19
ξυγγεγονώς, παρ' ἐκείνων μεμάθηκεν, ἃ περὶ τοῦ ὄντος ἐδίδαξε· Μωϋσῆς δὲ ὁ θειό τατος, οὐ λογισμοῖς ἀνθρωπίνοις ἑπόμενος καθάπερ οὗτοι, τὴν θεολογίαν ξυνέγραψεν, ἀλλ' αὐτῆς ἐναργῶς τῆς τοῦ ὄντος ἐπα κούσας φωνῆς· τῆς γάρ τοι νομοθεσίας ἀρξάμενος τῶν ὅλων ὁ ποιητὴς τὸν ἕνα σέβειν Θεὸν παρεγγύησεν· "Ἐγὼ γάρ εἰμι" ἔφη "Κύριος ὁ Θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου." 2.52 Καὶ τῆς ἔναγχος γεγενημένης ἀναμνήσας εὐεργεσίας, προσμεῖναι τῇ δουλείᾳ παρεκελεύσατο καὶ μὴ μερίσαι τὸ σέβας, ἀλλὰ τῷ ὄντι μόνῳ προσνεῖμαι. "Οὐκ ἔσονται γάρ σοι" ἔφη "θεοὶ ἕτεροι πλὴν ἐμοῦ". Εἶτα διδάσκει σαφῶς, ὡς οὐδὲν αὐτῷ τῶν ὁρωμένων προσέοικε, καὶ παντάπασιν ἀπαγορεύει μηδεμίαν εἰκόνα πρὸς μίμησίν τινος τῶν ὁρωμένων κατασκευάσαι καὶ νομίσαι τοῦτο 2.53 δείκηλον εἶναι καὶ ἴνδαλμα τοῦ ἀοράτου Θεοῦ. "Οὐ ποιήσεις" γὰρ ἔφη "σαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς· οὐ ποιήσετε ἑαυτοῖς οὐδὲ μὴ προσκυνήσετε αὐτοῖς· ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεός σου." Φωνῆς, φησίν, ἀκήκοας, εἶδος δὲ οὐχ ἑώρακας· μηδένα οὖν τύπον κατασκευάσῃς, οὗ τὸ ἀρχέτυπον οὐκ 2.54 ἐπίστασαι. Καὶ ἑτέρωθι δέ, τοὺς ψευδωνύμους ἐξελέγχων θεοὺς καὶ τὸν Αἰγυπτίων ἐξορίζων πλάνον, ἔφη πρὸς αὐτούς· "Ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεός σου κύριος εἷς ἐστιν." 2.55 Ταύτην ἔχει τὴν διδασκαλίαν τὰ Μωϋσοῦ τοῦ μεγάλου ξυγ γράμματα· ταύτην δὲ τὴν θεολογίαν καὶ ταῖς ἱστορίαις καὶ ταῖς νομοθεσίαις καὶ μὲν δὴ καὶ ταῖς προφητείαις ξυνέζευξε· καὶ πέντε βίβλους ξυγγράψας, τὴν μὲν τῶν πολλῶν καὶ νομιζομένων καὶ καλουμένων, οὐκ ὄντων δὲ θεῶν ἀπαγορεύει τιμήν, μόνῳ δὲ τὸ σέβας τῷ τῶν ἁπάντων κελεύει προσφέρειν δημιουργῷ. Ταῦτα καὶ Ἰησοῦς, ὁ τῆς ἐκείνου δημαγωγίας καὶ στρατηγίας διάδοχος, καὶ μέντοι καὶ ἅπας τῶν προφητῶν ὁ χορὸς καὶ παραινῶν καὶ 2.56 νομοθετῶν διετέλεσεν. Ἀλλὰ γὰρ ἴσως εἴποιτε ἄν, ὡς οὐδὲ ὑμεῖς τόνδε τὸν νόμον ἀνέπαφον τετηρήκατε· τριάδα γάρ, οὐ μονάδα, πρεσβεύετε. Ἰουδαῖοι δέ, τοῖς Μωϋσοῦ καὶ τῶν προ φητῶν ἐντρεφόμενοι λόγοις, τὸν μὲν ἕνα τιμῶσι, τῆς δὲ ὑμετέρας 2.57 τριάδος κατηγοροῦσιν. Ἐγὼ δέ, ὦ φίλοι ἄνδρες, ὑμᾶς μὲν ξυγ γνώμης εἶναι ἀξίους ὑπείληφα, τὴν θείαν οὐκ ἐπισταμένους γρα φήν· Ἰουδαίων δὲ τὴν ἐσχάτην ἀμαθίαν ὀδύρομαι, ὅτι δὴ "αἰρό μενοι", κατὰ τὸν προφήτην, "ἐκ κοιλίας" καὶ παιδευόμενοι ἐκ παιδίου μέχρι γήρως τὰ θεῖα, τὴν τῆς θεολογίας ἀγνοοῦσιν ἀλή 2.58 θειαν. Ἐν Αἰγύπτῳ γὰρ αὐτοὺς πλεῖστον διατρίψαντας χρόνον καὶ τὴν πολύθεον τῶν Αἰγυπτίων μεμαθηκότας θρησκείαν, ὁ πάν σοφος Κύριος οὐκ ἐναργῶς ἄγαν τὰ περὶ τῆς Τριάδος ἐξεπαί δευσε δόγματα, ἵνα μὴ πρόφασιν πολυθεΐας λάβωσιν, εἰς τὸν τῶν Αἰγυπτίων ἐπιρρέποντες πλάνον· οὐ μὴν παντάπασι τὰ περὶ τῆς Τριάδος ἀπέκρυψε δόγματα τοῖς ὕστερον ἐσομένοις, τῆς ἐντε 2.59 λεστέρας θεολογίας κατασπείρων τὰς ἀφορμάς. ∆ιά τοι τοῦτο μοναδικῶς μὲν νομοθετεῖ, αἰνιγματωδῶς δὲ τὴν Τριάδα μηνύει. Τὸ γὰρ "ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεός σου κύριος εἷς ἐστιν" καὶ τὴν μονάδα διδάσκει καὶ τὴν τριάδα δηλοῖ· ἅπαξ γὰρ εἰπὼν τὸ "Θεός" καὶ δὶς τὸ "Κύριος" ὑπειπών, τῆς Τριάδος τὸν ἀριθμὸν παρεδήλωσεν, ἐπαγαγὼν δὲ τὸ "εἷς ἐστιν", καὶ τὴν πρόσφορον Ἰουδαίοις διδασκαλίαν προσήνεγκε καὶ τὸ ταὐτὸν τῆς 2.60 θείας οὐσίας ἐμήνυσεν. Μία γὰρ τῆς ἁγίας Τριάδος καὶ οὐσία καὶ δύναμις καὶ μέντοι καὶ βούλησις· ταύτῃ τοι καὶ τῶν ἀοράτων δυνάμεων οἱ χοροὶ τῷ Θεῷ τὸν ὕμνον προσφέροντες, τρὶς μὲν τὸ "ἅγιος", ἅπαξ δὲ τὸ "Κύριος" λέγουσι, τῷ μὲν τῶν ἰδιοτήτων δηλοῦντες τὸν ἀριθμόν, τῷ δὲ τὸ κοινὸν τῆς δεσποτείας μηνύον 2.61 τες. Ἀλλ' ἐν τούτοις μὲν δι' αἰνιγμάτων τὰ τῆς θείας Τριάδος δεδήλωται, ἐν ἑτέροις δέ γε σαφέστερον ταῦτα διδάσκουσιν οἱ θεσπέσιοι ἄνδρες. Μωϋσῆς μὲν γὰρ ὁ θειότατος, τὴν κοσμογένειαν ξυγγράφων, εἶτα τὴν τοῦ ἀνθρώπου διάπλασιν ἐξηγούμενος, ἔφη τὸν τοῦ παντὸς εἰρηκέναι δημιουργόν· "Ποιήσωμεν ἄνθρωπον 2.62 κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν." Εἶτα ἐπήγαγεν, ὡς "ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν