ἐτίν. ἐκ τοῦ εʹ τόμου τῶν εἰ τὸ κατὰ Ἰωάννην, εἰ τὸ προοίμιον. Ἐπεὶ μὴ ἀρκούμενος τὸ παρὸν ἀνειληφέναι πρὸς ἡμᾶς ἔργον τῶν τοῦ θεοῦ ἐργοδιωκτῶν, καὶ ἀπόντας τὰ πολλά σοι σχολάζειν καὶ τῷ πρὸς σὲ καθήκοντι ἀξιοῖς, ἐγὼ ἐκκλίνων τὸν κάματον, καὶ περιϊστάμενος τὸν παρὰ θεοῦ τῶν ἐπὶ τὸ γράφειν εἰς τὰ θεῖα ἑαυτοὺς ἐπιδεδωκότων κίνδυνον, συναγορεύσαιμι ἂν ἐμαυτῷ ἀπὸ τῆς γραφῆς παραιτούμενος τὸ πολλὰ ποιεῖν βιβλία. φησὶ γὰρ ἐν τῷ Ἐκκλησιαστῇ Σολομῶν· Υἱέ μου, φύλαξαι τοῦ ποιῆσαι βιβλία πολλά· οὐκ ἔστι περασμὸς, καὶ μελέτη πολλὴ κόπωσις σαρκός. ἡμεῖς γὰρ, εἰ μὴ ἔχοι νοῦν τινα κεκρυμμένον καὶ ἔτι ἡμῖν ἀσαφῆ ἡ προκειμένη λέξις, ἄντικρυς παραβεβήκαμεν τὴν ἐντολὴν μὴ φυλαξάμενοι ποιῆσαι βιβλία πολλά. 5.2n Εἶτα εἰπὼν ὡ εἰ ὀλίγα τοῦ εὐαγγελίου ῥητὰ τέαρε αὐτῷ διηνύθηαν τόμοι ἐπιφέρει· Ὅσον γὰρ ἐπὶ τῇ λέξει δύο σημαίνεται ἐκ τοῦ· Υἱέ μου, φύλαξαι τοῦ ποιῆσαι βιβλία πολλά· ἓν μὲν ὅτι οὐ δεῖ κεκτῆσθαι βιβλία πολλὰ, ἕτερον δὲ ὅτι οὐ δεῖ συντάξαι βιβλία πολλά· καὶ εἰ μὴ τὸ πρῶτον, πάντως τὸ δεύτερον· εἰ δὲ τὸ δεύτερον, οὐ πάντως τὸ πρότερον. πλὴν ἑκατέρω θεν δόξομεν μανθάνειν, μὴ δεῖν ποιεῖν βιβλία πλείονα. ἠδυνάμην δὲ πρὸς τὸ νῦν ἡμῖν ὑποπεπτωκὸς ἱστάμενος ἐπιστεῖλαί σοι ὡς ἀπολογίαν τὸ ῥητὸν, καὶ, κατασκευάσας τὸ πρᾶγμα ἐκ τοῦ μηδὲ τοὺς ἁγίους πολλῶν βιβλίων συντάξεσιν ἐσχολακέναι, παύσασθαι πρὸς τὸ ἑξῆς τοῦ κατὰ τὰς συνθήκας, ἃς ἐποιησάμεθα πρὸς ἀλλήλους, ὑπα γορεύειν τὰ διαπεμφθησόμενά σοι· καὶ τάχα σὺ πληγεὶς ὑπὸ τῆς λέξεως πρὸς τὸ ἑξῆς ἂν ἡμῖν συνεχώρησας. ἀλλ' ἐπεὶ τὴν γραφὴν εὐσυνειδήτως ἐξετάζειν δεῖ, μὴ προπετῶς ἑαυτῷ καταχαριζόμενον τὸ νενοηκέναι ἐκ τοῦ ψιλὴν τὴν λέξιν ἐξειληφέναι, οὐχ ὑπομένω μὴ τὴν φαινομένην μοι ὑπὲρ ἐμαυτοῦ ἀπολογίαν, ᾗ χρήσαιο ἂν κατ' ἐμοῦ εἰ παρὰ τὰς συνθήκας ποιήσαιμι, παρατιθείς. καὶ πρῶτόν γε, ἐπεὶ δοκεῖ τῇ λέξει συναγορεύειν ἡ ἱστορία, οὐδενὸς τῶν ἁγίων ἐκδεδωκότος συντάξεις πλείονας καὶ ἐν πολλαῖς βίβλοις τὸν νοῦν αὐτοῦ ἐκτιθεμένου, περὶ τούτου λεκτέον. ὁ δὲ ἐγκαλῶν μοι εἰς σύνταξιν πλειόνων ἐρχομένῳ τὸν τηλι κοῦτον Μωσέα φήσει μόνας πέντε βίβλους καταλελοι πέναι. 5.3ν Εἶτα ἀπαριθμηάμενο προφήτα καὶ ἀποτόλου, ὀλίγα ἑκάτου ἢ οὐδὲ ὀλίγα γράψαντο, ἐπάγει· Πάλιν δὴ μετὰ ταῦτα ἰλιγγιᾷν μοι ἐπέρχεται σκοτοδινιῶντι, μὴ ἄρα πειθαρχῶν σοι οὐκ ἐπειθάρχησα θεῷ οὐδὲ τοὺς ἁγίους ἐμιμησάμην. εἰ μὴ σφάλλομαι τοίνυν ἐμαυτῷ συναγορεύων, διὰ τὸ πάνυ σε φιλεῖν καὶ ἐν μηδενὶ ἐθέλειν λυπεῖν, τοιαύτας εὑρίσκω εἰς ταῦτα ἀπο λογίας. πρὸ πάντων παρεθέμεθα τὸ ἐκ τοῦ Ἐκκλησιασ τοῦ λέγοντος· Υἱέ μου, φύλαξαι τοῦ ποιῆσαι βιβλία πολλά. τούτῳ ἀντιπαραβάλλω ἐκ τῶν Παροιμιῶν τοῦ αὐτοῦ Σολομῶντος ῥητὸν, ὅς φησιν· Ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν, φειδόμενος δὲ χειλέων νοήμων ἔσῃ. καὶ ζητῶ εἰ τὸ ὁποῖά ποτ' οὖν λέγειν πολλὰ πολυλογεῖν ἐστὶν, κἂν ἅγιά τις καὶ σωτήρια λέγῃ πολλά. εἰ γὰρ τοῦθ' οὕτως ἔχει καὶ πολυλογεῖ ὁ πολλὰ διεξιὼν ὠφέλιμα, αὐτὸς ὁ Σολομῶν οὐκ ἐκπέφευγε τὴν ἁμαρτίαν, λαλήσας τρεῖς χιλιάδας παραβολῶν, καὶ ᾠδὰς πεντακισχιλίας, καὶ ὑπὲρ τῶν ξύλων ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου· ἔτι δὲ καὶ περὶ τῶν κτηνῶν καὶ περὶ τῶν πετεινῶν καὶ περὶ τῶν ἑρπετῶν καὶ περὶ τῶν ἰχθύων. πῶς γὰρ δύναται διδασκα λία ἀνύειν τι χωρὶς τῆς ἁπλούστερον νοουμένης πολυλο γίας, καὶ αὐτῆς τῆς σοφίας φασκούσης τοῖς ἀπολλυμένοις· Ἐξέτεινον λόγους, καὶ οὐ προσείχετε; ὁ δὲ Παῦλος φαί νεται διατελῶν ἕωθεν μέχρι μεσονυκτίου ἐν τῷ διδάσκειν, ὅτε καὶ Εὔτυχος καταφερόμενος ὕπνῳ βαθεῖ καταπεσὼν ἐτάραξε τοὺς ἀκούοντας ὡς τεθνηκώς. 5.4 Εἰ τοίνυν ἀληθὲς τό· Ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν· ἀληθὲς δὲ καὶ τὸ μὴ ἡμαρτηκέναι πολλὰ περὶ τῶν προειρημένων τὸν Σολομῶντα ἀπαγγείλαντα, μηδὲ τὸν Παῦλον παρατείναντα μέχρι μεσονυκτίου, ζητητέον τίς ἡ πολυλογία, κἀκεῖθεν μεταβατέον ἐπὶ τὸ ἰδεῖν τίνα τὰ πολλὰ βιβλία. ὁ πᾶς δὴ λόγος τοῦ θεοῦ, λόγος ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν, οὐ πολυλογία ἐστὶν, οὐ γὰρ λόγοι· λόγος γὰρ εἷς συνεστὼς ἐκ