ἀνθρώπῳ αἱ ὁδοὶ αὐ τοῦ, πάλιν ὁμοίως προσφέρουσιν εἰς τὴν ἰδίαν κατα στροφήν· ὁδοὺς γὰρ μὴ ἔχοντες, ἐξιχνιάσαι βούλονται. Ὁδὸν οὐκ ἔχει πλεονεξία, γαστριμαργία, πορνεία· ἀνυπόστατα γὰρ ταῦτα, καθ' ἑαυτὰ μὴ ὄντα. Ταῦτα γὰρ ἐκεῖνοι ὁδοὺς εἰώθεσαν λέγειν. Ὁδοὺς δὲ ἡμῖν ἡ Γραφὴ λέγει τὰς κοινὰς πᾶσι, τήν τε ζωὴν καὶ τὸν θάνατον. Ἀληθῶς γὰρ πορεῖαί εἰσι τῆς τε ἐνταῦθα εἰσαγωγῆς καὶ τῆς ἐκ τῶν αἰσθητῶν τούτων μετ αναστάσεως. Πάντα οὖν ποιοῦσιν οἱ κακοδαίμονες, ὥστε τοῦ αὐτεξουσίου ἑαυτοὺς ἀπώσασθαι· καὶ ταύτην σπουδὴν τίθενται τοῦ ἀντικαταλλάξαι τῆς ἐλευθερίας τὴν δου λείαν. Καὶ γὰρ τοῦτο τῆς κακίας ἔργον, τὸ πάντοτε τοῖς χείροσιν ἑαυτὴν συγκαθέλκειν· ἑαυτῶν γὰρ γί νονται μάρτυρες, ὡς τῇ κακίᾳ ἑαυτοὺς πεπρακότες. Καὶ τοῦτο οὖν τοῦ διαβόλου τὸ ἀπατηλὸν τέχνασμα· τὰς γὰρ ἀμελεῖς ψυχὰς διὰ τῆς κακοδοξίας κάτω κεκυφέναι παρασκευάζει, μὴ συγχωρῶν αὐτὰς ἀνα νῆψαι πρὸς ἐπίγνωσιν τῆς ἀληθείας. Ὥσπερ γὰρ ναῦς ἐκτὸς πηδαλίων πλέουσα ἀεὶ χειμάζεται, οὕτω τούτοις πάντοτε ὁ κίνδυνος ἐπιπνεῖ· οὐδὲ γὰρ πρὸς τὸν σωτήριον λιμένα ὁρμῆσαι δύνανται, τὸν κυβερ νῶντα Κύριον καταλιπόντες. Καὶ τὰς μὲν ἐκδεδομέ νας αὐτῷ ψυχὰς οὕτως πλανᾷ. Πολλάκις δὲ καὶ τὰς 28.1540 σπουδαίας παρυφιζάνει διὰ τούτων ὁ ἐχθρὸς, τὸν ἀγα θὸν αὐτῶν δρόμον ἐκκόψαι βουλόμενος. Κατ' ἔννοιαν γὰρ ἐμβάλλει, ὡς καὶ τὸ εὖ πράττειν παρὰ τῆς κινή σεως τῶν ἄστρων γίνεται. Τοῦτον δὲ τὸν λογισμὸν ὁ ἐναντίος προσάγει τοῖς ἐκ σοφίας κοσμικῆς ἐπὶ τὸν μονήρη βίον τραπεῖσι· φρόνιμος γὰρ ἐν τοῖς κακοῖς τυγχάνων ὁ διάβολος, πρὸς τὰς φύσεις τῶν ἀνθρώπων τὰς παγίδας ὑποτίθησι. Τοῖς μὲν γὰρ διὰ τῆς ἀπογνώ σεως ἐνδελεχεῖ· τινὰς δὲ διὰ τῆς κενοδοξίας καθέλκει, καὶ ἑτέρους διὰ τῆς φιλοχρηματίας κατορύττει. Ὥσπερ γὰρ θανατηφόρος ἰατρὸς προσάγει τοῖς ἀν θρώποις τὰ δηλητήρια· καὶ τὸν μὲν ἐκ τοῦ ἥπα τος ἀναιρεῖ, προσάγων αὐτῷ τὸ τῆς ἐπιθυμίας τοξικόν· ἄλλον δὲ καρδιότρωτον ποιεῖ, τὸν θυμὸν αὐτοῦ πρὸς ὀργὴν ἐξάπτων· τινῶν δὲ καὶ τὴν ἡγε μονικὴν ἀμβλύνει δύναμιν, ἢ ἀγνοίᾳ αὐτοὺς περι βάλλων, ἢ διὰ περιεργίας αὐτοὺς στρεβλῶν. Τινὰς οὖν ἐκ ζητήσεων οὐκ ὀρθῶν παρέτρεψε. Περὶ γὰρ Θεοῦ καὶ τῆς αὐτοῦ οὐσίας διαλαβεῖν θελή σαντες, ἐναυάγησαν. Τὸν γὰρ πρακτικὸν βίον ἀκο λούθως μὴ ἡνιοχήσαντες, πρὸς θεωρίαν ὥρμησαν, καὶ ἰλιγγιάσαντες πεπτώκασι. Τοῦ γὰρ πρώτου ὡς πρὸς τὴν τάξιν μὴ ἐπιλαβόμενοι, τοῦ δευτέρου ἠστό χησαν. Ὥσπερ γὰρ οἱ τῷ ἄλφα στοιχείῳ ἐντυγχά νοντες, πρῶτον αὐτοῦ τὸ σχῆμα ὁρῶσι, καὶ δεύτερον τὸ ὄνομα διδάσκονται, καὶ οὕτως τὸν ἀριθμὸν μανθά νουσι, καὶ τὸ τελευταῖον τοὺς τόνους παραλαμβάνου σιν. Εἰ οὖν ἐπὶ τοῦ πρώτου στοιχείου τοσαύτη χρεία τριβῆς καὶ τέχνης, πόσῳ μᾶλλον ἐπὶ τοῦ ∆ημιουργοῦ ὀφείλει πόνος καὶ χρόνος προηγεῖσθαι εἰς τὴν τοῦ ἀξιουμένου θεωρίαν τῆς ἀνεκφράστου δόξης; ἀλλὰ μή τις γαυριάτω πρὸς κατάληψιν τῶν θείων ἐκ τῶν ἔξωθεν μαθημάτων ὁρμώμενος. Φρεναπατᾷ γὰρ ἑαυ τὸν ὁ τοιοῦτος, ὑπὸ τοῦ δαίμονος φανταζόμενος. Φησὶ γὰρ ὁ Ὑμνῳδός· Ἐκ τοῦ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Καὶ ὁ Κύριος δὲ ἐν τῷ Εὐαγγελίῳ· Ἄφετε τὰ παιδία ἐλθεῖν πρὸς μέ· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. Καὶ ἀλλαχοῦ φησιν· Ἐὰν μὴ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐ ρανῶν. Ταῦτα ἐπαιδεύθης διὰ τὸν κόσμον· μωρὸς γενοῦ διὰ τὸν Θεόν· ἔκκοψον τὰ παλαιὰ, ἵνα νέα φυ τεύσῃς· τοὺς σαθροὺς θεμελίους κάθελε, ἵνα τὴν ἀδαμάντινον τοῦ Κυρίου βάσιν ἐπιθῇς· ἵνα καὶ σὺ ὡς Ἀπόστολος ἐπὶ τὴν στερεὰν πέτραν οἰκοδομηθῇς. Οὐ δεῖ οὖν φιλόνεικον εἶναι· διὰ τὴν πολυλο γίαν μὴ πολλὰ ἀσχοληθῇς. Καὶ γὰρ διὰ τῆς ἀκαίρου φλυαρίας δύναται βλάπτειν ὁ διάβολος. Πολλὰς
20