ὁ ἐν ταῖς ἁμαρτίαις παλαιωθείς. οὗτος οὖν βαπτιζομένων ἡμῶν συσταυροῦται Χριστῷ καὶ ἀποθνήσκει, καὶ ἀνερχόμεθα ἀπὸ τοῦ βαπτίσματος καινοὶ καὶ πρόσφατοι, πάντα τὸν παλαιωθέντα ἄνθρωπον ἀποθέμενοι, καὶ καταργεῖται καὶ τὸ σῶμα τῆς ἁμαρτίας ἐν ᾗ 501 ἐστηρίζετο καὶ ὑφ' ἧς ἐμορφοποιεῖτο ὁ παλαιὸς ἡμῶν ἄνθρωπος, τοῦτ' ἔστιν ὁ καταγηράσας βίος ἡμῶν τοῖς παραπτώμασιν. ἄνθρωπον δὲ καλεῖ τὸν τοιοῦτον, τὴν τῶν ἀνθρώπων πρὸς αὐτὸν δηλῶν δυσαπόσπαστον καὶ πολυχρόνιον σχέσιν· οὕτω γὰρ ἐντετήκεσαν αὐτῷ πρὸ τῆς δεσποτικῆς ἐπιδημίας καὶ οἰκονομίας οἱ ἄνθρωποι, ὡς μηδ' ἂν ἄνθρωποι αἱρεῖσθαι εἶναι, καὶ μηδ' ὅλως εἶναι χωρὶς φιληδόνου πολιτείας καὶ ἀκολάστων πράξεων. τῷ οὖν συμπεπλέχθαι αὐτῷ τοὺς ἀνθρώπους καὶ συνανακεκρᾶσθαι καὶ δυσαποσπάστως ἔχειν, ἄνθρωπον ἐπιπληκτικῶς τὸν τοιοῦτον βίον ἐκάλεσεν, τοῦτ' ἔστιν ὃν ὡς αὐτοὺς ἡμᾶς, μᾶλλον δὲ καὶ ἡμῶν πλέον καὶ ἐστέργομεν καὶ περιειχόμεθα. Ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας. τὸ σῶμα τῆς ἁμαρτίας περιφραστικῶς αὐτὴ ἡ ἁμαρτία, τοῦτ' ἔστιν ὅλη δι' ὅλου ἀργὴ καὶ ἄχρηστος τὸ λοιπὸν χρηματίζουσα. πῶς δὲ καταργεῖται; ἡμῶν μὴ χρωμένων αὐτῇ. εἶτα καὶ τὸν τρόπον τῆς χρήσεως δριμέως καὶ ὀνειδιστικῶς· τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ· ἡ γὰρ χρῆσις τῆς ἁμαρτίας δούλους ἡμᾶς ποιεῖ τῆς ἁμαρτίας. Rο+m6,8-9 Εἰ δὲ ἀπεθάνομεν. ὀφείλομεν, φησί, πιστεύειν ὅτι καὶ συζήσομεν αὐτῷ· παρακελεύσεως οὖν τὸ πιστεύομεν καὶ συμβουλῆς. Εἰ δὲ περιπατήσομεν ἐν καινότητι ζωῆς, δηλονότι καὶ ἀναστησόμεθα ὥσπερ γὰρ ὁ Χριστὸς ἠγέρθη ἐκ νεκρῶν· τοῦτο γὰρ ἀκόλουθον τοῦ εἰρημένου , αὐτὸς δὲ τὴν προηγουμένην τῆς ἀναστάσεως πολιτείαν ἐπαγαγὼν τοῖς εἰρημένοις, τὸ ἐξ ἀνάγκης ἑπόμενον κατέλιπεν ἐννοεῖν. Rο+m6,12-14 Ἐπεὶ γάρ, φησίν, ἀπεθάνομεν καὶ νεκρὸν ἡμῶν γέγονε τὸ σῶμα τῇ ἁμαρτίᾳ, μὴ ποιήσωμεν πάλιν αὐτὸ ἀναζῆσαι τὴν ἐν τῇ ἁμαρτίᾳ ζωήν, μηδὲ παρασκευασώμεθα οὕτως ὥστε πάλιν ἐν αὐτῷ θνητῷ γενομένῳ διὰ τοῦ βαπτίσματος βασιλεύειν τὴν ἁμαρτίαν. τί δέ ἐστιν βασιλεύειν ἐν ἡμῖν τὴν ἁμαρτίαν; τὸ ἐπιτελεῖν τὰς ἐπιθυμίας τοῦ σώματος. Ὡς ἐκ νεκρῶν ζῶντας. ὡς ἔστιν ἄξιον τοὺς τηλικαύτης εὐεργεσίας ἀξιωθέντας καὶ ἐκ τῶν νεκρῶν καὶ φθοροποιῶν παθῶν ἐλευθερωθέντας καὶ ζῶντας ἐπιδειχθέντας. 502 Ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει. μὴ γὰρ ἔστω ὑμῖν ὁ τῆς ἁμαρτίας πόλεμος πρόφασις· ἀσθενής ἐστι νῦν ἡ ἁμαρτία, οὐ δύναται κυριεύειν, ἐὰν μὴ ἡμεῖς ἑκόντες ὑποκατακλιθῶμεν αὐτῇ· ἀλλὰ προσβάλλει μέν, οὐ κυριεύει δέ. πῶς οὖν ἐκυρίευεν ἕως τοῦ νῦν; ὅτι ὑπὸ νόμον ἦσαν οἱ ὑπ' αὐτῆς κυριευόμενοι, ὑπὸ νόμον ὃς ἀπεθέσπιζε μὲν τὴν τῆς ἁμαρτίας πρᾶξιν, οὐκ ἐνίσχυε δὲ εἰς τὸ κρατεῖν αὐτῆς καὶ περιγίνεσθαι. ἡμεῖς δὲ ὑπὸ χάριν ἐσμὲν ἥτις μετὰ τοῦ συμβουλεύειν καὶ διατάττεσθαι ἃ χρή, καὶ ἐνισχύει καὶ συνεργεῖ εἰς τὴν πρᾶξιν αὐτῶν. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὰς προγεγενημένας ἡμῖν ἁμαρτίας ἐξαλείφει. Rο+m6,16 Ὧι πράγματι διὰ τῆς ὑπακοῆς δούλους ἑαυτοὺς παριστάνετε, τούτῳ καὶ εἰς τὸ ἑξῆς δοῦλοι χρηματίσετε τῆς ἑκουσίου ὑμῶν ὑπακοῆς τὴν δουλείαν παρασχομένης, ἤτοι τῆς ἐπὶ θάνατον ἀγούσης ἁμαρτίας, ἢ τῆς ὡς ἀληθῶς ὑπακοῆς τῆς εἰς δικαιοσύνην χειραγωγούσης. ἢ τὸ ᾧ ὑπακούετε μᾶλλον ἀντὶ τοῦ ἐν ᾧ καὶ καθ' ὃν τρόπον, οἷον· ὅτι ἐν τούτῳ καὶ κατὰ τοῦτον τὸν τρόπον δοῦλοί ἐστε, ἢ τῆς ἁμαρτίας ἢ τῆς δικαιοσύνης, καθὸ καὶ ἐν ᾧ θατέρᾳ αὐτῶν ὑπακούετε. ἵνα γὰρ μή τις εἴπῃ· πῶς ἐστι δοῦλον τούτων γενέσθαι; τὸν τρόπον τίθησιν. Rο+m6,18-22 Ἀνθρώπινον λέγω, φησί, τὸ ἐδουλώθητε· οὐ γάρ ἐστι τοῦτο κατ' ἀλήθειαν δουλεία τὸ κατὰ τὴν δικαιοσύνην πολιτεύεσθαι, ἀλλὰ τοῦτο ἡ ἀληθὴς ἐλευθερία καὶ εὐδαιμονία. τί οὖν καλεῖς αὐτὴν δουλείαν, εἰ μή ἐστι δουλεία; διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν, φησί, τοῦτ' ἔστιν ἐπειδὴ ἀντιπίπτειν δοκεῖ τὸ φρόνημα τῆς σαρκὸς καὶ τραχύνεσθαι καὶ ἀλγύνεσθαι κατ' ἀρχὰς πρὸς τὰ ἐπιτάγματα τῆς δικαιοσύνης. διὰ τοῦτο τὸ ἀπὸ τῆς ὑμετέρας σαρκὸς ἀσθενὲς καὶ ἀλγυνόμενον λογιζόμενος, κατὰ τὴν ἀνθρωπίνην συνήθειαν δουλείαν αὐτὸ ἐκάλεσα· καὶ γὰρ εἰώθαμεν ἐφ' ὧν