1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

 309

 310

 311

 312

 313

 314

 315

 316

 317

 318

 319

 320

 321

 322

 323

 324

 325

 326

 327

 328

 329

 330

19

αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει· ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγινώσκεται ἔτι ὁ τόπος αὐτοῦ." Καὶ ἕτερα δὲ μυρία τοιαῦτα ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ Γραφῇ, τὸν ἀνθρώπειον καταστέλλοντα τύφον. Καὶ ἐν ταῦθα τοίνυν ὁ προφητικὸς θαυμάζει λόγος βοῶν· "Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;" Οὐ γὰρ μόνον εἰς τὸ εἶναι παρήγαγες, ἀλλὰ καὶ τὸ εὖ εἶναι δεδώρησαι, καὶ μεμνημένος διατελεῖς, καὶ κακῶς διακείμενον ἐπισκέπτῃ. ϛʹ. "Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέ λους." Ἐνταῦθα τῆς μετὰ τὴν παράβασιν ἐμνημό νευσεν ἀποφάσεως. Τῷ θνητῷ γὰρ τῶν ἀγγέλων ἠλάττωται. "∆όξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν. [ζʹ.] Καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου." Ταῦτα δὲ μετὰ τὴν ἐνανθρώπησιν τοῦ Θεοῦ καὶ Σω τῆρος ἡμῶν ἡ ἡμετέρα ἐδέξατο φύσις. "Χάριτι γάρ ἐστε σεσωσμένοι," ᾗ φησιν ὁ θεῖος Ἀπόστο λος, "καὶ συνήγειρεν, καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ." ηʹ, θʹ. "Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐ τοῦ· πρόβατα καὶ βόας ἁπάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου. Τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασ σῶν." Καὶ αὕτη δέ φησι τῆς σῆς φιλανθρωπίας τε καὶ δυνάμεως ἀπόδειξις ἀκριβὴς, τὸ τὴν εὐτελῆ τῶν ἀνθρώπων φύσιν τοσαύτης ἐμπλῆσαι σοφίας, ὥστε μὴ μόνον τῶν χερσαίων ζώων, ἀλλὰ καὶ τῶν πτηνῶν, καὶ νηκτῶν, καὶ ἀμφιβίων κρατεῖν, καὶ τὰ ὑψηλότερα καὶ βαθύτερα ταῖς ἐπινοίαις θηρεύειν· καὶ τὰ τὸν ἀέρα διαπερῶντα, καὶ τοῖς ὕδασι κα λυπτόμενα ὑποχείρια ἔχειν. Τούτων μὲν οὖν κοι νὴν ἅπασιν ἀνθρώποις τὴν δεσποτείαν δεδώρησαι. Τὴν δὲ ἡμετέραν ἀπαρχὴν ὁ θεῖος Λόγος ἀνειλη φὼς, καὶ ναὸν ἀποφήνας οἰκεῖον, καὶ σάρκα οἰκείαν προσαγορεύσας, καὶ τὴν ἀπόῤῥητον ἐργασάμενος ἕνωσιν, ἐκάθισεν ἐπάνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, 80.920 καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλ λοντι· καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ· οὐ πρόβατα καὶ βόας ἁπάσας, ἀλλὰ πᾶσαν τὴν ὁρω μένην καὶ ἀόρατον κτίσιν. Καὶ τούτων μάρτυς ὁ θεῖος Ἀπόστολος διαῤῥήδην βοῶν· "Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφα νωμένον." Καὶ μικρὸν ἀνωτέρω· "Πάντα γὰρ, φη σὶν, ὑπέταξας ὑπὸ τοὺς πόδας αὐτοῦ." Καὶ ἐν τῇ πρὸς Κορινθίους, "Ὅταν δὲ, φησὶν, εἴπῃ, ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα." Μόνη γὰρ ἡ ἄκτιστος φύσις τῆς ὑποταγῆς ταύτης ὡς ἐλευθέρα κεχώρισται. Ἡ δέ γε παρὰ ταύτης τὸ εἶναι δεξαμένη, ὁποία ἂν εἴη, εἴτε ὁρατὴ, εἴτε ἀόρατος, καὶ ὡς Θεῷ, καὶ ὡς ἀνθρώπῳ ὑπόκειται τῷ ∆εσπότῃ Χριστῷ. Τοσαύτην ἡ τῶν ἀνθρώπων φύσις παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἐδέξατο τὴν τιμήν. ∆ιὸ πάλιν αὐτὸ τὸ προοίμιον ἀκροτε λεύτιον τέθεικεν· ιʹ. "Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ."

ΕΡΜΗΝ. ΤΟΥ Θʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, ψαλμὸς τῷ ∆αβίδ." Ὁ μὲν

Σύμμαχος, ἐπινίκιον περὶ τοῦ θανάτου τοῦ υἱοῦ· ὁ δὲ Ἀκύλας, τῷ νικοποιῷ νεανεότητος τοῦ υἱοῦ, καὶ ὁ Θεοδο τίων, ὑπὲρ ἀκμῆς τοῦ υἱοῦ. Συμφώνως τοίνυν ἅπαντες τοῦ υἱοῦ μνημονεύσαντες, διδάσκουσιν ἡμᾶς, ὡς προφητείαν καὶ οὗτος ὁ ψαλμὸς περιέχει τῆς κατὰ τοῦ θανάτου νίκης τοῦ ∆εσπότου Χρι στοῦ. Ἀνδρικῶς γὰρ καὶ νεανικῶς νικήσας τὴν ἁμαρτίαν, καὶ λαβῆς ἀφορμὴν οὐδεμίαν δεδωκὼς τῷ θανάτῳ, κατέλυσεν αὐτοῦ τὸ κράτος. Κρύφιον δὲ τοῦτο τὸ μυστήριον οἱ Ἑβδομήκοντα προσηγό ρευσαν, ἐπειδὴ καὶ τοὺς ἄλλους ἅπαντας, καὶ αὐτοὺς τοὺς ἀποστόλους ἐλάνθανε. Καὶ μάρτυς ὁ εὐαγγελιστής· τοῦ γὰρ Κυρίου πολλάκις αὐτοῖς εἰρηκότος, "Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται εἰς τὸ σταυ ρωθῆναι, καὶ ἀποκτενοῦσιν αὐτὸν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται·" ἐπήγαγεν ὁ εὐαγγελιστής· "Καὶ ἦν τοῦτο κεκρυμμένον ἀπὸ τῶν