ἀλλὰ παρὰ τοῦ Θεοῦ ἐκδέχεσθαι, τοῦ δυναμένου καὶ ἐξουσίαν ἔχοντος συγχωρεῖν ἁμαρτήματα. Ταῦτα εἰπόντος τοῦ Ἀκεσίου, ἐπειπεῖν τὸν βασιλέα, «Θὲς, ὦ Ἀκέσιε, κλίμακα, καὶ μόνος ἀνάβηθι εἰς τὸν οὐρανόν.» Τούτων οὔτε ὁ Παμφίλου Εὐσέβιος, οὔτε ἄλλος τις ἐμνημόνευσε πώποτε· ἐγὼ δὲ παρὰ ἀνδρὸς ἤκουσα οὐδαμῶς ψευδομένου, ὃς παλαιός τε ἦν σφόδρα, καὶ ὡς ἱστορήσας τὰ κατὰ τὴν σύνοδον ἔλεγεν. Ὅθεν καὶ τεκμαίρομαι τοῦτο πεπονθέναι τοὺς σιωπῇ ταῦτα παραπεμψαμένους, ὃ πολλοὶ τῶν ἱστορίας συγγραψαμένων πεπόνθασιν· ἐκεῖνοι γὰρ πολλὰ παραλείπουσιν, ἢ προσπάσχοντές τισιν, ἢ προσώποις χαριζόμενοι. Τὰ μὲν οὖν Ἀκεσίου τοσαῦτα. 1.11 Περὶ Παφνουτίου τοῦ ἐπισκόπου. Ἐπεὶ δὲ Παφνουτίου καὶ Σπυρίδωνος ποιήσασθαι μνήμην ἀνωτέρω ἐπηγγειλάμεθα, εὔκαιρον ἐνταῦθα περὶ αὐτῶν εἰπεῖν. Παφνούτιος γὰρ μιᾶς πόλεως τῶν ἄνω Θηβῶν ἐπίσκοπος ἦν· οὕτω δὲ ἦν ἀνὴρ θεοφιλὴς, ὡς καὶ σημεῖα θαυμαστὰ γίνεσθαι ὑπ' αὐτοῦ. Οὗτος ἐν καιρῷ τοῦ διωγμοῦ τὸν ὀφθαλμὸν ἐξεκόπη· σφόδρα δὲ ὁ βασιλεὺς ἐτίμα τὸν ἄνδρα, καὶ συνεχῶς ἐπὶ τὰ βασίλεια μετεπέμπετο, καὶ τὸν ἐξορωρυγμένον ὀφθαλμὸν κατεφίλει. Τοσαύτη προσῆν τῷ βασιλεῖ Κωνσταντίνῳ εὐλάβεια. Ἓν μὲν οὖν τοῦτο περὶ Παφνουτίου εἰρήσθω· ὃ δὲ πρὸς λυσιτέλειαν τῆς ἐκκλησίας καὶ κόσμον τῶν ἱερωμένων διὰ τῆς αὐτοῦ συμβουλῆς τότε γέγονε, διηγήσομαι. Ἐδόκει τοῖς ἐπισκόποις νόμον νεαρὸν εἰς τὴν ἐκκλησίαν εἰσφέρειν, ὥστε τοὺς ἱερωμένους, λέγω δὲ ἐπισκόπους καὶ πρεσβυτέρους καὶ διακόνους, μὴ συγκαθεύδειν ταῖς γαμεταῖς, ἃς ἔτι λαϊκοὶ ὄντες ἠγάγοντο. Καὶ ἐπεὶ περὶ τούτου βουλεύεσθαι προὔκειτο, διαναστὰς ἐν μέσῳ τοῦ συλλόγου τῶν ἐπισκόπων ὁ Παφνούτιος ἐβόα μακρὰ, μὴ βαρὺν ζυγὸν ἐπιθεῖναι τοῖς ἱερωμένοις ἀνδράσι, «τίμιον εἶναι τὸν γάμον αὐτὸν καὶ τὴν κοίτην ἀμίαντον» παρὰ τῷ Θεῷ λέγων, μὴ τῇ ὑπερβολῇ τῆς ἀκριβείας μᾶλλον τὴν ἐκκλησίαν προσβλάψωσιν· οὐ γὰρ πάντας δύνασθαι φέρειν τῆς ἀπαθείας τὴν ἄσκησιν, οὐδὲ ἴσως φυλαχθήσεσθαι τὴν σωφροσύνην τῆς ἑκάστου γαμετῆς· «σωφροσύνην» δὲ ἐκάλει καὶ τῆς νομίμου γυναικὸς τὴν συνέλευσιν· ἀρκεῖσθαι τε τὸν φθάσαντα κλήρου τυχεῖν μηκέτι ἐπὶ γάμον ἔρχεσθαι, κατὰ τὴν τῆς ἐκκλησίας ἀρχαίαν παράδοσιν, μὴ μὴν ἀποζεύγνυσθαι ταύτης, ἣν ἅπαξ ἤδη πρότερον λαϊκὸς ὢν ἠγάγετο. Καὶ ταῦτ' ἔλεγεν ἄπειρος ὢν γάμου, καὶ ἁπλῶς εἰπεῖν, γυναικός· ἐκ παιδὸς γὰρ ἐν ἀσκητηρίῳ ἀνετέθραπτο, καὶ ἐπὶ σωφροσύνῃ, εἰ καί τις ἄλλος, περιβόητος ὤν. Πείθεται πᾶς ὁ τῶν ἱερωμένων σύλλογος τοῖς Παφνουτίου λόγοις. ∆ιὸ καὶ τὴν περὶ τούτου ζήτησιν ἀπεσίγησαν, τῇ γνώμῃ τῶν βουλομένων ἀπέχεσθαι τῆς ὁμιλίας τῶν γαμετῶν καταλείψαντες. Καὶ τοσαῦτα μὲν περὶ Παφνουτίου. 1.12 Περὶ Σπυρίδωνος τοῦ Κυπρίων ἐπισκόπου. Περὶ δὲ Σπυρίδωνος, τοσαύτη τῷ ποιμένι προσῆν ὁσιότης, ὡς καὶ ἀξιωθῆναι αὐτὸν καὶ ἀνθρώπων ποιμένα γενέσθαι· ὃς μιᾶς τῶν ἐν Κύπρῳ πόλεων ὀνόματι Τριμιθοῦντος τὴν ἐπισκοπὴν ἐκεκλήρωτο, διὰ δὲ ἀτυφίαν πολλὴν ἐχόμενος τῆς ἐπισκοπῆς ἐποίμαινε καὶ τὰ πρόβατα. Πολλὰ μὲν οὖν τὰ περὶ αὐτοῦ λεγόμενα· ἑνὸς δὲ ἢ δύο ἐπιμνησθήσομαι, ἵνα μὴ ἔξω τοῦ προκειμένου δόξω πλανᾶσθαι. Μεσούσης ποτὲ τῆς νυκτὸς, κλέπται ταῖς ἐπαύλεσι τῶν προβάτων λαθραίως ἐπελθόντες ἀφαιρεῖσθαι τῶν προβάτων ἐσπούδαζον. Ὁ Θεὸς δὲ ἄρα ὁ τὸν ποιμένα σώζων ἔσωζε καὶ τὰ πρόβατα. Οἱ γὰρ κλέπται ἀοράτῳ δυνάμει παρὰ ταῖς ἐπαύλεσιν ἐδέδεντο. Ὄρθρος τε ἦν, καὶ ἧκε παρὰ τὰ ποίμνια· ὡς δὲ εὗρεν ὀπίσω τὰς χεῖρας ἔχοντας, ἔγνω τὸ γεγονός· καὶ εὐχόμενος λύει τοὺς κλέπτας, πολλά τε νουθετήσας, καὶ παραινέσας ἐκ δικαίων πόνων σπουδάζειν, μὴ μὴν ἐξ ἀδικίας λαμβάνειν, κριόν τε αὐτοῖς χαρισάμενος, ἀπέλυσε, καὶ χαριέντως ἐπιφθεγξάμενος, «ἵνα μὴ,» φησὶ, «μάτην ἠγρυπνηκότες φανείητε.» Ἓν μὲν δὴ τοῦτο τῶν περὶ Σπυρίδωνος θαυμάτων. Ἕτερον δὲ τοιοῦτο· ἦν αὐτῷ θυγάτηρ παρθένος, τῆς τοῦ πατρὸς εὐλαβείας μετέχουσα, τοὔνομα Εἰρήνη. Ταύτῃ γνώριμός τις πολύτιμον παρέθετο κόσμιον· ἡ δὲ ἀσφαλέστερον ποιοῦσα, γῇ τὴν παρακαταθήκην ἔκρυψε· μετ'