1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

19

ἐξαιτησαμένη ἐν Ἀθήναις ἀπέστειλεν. Κόσμου ἔτη εωμζʹ. Τῆς θείας σαρκώσεως ἔτη τμζʹ. Ῥωμαίων βασιλεὺς Κωνστάντιος ἔτη κδʹ. ιθʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. νγʹ. Ῥώμης ἐπίσκοπος ∆άμασος ἔτη κηʹ. γʹ. Κωνσταντιν. ἐπίσκοπος Εὐσέβιος ἔτη ιβʹ. ιʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἱλάριος ἔτη ιβʹ. αʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη μϛʹ. κϛʹ. Ἀντιοχείας ἐπίσκοπος Φλάκιτος ἔτη ιβʹ. ιβʹ. Τούτῳ τῷ ἔτει Μάξιμον τὸν Ἱεροσολύμων καθεῖλεν Ἀκάκιος ὁ Καισαρείας καὶ Πατρόφιλος ὁ Σκυθοπόλεως Ἀρειανοὶ ὄντες, καὶ ἀντεισήγαγον Κύριλλον δοκοῦντες ἔχειν αὐτὸν ὁμόφρονα. ἐν τούτῳ τῷ χρόνῳ, Κυρίλλου ἐπισκοποῦντος Ἱεροσολύμων, τὸ σημεῖον τοῦ ζωοποιοῦ σταυροῦ ἐφάνη ἐν τῷ οὐρανῷ τῇ ἡμέρᾳ τῆς πεντηκοστῆς, φωτοειδές, τεταμένον ἀπὸ τοῦ Γολγοθᾶ, ἔνθα ἐσταυρώθη ὁ Χριστός, ἕως τοῦ ὄρους τῶν ἐλαιῶν, ὅθεν ἀνελήφθη. κύκλῳ δὲ τοῦ φανέντος σημείου στέφανος, ὡς ἴρις τὸ εἶδος ἔχων. καὶ τῇ αὐτῇ δὲ ἡμέρᾳ καὶ 42 Κωνσταντίῳ ὤφθη. περὶ τούτου δὲ φέρεται Κυρίλλου ἐπιστολὴ πρὸς τὸν βασιλέα Κωνστάντιον, ἐν ᾗ εὐσεβέστατον αὐτὸν καλεῖ. ὅθεν τινὲς Ἀρειανόφρονα διαβάλλουσι τὸν αὐτὸν Κύριλλον λέγοντες, καὶ τὴν τοῦ ὁμοουσίου φωνὴν παρασεσιγηκέναι αὐτὸν ἐν ταῖς κατηχήσεσιν, αἷς ἐξέθετο ἐπ' ὠφελείᾳ τῶν ἀπείρων λαῶν, τῶν τῷ θείῳ προσελθόντων βαπτίσματι διὰ τὸ θαῦμα τοῦ ζωοποιοῦ σταυροῦ. σφάλλονται δὲ καὶ ἁμαρτάνουσιν. ἐχρῆν γὰρ καὶ τὸν βασιλέα ἐξ ἁπλότητος, καὶ οὐκ ἐκ διαθέσεως τῇ κακουργίᾳ τῶν Ἀρειανῶν ὑποκλαπέντα εἰς τὴν αἵρεσιν, καὶ τοῦ ἑλληνισμοῦ μήπω τελείως καταστραφέντος, εὐσεβέστατον οἰκονομικῶς λέγειν, καὶ τὴν τοῦ ὁμοουσίου φωνὴν σιγῆσαι τέως ταράττουσαν τοὺς πολλοὺς καὶ τῇ ἀντιθέσει τῶν ἐχθρῶν ἐκκόπτουσαν τοὺς βαπτιζομένους, διὰ δὲ τῶν ἰσοδυναμούντων λέξεων τὸ τοῦ ὁμοουσίου τρανῶσαι· ὃ καὶ πεποίηκεν ὁ μακάριος Κύριλλος τὴν ἐν Νικαίᾳ πίστιν κατὰ λέξιν ἀναπτύξας καὶ θεὸν ἀληθινὸν τὸν υἱὸν ἐκ θεοῦ ἀληθινοῦ τοῦ πατρὸς κηρύξας. Ἀντιοχείας ἐπίσκοπος κζʹ Στέφανος αʹ Ἀρειανὸς ἔτη γʹ. κʹ. νδʹ. δʹ. ιαʹ. βʹ. λʹ. αʹ. καʹ. νεʹ. εʹ. ιβʹ. γʹ. λαʹ. βʹ. Τούτῳ τῷ ἔτει Ἀθανάσιος καὶ Παῦλος, τελευτήσαντος Εὐσεβίου τοῦ δυσσεβῶς ἄρξαντος τὸν θρόνον Κωνσταντινουπόλεως, κατῆλθον πάλιν εἰς Ῥώμην πρὸς Ἰούλιον τὸν πάπαν καὶ Κώνσταντα τὸν βασιλέα, ἀδελφὸν Κωνσταντίου. τοῦ γὰρ Εὐσεβίου θανόντος, ὁ λαὸς τὸν Παῦλον τῷ θρόνῳ Κωνσταντινουπόλεως ἀπεκατέστησεν, οἱ δὲ Ἀρειανοὶ τὸν Μακεδόνιον ἀντεχειροτόνησαν, ὡς ἐντεῦθεν ἐμφύλιον γενέσθαι πόλεμον. ὅπερ μαθὼν ὁ Κωνστάντιος ἐν Ἀντιοχείᾳ διάγων Ἑρμογένει στρατηλάτῃ κατὰ τὴν Θρᾴκην πεμφθέντι κελεύει ὁδοῦ πάρεργον ποιήσασθαι καὶ ἐκβαλεῖν Παῦλον τῆς ἐκκλησίας· ὅπερ τοῦ Ἑρμογένους πληρῶσαι δοκιμάσαντος, ὁ δῆμος τὸν οἶκον αὐτοῦ ἐνέπρησε καὶ αὐτὸν Ἑρμογένην ἀπέκτεινε καὶ εἰς τὴν θάλασσαν ἔρριψεν. τότε οὖν ὁ βασιλεὺς μαθὼν ἐξ Ἀντιοχείας εἰς τὴν βασιλεύουσαν ἤλασε καὶ τὸν Παῦλον τοῦ θρόνου ἐκβαλὼν Μακεδόνιον τέως οὐκ ἐνεθρόνισεν. τότε ὀργιζόμενος διὰ τὸν Ἑρμογένους φόνον τὴν πόλιν ἐζημίωσε τέσσαρας μυριάδας ἄρτων ἡμερησίων ἐκ τῶν δωρηθέντων ὑπὸ τοῦ πατρὸς αὐτοῦ μυριάδων ηʹ. τότε οὖν ὁ Παῦλος, ὡς προείρηται, πρὸς Ἰούλιον ἦλθε Ῥώμης καὶ ἐπανῆλθε μετὰ γραμμάτων αὐτοῦ 43 ἐν Κωνσταντινουπόλει. ὁ δὲ Κωνστάντιος καὶ τότε ἐν Ἀντιοχείᾳ διάγων, μαθών, ὅτι τὸν Παῦλον Ἰούλιος τῷ θρόνῳ ἀπεκατέστησεν, ὀργισθεὶς κελεύει Φιλίππῳ τῷ ἐπάρχῳ Παῦλον ἐκδιῶξαι καὶ Μακεδόνιον ἀντικαταστῆσαι τῷ θρόνῳ. ὁ δὲ ἔπαρχος φόβῳ τῶν γεγονότων εἰς Ἑρμογένην διὰ τὸν Παῦλον εἰς τὸ κατὰ τὸν Ζεύξιππον λουτρὸν μεταστειλάμενος τὸν Παῦλον, διὰ θυρίδος χαλάσας εἰς Θεσσαλονίκην ἐξώρισεν, ὅθεν καὶ ὡρμᾶτο. Μακεδόνιον δὲ τῷ ἑαυτοῦ ὀχήματι ἀναλαβὼν ἀπεκατέστησεν ὡς τύραννον τῆς ἐκκλησίας λῃστρικῶς, τῶν ὀρθοδόξων ἀντιστάντων ἐπὶ τοσοῦτον, ὡς ἀναιρεθῆναι γρνʹ ἄνδρας, καὶ οὕτω τῆς ἐκκλησίας Ἀρειανοὺς κρατῆσαι. τότε καὶ Ἀθανασίῳ θάνατον ἠπείλησε Κωνστάντιος, ὅπερ