προφήταις, ἐπ' ἐσχά «του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν
ῥητέον, ἀφ' ἧς ὁ Ἰακὼβ ἅμα τοῖς υἱοῖς πνευματικῶς ἔπινεν, πινόντων ἀπ' αὐτοῦ καὶ
Ἰωάννης. οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ «περὶ τοῦ φωτός».〛 εἰ γὰρ καὶ οἱ πρὸ τοῦ Ἰωάννου προφῆται ἐκ τῆς γῆς ἐλάλουν, πῶς περὶ Χριστοῦ μαρτυροῦσιν; ὡς περὶ τῶν γραφῶν αὐτῶν ὁ σωτὴρ εἶπεν· «Αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ «ἐμοῦ». 50 Πῶς γὰρ οὐκ ἔμελλεν ἀγαπᾶν ὁ πᾶσαν κακίαν μισῶν θεός, περὶ οὗ γέγραπται· «Ἐγὼ θεὸς ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα «ἐξ ἀδικίας»; μισεῖ δὲ ὁ θεὸς τὰ εἴδη τῆς κακίας, ἐφ' οἷς ὁ ἁμαρ τωλὸς χαίρει. ἀγαπᾷ τοίνυν τὸν υἱὸν ὡς τῆς ἀρετῆς παρεκτικόν, ἀφανιστικὸν δὲ τῆς κακίας καὶ φθαρτικόν· διὸ εἴρηται· «Ὁ πατὴρ «ἀγαπᾷ τὸν υἱόν», ἀγαπώμενος ὑπὸ τοῦ υἱοῦ, τοῦ ἀγαπᾶν πάλιν ἀνθρωπινώτερον ἀκουομένου, οὐ μὴν νοουμένου. εἰ γὰρ δικαιοσύνην ἀγαπῶν ὁ θεὸς οὐχ οὕτως αὐτὴν ἀγαπᾷ ὡς ὁ δίκαιος ἄνθρωπος, ἐπὶ τῷ ἔχειν αὐτὴν ἐν ἑαυτῷ καὶ πεποιῶσθαι κατ' αὐτήν, οὕτω τὸν υἱὸν λόγον ὄντα ἀλήθειάν τε καὶ σοφίαν καὶ ἁγιασμὸν ποθεῖ. δυνατὸν δὲ παραστατικὸν οἰκειότητος τοῦ πατρὸς πρὸς τὸν υἱὸν εἶναι τὸ ῥῆμα. νόμος γὰρ φυσικὸς τοῖς γεννῶσιν ἀγαπᾶν τὰ γεννώ μενα. καὶ ὥσπερ ἐπὶ τῶν ἀνθρώπων φυσικὴ μὲν διάθεσις ἡ πρὸς τὰ τέκνα, ἄλλως δέ πως γινομένη πρὸς τὰ ἑτέρως ἀγαπώμενα, οὕτω καὶ ὁ θεὸς ἀγαπῶν μὲν τὸν κόσμον ᾗ ὁ θεός, τὸν δὲ υἱὸν ᾗ ὁ πατήρ. διὸ οὐκ εἴρηται «Ὁ θεός», ἀλλ' «Ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, «καὶ τὰ πάντα δίδωσιν ἐν τῇ χειρὶ αὐτοῦ». τοῦτο δὲ πιστῶς καὶ φρονίμως ἐκλαβεῖν δεῖ. εἰ γὰρ «πάντα δι' αὐτοῦ ἐγένετο», ὑπὸ χεῖρα αὐτοῦ τὰ πάντα τυγχάνει κατὰ τὸν τῆς δημιουργίας καὶ προ νοίας λόγον· ἀλλ' ἀπεφοίτησε ταῦτα δι' ἁμαρτίας ἔξω τῆς σκε πούσης αὐτὰ χειρὸς γενέσθαι. ὑπὲρ οὖν τῆς αὐτῶν σωτηρίας δίδωσιν αὐτὰ ὁ πατὴρ ἐν τῇ χειρὶ τοῦ υἱοῦ, οὐ τῷ υἱῷ προσθήκην χαριζό μενος ἀλλ' αὐτοῖς βελτίωσιν. ὡς διδασκάλῳ γὰρ καὶ ἰατρῷ δίδωσιν, ἵν' ἀγνοίας καὶ νόσου, τουτέστι κακίας, ἐκτὸς αὐτὰ ποιήσας ἔχῃ αὐτὰ σκεπαζόμενα καὶ βασιλευόμενα ὑπ' αὐτοῦ, ἤδη αὐτὰ ἔχων ὑπὸ τὴν δραστήριον καὶ προνοητικὴν αὐτοῦ χεῖρα. δείκνυσι δὲ τὴν ἀλή θειαν τούτου τοῦ νοήματος τὸ ἐπιφερόμενον· «Ὁ πιστεύων † τῷ «υἱῷ ἔχει ζωὴν αἰώνιον». εἰ γὰρ ζωὴν αἰώνιον ἔχει ὁ πιστεύων τῷ υἱῷ, δοθεὶς ἐν τῇ χειρὶ αὐτοῦ, ὑπὲρ τῆς ἰδίας σωτηρίας καὶ βελ τιώσεως δίδοται, ἀλλ' οὐκ ἐπὶ τῷ πλέον τι ἔχειν τὸν υἱόν. πότε δὲ πληροῦται τὸ δεδόσθαι πάντα ἐν τῇ χειρὶ τοῦ υἱοῦ ἢ ὅτε αὐτῷ πᾶν γόνυ κάμψει
ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων; 51 〚Πολλαχοῦ τῶν γραφῶν〛 αἱ κατὰ τῶν φαύλων τιμωρίαι ὀργὴ λέγονται θεοῦ· ὡς τὸ λεχθὲν περὶ τῶν Αἰγυπτίων ὑπὸ Μωϋσέως· «Ἐξαπέστειλας τὴν ὀργήν σου, καὶ κατέφαγεν αὐτὸς ὡσεὶ καλάμην».
〚καὶ Παῦλος περὶ τῶν Ἰουδαίων γράφει· «Ἔφθασεν δὲ αὐτοὺς ἡ «ὀργὴ εἰς τέλος», ὀργὴν λέγων τὰς ἐπελθούσας ἐπ' αὐτοὺς θεηλά τους τιμωρίας. ἀλλὰ καὶ πρὸς τὸν καταφρονοῦντα τῆς χρηστότητος καὶ μακροθυμίας φησί· «Κατὰ δὲ τὴν σκληρότητά
σου καὶ ἀμετα «νόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς».〛 οὐ γὰρ νομιστέον πάθος εἶναι θεοῦ τὴν ὀνομαζομένην αὐτοῦ ὀργήν. πῶς γὰρ δυνατὸν πάθος εἶναι περὶ τὸν ἀπαθῆ; ἀλλ' ἐπεὶ μὴ πάσχει θεὸς ἀναλλοίωτος ὤν, ἑρμηνευτέον τὴν λεγομένην αὐτοῦ ὀργὴν καθ' ἃ εἴρηται. 52 Ἐπεὶ σῶμα κατ' ἀλήθειαν ἔσχεν συμπληρούμενον ἐξ ὧν καὶ πάντα τὰ ἀνθρώπινα σώματα, ἀναγκαίως ὑπόκειται καὶ τὸ αὐτοῦ σῶμα τοῖς κοινοῖς πάθεσιν· οὐ τρώσεσι μόνον καὶ τοῖς παραπλησίοις λέγω,
ἀλλὰ καὶ τοῖς ἐπιγενομένοις ἐκ σφοδροτάτης 〚καὶ συνεχοῦς〛 κινήσεως καμάτοις. τῷ γὰρ μεσημβρινῷ καιρῷ, ἐν ᾧ ὁ ἥλιος καθά πτεται, ὁδὸν ἀνύσας πλείονα κάματον ἀνεδέξατο, ἀναλωθείσης τῆς ὑγρότητος τοῦ σώματος αὐτοῦ ὑπὸ τοῦ φλογμοῦ τοῦ καύσωνος. ἕκτη γὰρ ὥρα τῆς ἡμέρας ἦν. τοῦτον τὸν κάματον διαναπαῦσαι θελήσας ἐπὶ τῇ οὔσῃ πηγῇ ἐν τῷ προειρημένῳ χωρίῳ τοῦ Ἰωσὴφ ἐκαθέσθη· ἅμα προνοούμενος ὠφελείας τῆς μελλούσης ἐπὶ τῷ ἀν τλῆσαι ὕδωρ ἐκ τῆς πηγῆς