1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

19

γεγενημένος. ἡμέραις δὲ οὐ πολλαῖς ὕστερον ἄγχιστά πη τῶν Θεοδοσιουπόλεως ὁρίων ἐκδούς, ἐν χώρῳ ἐφάνη σημείοις τεσσαράκοντα διέχοντι μάλιστα ∆άρας πόλεως, οἷσπερ ἐπηγάγετο ἐκ τῶν τῇδε οἰκίων γνωσθείς. διεφάνη γὰρ ἐνταῦθα ὁ συρφετὸς ὅλος. 2.2.17 καὶ τὸ λοιπὸν ἐν μὲν εἰρήνῃ καὶ ἀγαθοῖς πράγμασιν ἐν μέσῃ πόλει γινόμενος ὁ ποταμὸς οὗτος, περιπλέους τε τοῦ ὕδατος τοὺς θησαυροὺς ἐργασάμενος, φέρεται μὲν τῆς πόλεως ἔξω διὰ τῶν ἐξόδων αἵπερ αὐτῷ πεποίηνται ἐξεπίτηδες πρὸς τῶν δειμαμένων τὴν πόλιν, ὥσπερ μοι 2.2.18 ἔναγχος δεδιήγηται. ἀρδεύων δὲ τὰ ἐκείνῃ χωρία ποθεινὸς ἅπασι τοῖς περιοικοῦσιν ἐς ἀεὶ γίνεται. ἐπειδὰν δὲ πολεμίων στρατὸς ὡς πολιορκήσων τὴν πόλιν ἐνταῦθα ἴοι, τὰς μὲν διὰ τῶν σιδηρῶν ὀβελῶν ἐξόδους ἐπιβύσαντες τοῖς καταράκταις καλουμένοις, αὐτίκα τε τὸν ποταμὸν μεταπεφυκέναι καὶ τὴν ἐκβολὴν μεταπορεύεσθαι βιασάμενοι ἀνάγκῃ χειροποιήτῳ, ἐπί τε τὴν 2.2.19 διώρυχα καὶ τὸ ἐνθένδε περιάγουσι χάος. καὶ ἀπ' αὐτοῦ οἱ πολέμιοι πιεζόμενοι τοῦ ὕδατος τῇ ἀπορίᾳ διαλύειν ἀναγκάζονται τὴν πολιορκίαν εὐθύς. Μιρράνης ἀμέλει ὁ Περσῶν στρατηγὸς ἐπὶ Καβάδου βασιλεύοντος ἐπὶ πολιορκίᾳ ἐνταῦθα ἥκων, τούτοις τε πᾶσιν ἀναγκασθείς, 2.2.20 ἄπρακτος οὐκ εἰς μακρὰν ἀνεχώρησε. καὶ Χοσρόης αὐτὸς πολλῷ ὕστερον ἐπ' αὐτῷ τούτῳ ἀφικόμενος στρατῷ με2.2.21 γάλῳ ἐγκεχείρηκε τῇ ἐς τὴν πόλιν ἐπιβουλῇ. ὕδατός τε ἀπορίας πέρι ἀμηχανῶν, καὶ ἀποσκοπούμενος τὴν τοῦ περιβόλου ὑπερβολήν, ἄμαχόν τε αὐτὴν διαρκῶς ὑπώπτευεν εἶναι, καὶ τὰ βεβουλευμένα μεταγνούς, εὐθυωρὸν ἐς τὰ Περσῶν ἤθη ἀπιὼν ᾤχετο, τῇ τοῦ Ῥωμαίων αὐτοκράτορος καταστρατηγηθεὶς προμηθείᾳ. 2.3.1 Ταῦτα μὲν οὖν ἐν πόλει ∆άρας οὕτω δὴ βασιλεὺς Ἰουστινιανὸς κατεστήσατο· ὅντινα δὲ προσεποίησε τρόπον τῇ πόλει μηκέτι αὐτῇ πάθος πρὸς τοῦ ποταμοῦ ξυμβῆναι τοιοῦτον, τοῦ θεοῦ διαρρήδην αὐτῷ ξυνεπιλαμβανομένου 2.3.2 τὸ σπούδασμα τοῦτο, ἐγὼ δηλώσω. Χρύσης ἦν τις Ἀλεξανδρεύς, μηχανοποιὸς δεξιός, ὅσπερ βασιλεῖ τὰ ἐς τὰς οἰκοδομίας ὑπηρετῶν, τὰ πλεῖστα τῶν τε ἐν πόλει ∆άρας 2.3.3 καὶ τῇ ἄλλῃ χώρᾳ γεγονότα ἐξείργασται. οὗτος ὁ Χρύσης ἀπεδήμει μὲν ἡνίκα δὴ ἐν πόλει ∆άρας τὸ ἐκ τοῦ ποταμοῦ πάθος ξυνέπεσεν· ἀκηκοὼς δὲ καὶ περιαλγήσας τῇ συμφορᾷ ἐς κοίτην τὴν αὑτοῦ ἀπεχώρησεν. ὄψιν δὲ 2.3.4 ὀνείρου τοιάνδε εἶδεν. ἐδόκει οἱ ἐν τῷ ὀνείρῳ τις ὑπερφυής τε καὶ τὰ ἄλλα κρείσσων ἢ ἀνθρώπῳ εἰκάζεσθαι μηχανήν τινα ἐπαγγέλλειν τε καὶ ἐνδείκνυσθαι, ἣ ἂν διακωλύειν τὸν ποταμὸν ἱκανὴ εἴη ἐπὶ πονηρῷ τῆς πό2.3.5 λεως μηκέτι μορμύρειν. καὶ ὁ μὲν αὐτίκα θεῖον ὑποτοπήσας τὸ πρᾶγμα εἶναι, τήν τε μηχανὴν καὶ τὴν τοῦ ὀνείρου ὄψιν ἐς βασιλέα γράψας ἀνήνεγκε, σκιαγραφήσας 2.3.6 τὴν ἐκ τοῦ ὀνείρου διδασκαλίαν. ἐτύγχανε δὲ οὐ πολλῷ πρότερον ἄγγελος ἥκων ἐς βασιλέα ἐκ ∆άρας πόλεως, ὅσπερ αὐτῷ τὰ ἐκ τοῦ ποταμοῦ ξυνενεχθέντα πάντα 2.3.7 ἐσήγγειλε. βασιλεὺς δὲ τότε τοῖς ξυμπεπτωκόσι ξυνταραχθεὶς καὶ περιώδυνος γεγονώς, τοὺς τὰ μηχανικὰ εὐδοκιμοῦντας εὐθὺς μετεκάλει, Ἀνθέμιόν τε καὶ Ἰσί2.3.8 δωρον, ὧνπερ ἔμπροσθεν ἐπεμνήσθην. καὶ τὰ ξυμβεβηκότα ἐπικοινούμενος ἀνεπυνθάνετο τῶν ἀνδρῶν ὁποία ποτὲ μηχανὴ γένοιτο, ὡς μή τι περαιτέρω τῇ πόλει ξυμβαίη· καὶ αὐτῶν μὲν ἑκάτερος ὑποθήκην τινὰ ἔφραζε τήν οἱ δοκοῦσαν ἐπιτηδείως ἐς τοῦτο ἔχειν· βασιλεὺς δέ, θείας δηλονότι ἐπινοίας αὐτῷ γενομένης τινός, οὔπω τὰ Χρύσου ἰδὼν γράμματα, ἐπενόει τε καὶ ἐσκιαγράφει αὐτογνωμονήσας ἐκ τοῦ παραδόξου ὃ δὴ τοῦ ὀνείρου ἐκτύ2.3.9 πωμα ἦν. ἔτι δὲ τῆς βουλῆς ᾐωρημένης καὶ τοῦ πρακτέου σφίσιν ἐν ἀδήλῳ ὄντος, διέλυσαν τὸν διάλογον. 2.3.10 ἡμέραις τε τρισὶν ὕστερον ἧκέ τις βασιλεῖ τήν τε τοῦ Χρύσου ἐπιστολὴν καὶ τῆς τοῦ ὀνείρου μηχανῆς τὸ ἐκ2.3.11 μαγεῖον ἐνδεικνύμενος. καὶ ὃς μεταπεμψάμενος τοὺς μηχανικοὺς αὖθις ἀνανεοῦσθαι τῇ μνήμῃ ἐκέλευεν ὅσα 2.3.12 δὴ σφίσιν ἀμφὶ τῷ ἔργῳ τὸ πρότερον δοκοῦντα εἴη. οἱ δὲ ἀπεστομάτιζον ἐφεξῆς ἅπαντα, ὅσα τε αὐτοὶ τεχνάζοντες εἶπον καὶ ὅσα βασιλεὺς ἀπαυθαδιασάμενος ἐπήγ2.3.13 γειλε γενέσθαι. καὶ τότε δὴ βασιλεὺς τόν τε πρὸς τοῦ