δημηγορῆσαι τῷ πλήθει λέγει τῆς τῶν Θεοφανίων ἑορτῆς ἐνισταμένης, ἐν ᾗ τὸ δυσσεβὲς αὐτῶν καὶ ἄθεον μάλιστα ἀπογυμνοῦται. τόν τε γὰρ Ἰωσὴφ οἱ κατάρατοι μετὰ τὴν ἄφραστον κυοφορίαν συνάπτειν οὐ πεφρίκασι τῇ παρθένῳ καὶ τὸν υἱὸν ἀναιδέστερον τοῦ πατρὸς δοῦλον καὶ ὑπηρέτην, καὶ δὴ καὶ τὸ πνεῦμα τοῦ υἱοῦ φοβερὸν οὐδὲν ἡγοῦντο λέγειν. Ἔστι δὲ καὶ αὐτοῖς ἡ φράσις ἐν τούτοις πανηγυρικῆς χάριτος ἀπηλλοτριωμένη, ἀσαφείᾳ δὲ καὶ περιττολογίᾳ καὶ ῥημάτων οὐ καθαρῶν παραχρήσει εἰς τὸ ἀτερπέστατον καὶ καταγέλαστον καὶ τεταραγμένον εἶδος ἀνοιδουμένη, καὶ τὸν τῆς ψυχῆς γνόφον καὶ σάλον καὶ τὸ θεοβλαβὲς ἐνδεικνυμένη. 6.3 Ὅτι μετὰ τοὺς πολλοὺς ἐπαίνους Εὐνομίου οὐ μόνον οὐδὲν ὧν ὑπέσχετο διενοήθη περαίνειν Εὐδόξιος, ἀλλὰ κἀκεῖνον ἐπεχείρει πείθειν γραφῇ τήν τε καθαίρεσιν Ἀετίου καὶ τὴν ἐν Ἀριμήνῳ ἔκθεσιν ὑποσημήνασθαι, εἰς τὸ τῆς οἰκονομίας πρόσχημα τὸ ἔκθεσμον αὐτοῖς καταρυθμίζων καὶ ἀθέλητον. ἐφ' οἷς ὁ Εὐνόμιος βαρέως ἐνεγκὼν οὐδέτερον μὲν ὑπέστη· προσαπολιμπάνει δ' αὐτοῖς καὶ τὴν Κύζικον πρῶτα μὲν λόγοις, εἶτα δὲ καὶ γράμμασι, καὶ πρὸς τὴν ἑαυτοῦ πατρίδα τὴν Καππαδοκίαν ἀφικνεῖται. 6.4 Ὅτι κατ' Εὐνομίου κινηθεὶς ὁ Ἀκάκιος ἐφ' ᾧ Κυζίκου κατέστη ἐπίσκοπος, συνδιαβάλλει καὶ τοὺς περὶ Εὐδόξιον, ὡς χωρὶς κοινῆς γνώμης τὸν μαθητὴν Ἀετίου κεχειροτονηκότας ἐπίσκοπον, ἄνδρα τὸν οἰκεῖον διδάσκαλον τῷ πρὸς τὴν αἵρεσιν ὀξυρρεπεστάτῳ ζήλῳ ὑπερβαλέσθαι φιλονεικήσαντα· καὶ πείθει ταῖς διαβολαῖς τὸν Κωνστάντιον μετάπεμπτον ἐν Ἀντιοχείᾳ ποιήσασθαι τὸν Εὐνόμιον. καὶ παραγεγονότα εἰς ἀπολογίαν κελεύει καταστῆναι συνοδικῇ διαίτῃ λογοθετούμενον. ἐπεὶ δὲ ἡ σύνοδος τὸν κατήγορον ἐζήτει, ὁ δὲ ἦν οὐδαμοῦ· ὁ γὰρ Ἀκάκιος ἀποδειλιάσας (καὶ γὰρ ἐνόμιζεν ἐκ μόνης τῆς πρὸς βασιλέα διαβολῆς τὸν ἐχθρὸν αἱρήσειν κατὰ κράτος) εἷς ἦν τῶν εἰς τὸ βαθύτατον σιγώντων· διὸ καὶ ὁ Κωνστάντιος ταῦτα μαθὼν δι' ὑπονοίας τε τὸν Ἀκάκιον ἔσχεν, ὡς ἀπεχθημοσύνῃ μᾶλλον ἢ τρόπων εὐθύτητι τὴν κατηγορίαν ἐνστησάμενον, καὶ θᾶττον αὐτὸν εἰς τὴν ἰδίαν ἐπαναδραμεῖν ἐκέλευεν παροικίαν, μείζονι συνόδῳ ταμιευόμενος τὴν τῶν προκειμένων διάγνωσιν. 6.5 Ταῦτα δὲ Κωνσταντίῳ διανοουμένῳ, ἡ τοῦ Ἰουλιανοῦ ἐπανάστασις ταῖς φήμαις αὐτῷ διακομίζεται. ὁ δὲ αὐτίκα τε τὴν ἐπὶ Κωνσταντινούπολιν ἐβάδιζεν καὶ σύνοδον ἅμα διώριζεν ὑπὲρ τοῦ ἑτεροουσίου κατὰ Νίκαιαν ἵστασθαι. φθάσας δὲ παρὰ τὰς Μόψου καλουμένας κρήνας καὶ νόσῳ βληθείς, εἶτα καὶ βαπτισάμενος παρὰ Εὐζωΐου, τήν τε βασιλείαν αὐτῷ βίῳ καὶ τὰς ἐπ' ἀσεβείᾳ συνόδους ἀπολείπει. 6.6 Ὅτι, κομιζομένου πρὸς ταφὴν Κωνσταντίου, ὁ Ἰουλιανὸς καταλαβών, τῆς τε σοροῦ προεπόμπευε τῆς κεφαλῆς ἀφελόμενος τὸ διάδημα καὶ τιμῶν τὸν νεκρὸν οὗ τὴν ζωὴν ἀφελεῖν ἐπεστράτευεν. 6.7 Ὅτι τὴν βασίλειον ἀρχὴν ἁρπάσας ὁ Ἰουλιανός, ἅτε δὴ Ἀέτιονδιὰ Γάλλον δῆθεν κινδυνεύοντα, τῆς φυγῆς ἀνακαλεῖται· οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ τοὺς ἄλλους, ὅσοι δογμάτων ἐκκλησιαστικῶν ὑπερορίαν ὑπέστησαν. 7.τ ΕΚ ΤΗΣ ΕΒ∆ΟΜΗΣ ΙΣΤΟΡΙΑΣ 7.1 Ὅτι τὴν βασιλείαν Ἰουλιανὸς ἁρπασάμενος καὶ τοῖς Ἕλλησιδιὰ προγραμμάτων πᾶσαν ἄδειαν εἰσενεγκὼν μηδὲν τῶν μελετωμένων ἄπρακτον ἐᾶν, εἰς ἄρρητά τε καὶ ἀδιήγητα πάθη κατέστησε τοὺς Χριστιανούς, πανταχοῦ τῶν Ἑλληνιστῶν πάσας αἰκίας καὶ καινὰς βασάνους καὶ πικροτάτους θανάτους ἐπαγόντων αὐτοῖς. 7.2 Ὅτι Γεώργιον τὸν Ἀλεξανδρείας συνεδρίου, φησί, προκαθεζόμενον καὶ τῷ κατὰ Ἀετίου τόμῳ ὑποσημήνασθαι τοὺς ὁμοδόξους βιαζόμενον, εἰσπηδήσαντες τὸ Ἑλληνικὸν καὶ συλλαβόντες αὐτὸν πολλά τε εἰς τὸ σῶμα ἐνυβρίσαντες, εἶτα πυρὶ παρέδοσαν. φησὶ δ' ὁ δυσσεβὴς συγγραφεὺς οὗτος καὶ τὴν Ἀθανασίου γνώμην στρατηγῆσαι τῆς πράξεως. ἀλλὰ γάρ, Γεωργίου διαφθαρέντος, τὸν οἰκεῖον θρόνον ὁ Ἀθανάσιος, τῶν Ἀλεξανδρέων αὐτὸν ἀσμένως ὑποδεξαμένων, ἀναλαμβάνεται. 7.3 Ὅτι περὶ τῆς εἰκόνος τοῦ σωτῆρος ἡμῶν, ἣν ἡ τῆς αἱμόρρου πίστις ἀμειβομένη τὸν εὐεργέτην ἀνέστησεν, ἱστορῶν φησιν