ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν· ἠγάπησας δικαιοσύνην, ἐμίσησας ἀνομίαν. Αὕτη μου ἡ νέα διαθήκη παλαιῷ κεχαραγμένη γράμματι. Οὐκ ἄρα ἡ 1.7.59.3 νεότης τοῦ λόγου ὀνειδιστέα, Ἀλλὰ καὶ ἐν τῷ Ἱερεμίᾳ ὁ κύριος λέγει· μὴ λέγε ὅτι νεώτερός εἰμι· πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε. Ταῦτα δύναται πρὸς ἡμᾶς ἡ προφητεία αἰνίττεσθαι τοὺς πρὸ καταβολῆς κόσμου εἰς πίστιν ἐγνωσμένους θεῷ, νυνὶ δὲ νηπίους διὰ τὴν ἔναγχος πεπληρωμένην βούλησιν τοῦ θεοῦ, καθὸ εἰς κλῆσιν καὶ σωτηρίαν νεογνοὶ γεγόναμεν. 1.7.60.1 ∆ιὸ καὶ ἐπιφέρει προφήτην εἰς ἔθνη τέθεικά σε, προφητεῦσαι λέγων αὐτὸν δεῖν μηδὲ ὄνειδος εἶναι δοκεῖν τοῦ νεωτέρου τὴν προσηγορίαν τοῖς νηπίοις καλουμένοις. Ὁ δὲ νόμος χάρις ἐστὶν παλαιὰ διὰ Μωσέως ὑπὸ τοῦ λόγου δοθεῖσα. ∆ιὸ καί φησιν ἡ γραφή· ὁ νόμος διὰ Μωσέως ἐδόθη, οὐχὶ ὑπὸ Μωσέως, ἀλλὰ ὑπὸ μὲν τοῦ λόγου, διὰ Μωσέως δὲ τοῦ θεράποντος αὐτοῦ· διὸ καὶ πρόσκαιρος ἐγένετο, ἡ δὲ ἀίδιος 1.7.60.2 χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Ὁρᾶτε τὰς λέξεις τῆς γραφῆς· ἐπὶ μὲν τοῦ νόμου ἐδόθη φησὶ μόνον, ἡ δὲ ἀλήθεια, χάρις οὖσα τοῦ πατρός, ἔργον ἐστὶ τοῦ λόγου αἰώνιον καὶ οὐκέτι δίδοσθαι λέγεται, ἀλλὰ διὰ Ἰησοῦ γίνεσθαι, οὗ χωρὶς ἐγένετο οὐδὲ ἕν. Αὐτίκα γοῦν ὁ Μωσῆς, τῷ τελείῳ προφητικῶς παραχωρῶν παιδαγωγῷ τῷ λόγῳ, καὶ τὸ ὄνομα καὶ τὴν παιδαγωγίαν προθεσπίζει καὶ τῷ λαῷ παρα1.7.60.3 τίθεται τὸν παιδαγωγόν, ἐντολὰς ὑπακοῆς ἐγχειρίσας· προφήτην ὑμῖν ἀναστήσει, φησίν, ὁ θεὸς ὡς ἐμὲ ἐκ τῶν ἀδελφῶν ὑμῶν, τὸν Ἰησοῦν τὸν τοῦ Ναυῆ αἰνιττόμενος τὸν Ἰησοῦν τὸν τοῦ θεοῦ υἱόν· σκιαγραφία γὰρ ἦν τοῦ κυρίου τὸ ὄνομα τὸ Ἰησοῦ προκηρυσσόμενον ἐν νόμῳ. Ἐπιφέρει γοῦν, τὸ λυσιτελὲς τῷ λαῷ συμβουλεύων, αὐτοῦ ἀκούσεσθε λέγων, καὶ ὁ ἄνθρωπος, ὃς ἂν μὴ ἀκούσῃ τοῦ προφήτου τούτου, τούτῳ ἀπειλεῖ. Τοιοῦτον ἡμῖν ὄνομα σωτηρίου προφητεύει 1.7.61.1 παιδαγωγοῦ. ∆ιὰ τοῦτο αὐτῷ ῥάβδον περιτίθησιν ἡ προφητεία, ῥάβδον παιδευτικήν, ἀρχικήν, κατεξουσιαστικήν, ἵν' οὓς ὁ λόγος ὁ πειθήνιος οὐκ ἰᾶται, ἀπειλὴ ἰάσεται, οὓς δὲ ἡ ἀπειλὴ οὐκ ἰᾶται, ἡ ῥάβδος ἰάσεται, οὓς δὲ ἡ ῥάβδος οὐκ ἰᾶται, τὸ πῦρ ἐπινέμεται. Ἐξελεύσεται, φησί, ῥάβδος ἐκ τῆς ῥίζης 1.7.61.2 Ἰεσσαί. Ὅρα καὶ τὴν ἐπιμέλειαν καὶ τὴν σοφίαν καὶ τὴν δύναμιν τοῦ παιδαγωγοῦ· οὐ κατὰ τὴν δόξαν, φησί, κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει, ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν καὶ ἐλέγξει τοὺς ἁμαρτωλοὺς τῆς γῆς. Καὶ διὰ ∆αβίδ· κύριος παιδεύων ἐπαίδευσέν με καὶ τῷ θανάτῳ οὐ παρέδωκέν με· τὸ γὰρ ὑπὸ κυρίου παιδευθῆναι καὶ παιδαγωγηθῆναι 1.7.61.3 θανάτου ἐστὶν ἀπαλλαγή. Καὶ διὰ τοῦ αὐτοῦ προφήτου φησίν· ἐν ῥάβδῳ σιδηρᾷ ποιμανεῖς αὐτούς. Ταύτῃ καὶ ὁ ἀπόστο λος κινηθεὶς ἐν τῇ πρὸς Κορινθίους τί θέλετε; φησίν, ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς ἢ ἐν ἀγάπῃ πνεύματί τε πραΰτητος; Ἀλλὰ καὶ ῥάβδον δυνάμεως ἐξαποστελεῖ κύριος ἐκ Σιὼν δι' ἄλλου προφήτου λέγει. Ἡ δὲ παιδαγωγικὴ αὕτη ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου παρεκάλεσάν με, εἶπέν τις ἕτερος. Αὕτη τοῦ παιδαγωγοῦ ἡ δύναμις ἡ σεμνή, ἡ παρακλητική, ἡ σωτήριος. 1.8.t.1 Πρὸς τοὺς ἡγουμένους μὴ εἶναι ἀγαθὸν τὸν δίκαιον. Ἐνταῦθα ἐπιφύονταί τινες οὐκ ἀγαθὸν εἶναι φάμενοι τὸν κύριον διὰ τὴν ῥάβδον καὶ τὴν ἀπειλὴν καὶ τὸν φόβον καὶ παρακούσαντες μέν, ὡς ἔοικε, τῆς γραφῆς ὧδέ που λεγούσης καὶ ὁ φοβούμενος κύριον ἐπιστρέφει ἐπὶ καρδίαν αὐτοῦ, ἐκλαθόμενοι δὲ τὸ μέγιστον αὐτοῦ τῆς φιλανθρωπίας, ὅτι δι' ἡμᾶς 1.8.62.2 ἄνθρωπος ἐγένετο. Καὶ δὴ οἰκειότερον αὐτῷ ὁ προφήτης προσεύχεται διὰ τούτων μνήσθητι ἡμῶν, ὅτι χοῦς ἐσμεν, τουτέστι συμπάθησον ἡμῖν, ὅτι τὴν ἀσθένειαν τῆς σαρκὸς αὐτοπαθῶς ἐπείρασας. Ταύτῃ γοῦν ἄριστος καὶ ἀνεπίληπτός ἐστιν ὁ παιδαγωγὸς ὁ κύριος, τῇ ἑκάστου τῶν ἀνθρώπων δι'