And if it is needful that we add testimonies concerning one God, even from the dramatists, hear even Sophocles speaking thus:—
“There is one God, in truth there is but one, Who made the heavens and the broad earth beneath, The glancing waves of ocean and the winds But many of us mortals err in heart, And set up for a solace in our woes Images of the gods in stone and wood, Or figures carved in brass or ivory, And, furnishing for these our handiworks, Both sacrifice and rite magnificent, We think that thus we do a pious work.” |
Thus, then, Sophocles.
Εἰ δὲ καὶ τῶν ἀπὸ τῆς σκηνῆς περὶ ἑνὸς θεοῦ μαρτυρίας ἡμᾶς προσθεῖναι δέοι, ἀκούσατε καὶ Σοφοκλέους οὕτω λέγοντος: Εἷς ταῖς ἀληθείαισιν, εἷς ἔστιν θεός, Ὃς οὐρανὸν τέτευχε καὶ γαῖαν μακράν, Πόντου τε χαροπὸν οἶδμα κἀνέμων βίας. Θνητοὶ δὲ πολλοὶ καρδίᾳ πλανώμενοι Ἱδρυσάμεσθα πημάτων παραψυχήν, Θεῶν ἀγάλματ' ἐκ λίθων τε καὶ ξύλων, Ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους: Θυσίας τε τούτοις καὶ καλὰς πανηγύρεις Τεύχοντες, οὕτως εὐσεβεῖν νομίζομεν. Ταῦτα μὲν οὖν ὁ Σοφοκλῆς.