτικὸς κακίας δὲ ἀποστερητικός· σαπρὸς δέ, ὁ συναύξων τὴν κακίαν καὶ ἐρεθίζων ἐπὶ τὰ χείρονα. [ iv 30] καὶ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. εἴπερ ἡ λύπη πάθος ἐστί, καὶ καλῶς ἀποδίδοται περὶ αὐτῆς ὅτι ἐστὶ «δόξα πρόσφατος κακοῦ παρουσίας ἐφ' ᾧ καθήκει συστέλλεσθαι,» οὔτε δὲ δοξάζει τὸ ἅγιον πνεῦμα οὔτε (ἵνα δοθῇ δοξάζειν) δοξάζει τὸ κακὸν αὐτῷ παρεῖναι, οὐ λυπήσεται τὸ ἅγιον πνεῦμα. μήποτ' οὖν, τὸ ὅσον ἐφ' ἡμῖν, τάδε πράττοντες λυποῦμεν τὸ ἅγιον πνεῦμα τοῦ Θεοῦ; καὶ ὁ Κύριος δέ φησιν ἐν τῷ Ἰεζεκιήλ καὶ ἐν πᾶι τούτοι ἐλύπε ἐμέ. τὰ δὲ πολλάκις ἡμῖν εἰρημένα περὶ ὀργῆς καὶ θυμοῦ ὕπνου τε καὶ τῶν ἀνθρωποπαθῶν φωνῶν χρήσιμα καὶ εἰς τὸν λόγον τὸν περὶ τοῦ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ. ἐσφραγίσθημεν δὲ τῷ ἁγίῳ πνεύματι, ἵνα τὸν τύπον τοῦ ἁγίου πνεύματος δεξάμενοι, ἀμερίστου μείναντος τοῦ σφραγίσαντος, τοὺς τύπους λαβόντες τοῦ ἁγίου πνεύματος ἅγιοι γενώμεθα, καὶ τὸ πνεῦμα τοῦ ἀνθρώπου καθ' ἕκαστον ἡμῶν τὸ ἐν ἡμῖν ἅγιον γένηται, οἶμαι δὲ ὅτι καὶ ἡ ψυχή. τῷ πνεύματι μὲν οὖν τῷ ἁγίῳ ὁ σφραγιζόμενος σφραγίζεται, ὁ δὲ Θεός ἐστιν ὁ σφραγίζων. σφραγίζεται δὲ ὑπὸ τοῦ πατρὸς τῷ ἁγίῳ πνεύματι πᾶς ὁ ἐκ τοῦ πιστεύειν τῷ Θεῷ φραγία ὅτι ἀληθή ἐτιν ὁ Θεό· καὶ σφραγίζεται ἵνα τηρήσας τὴν σφραγῖδα καὶ δείξας αὐτὴν ἐν ἡμέρᾳ ἀπολυτρώσεως ἄθραυστον τοῖς ἀπολυτρουμένοις συναριθμηθῇ. 22 Eph. iv31 πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν σὺν πάσῃ κακίᾳ. [Ὠριγένης φησίν] γενικὸν μέν τινες πάθος ᾠήθησαν εἶναι τὴν ὀργήν, καὶ αὐτὴν τάξαντες ὑπὸ γένος τὴν ἐπιθυμίαν· καὶ ὅρον γε ἀποδεδώκασι τῆς ὀργῆς τοιοῦτον «ὀργή ἐστιν ἐπιθυμία τιμωρίας τοῦ δοκοῦντος οὐ προσηκόντως ἠδικηκέναι.» εἴδη δὲ πολλὰ τῆς ὀργῆς ἀναγράψαντες, συγκατατάττουσιν αὐτοῖς τὴν πικρίαν μὲν εἶναι ὀργὴν δυσπαράδεκτον ἢ παραχρῆμα ἐκρηγνυμένην (εἰλῆφθαι δέ φασι τὸ δυσπαράδεκτον