Protrepticus

 δαιμονῶντες εἰς διαφθοράς, ὕβρεις ὀργιάζοντες, πένθη ἐκθειάζοντες, τοὺς ἀνθρώπους ἐπὶ τὰ εἴδωλα χειραγωγῆσαι πρῶτοι, ναὶ μὴν λίθοις καὶ ξύλοις, τουτέσ

 ἐμπνέῃ, ὃ δὲ χωρήσῃ τὸν 1.5.4 κύριον. Ναὶ μὴν ὁ ∆αβὶδ ὁ βασιλεύς, ὁ κιθαριστής, οὗ μικρῷ πρόσθεν ἐμνήσθημεν, προὔτρεπεν ὡς τὴν ἀλήθειαν, ἀπέτρεπε δὲ ε

 καὶ ἀγάλμασιν καὶ τοιούτοις τισὶν εἰδώλοις προσσφίγξας τῷ δεισιδαιμονίας ἀθλίῳ δεσμῷ, τοῦτο δὴ τὸ λεγόμενον, ζῶντας ἐπιφέρων 1.7.6 συνέθαψεν αὐτούς, ἔ

 Ἀκουσάτω ἡ οὐ τίκτουσα· ῥηξάτω φωνὴν ἡ οὐκ ὠδίνουσα, ὅτι πλείονα τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Ἡμῖν εὐηγγελίζετο ἄγγελος, ἡμᾶς

 δασυνόμενον ἑρμηνεύεται ὄφις ἡ θήλεια· ∆ηὼ δὲ καὶ Κόρη δρᾶμα ἤδη ἐγενέσθην μυστικόν, καὶ τὴν πλάνην καὶ τὴν ἁρπαγὴν καὶ τὸ πένθος αὐταῖν Ἐλευσὶς δᾳδου

 βουκόλος, τὸ κέντρον, βουκολικόν, οἶμαι, κέντρον τὸν νάρθηκα ἐπικαλῶν, ὃν δὴ ἀναστέφουσιν οἱ βάκχοι. 2.17.1 Βούλει καὶ τὰ Φερεφάττης ἀνθολόγια διηγήσω

 συβώτης δὲ ὁ Εὐβουλεύς· ἀφ' ὧν τὸ Εὐμολπιδῶν καὶ τὸ Κηρύκων τὸ ἱεροφαντικὸν δὴ 2.20.3 τοῦτο Ἀθήνησι γένος ἤνθησεν. Καὶ δὴ (οὐ γὰρ ἀνήσω μὴ οὐχὶ εἰπεῖν

 θηλείας τοῖς ἄλλοις Σκυθῶν διδάσκαλον 2.24.2 νόσου. Ὧν δὴ χάριν (οὐ γὰρ οὐδαμῶς ἀποκρυπτέον) θαυμά ζειν ἔπεισί μοι ὅτῳ τρόπῳ Εὐήμερον τὸν Ἀκραγαντῖνον

 ἀνέπλασάν τινας σωτῆρας ∆ιοσκούρους καὶ Ἡρακλέα ἀλεξίκακον καὶ Ἀσκληπιὸνἰατρόν. 2.27.1 Αὗται μὲν αἱ ὀλισθηραί τε καὶ ἐπιβλαβεῖς παρεκ βάσεις τῆς ἀληθε

 Ἀπολλόδωρός φησι καὶ Καλλίμαχος, Φοῖβος Ὑπερβορέοισιν ὄνων ἐπιτέλλεται ἱροῖς. Ὁ αὐτὸς δὲ ἀλλαχοῦ τέρπουσιν λιπαραὶ Φοῖβον ὀνοσφαγίαι. 2.29.5 Ἥφαιστος

 τε θεῶν τε· τοσοῦτος περὶ τὰ ἀφρο δίσια ἐξεχύθη, ὡς ἐπιθυμεῖν μὲν πασῶν, ἐκπληροῦν δὲ εἰς πάσας τὴν ἐπιθυμίαν. Ἐνεπίμπλατο γοῦν γυναικῶν οὐχ ἧττον ἢ

 μορίου σκευάζεται τρόπον ἐφέζεταί τε τῷ κλάδῳ, τὴν ὑπόσχεσιν 2.34.5 ἐκτελῶν τῷ νεκρῷ. Ὑπόμνημα τοῦ πάθους τούτου μυστικὸν φαλλοὶ κατὰ πόλεις ἀνίσταντα

 παιδεύεται σωφρονεῖν. Γυμνοῦται δὲ ὑμῖν ὁ μῦθος· ἀπέθανεν ἡ Λήδα, ἀπέθανεν ὁ κύκνος, ἀπέθανεν ὁ ἀετός. Ζητεῖς σου τὸν ∆ία; μὴ τὸν οὐρανόν, ἀλλὰ τὴν γῆ

 2.39.8 ἐκείνων ἐπεφήμισαν. Ἡρακλείδης δὲ ἐν Κτίσεσιν ἱερῶν περὶ τὴν Ἀκαρνανίαν φησίν, ἔνθα τὸ Ἄκτιόν ἐστιν ἀκρωτήριον καὶ τοῦ Ἀπόλλωνος τοῦ Ἀκτίου τὸ

 ὁλοκαυτεῖν 3.42.7 ἱστορεῖ. Ἐρεχθεὺς δὲ ὁ Ἀττικὸς καὶ Μάριος ὁ Ῥωμαῖος τὰς αὑτῶν ἐθυσάτην θυγατέρας· ὧν ὃ μὲν τῇ Φερεφάττῃ, ὡς ∆ημάρατος ἐν πρώτῃ Τραγῳ

 Ἀθήνησιν δὲ ἐν ἀκροπόλει Κέκροπος, ὥς φησιν Ἀντίοχος ἐν τῷ ἐνάτῳ τῶν Ἱστοριῶν. Τί δὲ Ἐριχθόνιος; Οὐχὶ ἐν τῷ νεῲ τῆς Πολιάδος κεκήδευται; Ἰμμάραδος δὲ

 Παλλάδιον τὸ διοπετὲς καλούμενον, ὃ ∆ιομήδης καὶ Ὀδυσσεὺς ἱστοροῦνται μὲν ὑφελέσθαι ἀπὸ Ἰλίου, παρακαταθέσθαι δὲ ∆ημοφῶντι, ἐκ τῶν Πέλοπος ὀστῶν κατεσ

 μηδὲ ἐνυβρίσῃς ἀνθοῦντι τῷ νέῳ· τήρησον αὐτὸ καθαρόν, ἵνα ᾖ καλόν. Βασιλεὺς τοῦ κάλλους γενοῦ, μὴ τύραννος· ἐλεύθερον μεινάτω· τότε σου γνωρίσω τὸ κάλ

 λίθων προσκυνηταί, ἔργῳ μαθόντες ἀναίσθητον ὕλην μὴ σέβειν, αὐτῆς ἡττώμενοι τῆς χρείας ἀπόλλυνται ὑπὸ δεισιδαιμονίας· καταφρονοῦντες δ' ὅμως τῶν ἀγαλμ

 καὶ ἰδιῶται θείαις προσηγορίαις σφᾶς αὐτοὺς ἐσέμνυνον, ὡς Μενεκράτης ὁ ἰατρός, Ζεὺς οὗτος ἐπικεκλημένος. Τί με δεῖ καταλέγειν Ἀλέξαρχον (γραμματικὸς ο

 4.56.4 ἔκγονα, τῆς γῆς, τὰ πάντα ταῦτα ὅσα ὁρᾷς; Τί δὴ οὖν, ὦ μάταιοι καὶ κενόφρονες (πάλιν γὰρ δὴ ἐπαναλήψομαι), τὸν ὑπερουράνιον βλασφημήσαντες τόπο

 αὐχοῦσιν, οἰκέτας αὐτοὺς ἑαυτοῖς καταγράψαντες, τοὺς κατηναγκασμένους δούλους ταῖς ἐπαοι δαῖς πεποιηκότες. Γάμοι τε οὖν ἔτι καὶ παιδοποιίαι καὶ λοχεῖα

 ποιήσεις, φησὶν ὁ προφήτης, παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ 4.62.3 γῇ κάτω. Ἦ πού γ' ἂν ἔτι τὴν Πραξιτέλους ∆ήμητρα καὶ Κόρην κα

 σέβοντες πεπόνθασιν· τὸ γὰρ πῦρ τοῦτο ἕτεροι Ἥφαιστον ὠνόμασαν. 5.65.1 Περσῶν δὲ οἱ Μάγοι τὸ πῦρ τετιμήκασι καὶ τῶν τὴν Ἀσίαν κατοικούντων πολλοί, πρὸ

 ἀληθείας, τοὺς σοὶ πεπιστευκότας δεικνύεις ῥύσει καὶ φορᾷ δίναις τε ἀτάκτοις ὑποβεβλημένους; Τί δέ μοι εἰδώλων ἀναπίμπλης τὸν βίον, ἀνέμους τε ἢ ἀέρα

 βουλῇ· ἀλλὰ γὰρ αἴρουσι πρὸς οὐρανὸν ὠλένας ἁγνάς, ὄρθριοι ἐξ εὐνῆς, ἀεὶ χρόα ἁγνίζοντες ὕδασι, καὶ τιμῶσι μόνον τὸν ἀεὶ μεδέοντα ἀθάνατον. 6.71.1 Καί

 παραψυχὴν θεῶν ἀγάλματ' ἐκ λίθων, ἢ χαλκέων ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους· θυσίας τε τούτοις καὶ κενὰς πανηγύρεις νέμοντες, οὕτως εὐσεβεῖν νομίζ

 ἀδικίας κενώσετε. 8.77.1 Ὥρα τοίνυν τῶν ἄλλων ἡμῖν τῇ τάξει προδιηνυσμένων ἐπὶ τὰς προφητικὰς ἰέναι γραφάς· καὶ γὰρ οἱ χρησμοὶ τὰς εἰς τὴν θεοσέβειαν

 ἐμαυτοῦ ὀμνύω. Τοῖς δὲ εἰδωλολάτραις δυσχεραίνει λέγων τίνι ὡμοιώσατε κύριον; ἢ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; Μὴ εἰκόνα ἐποίησεν τέκτων, ἢ χρυσοχό

 Πῶς γὰρ εἰσελθεῖν ἐπιτέτραπται τῷ ξένῳ; Ἀλλ' ὅταν, οἶμαι, ἐγγραφῇ καὶ πολιτευθῇ καὶ τὸν πατέρα ἀπολάβῃ, τότε ἐν τοῖς τοῦ πατρὸς γενήσεται, τότε κληρ

 τῶν Ἑβραίων πλανῆται· οὐ γὰρ εἰσελθεῖν εἰς τὴν κατάπαυσιν λέγονται διὰ τὴν ἀπιστίαν, πρὶν ἢ σφᾶς αὐτοὺς κατακολουθήσαντας τῷ Μωυσέως διαδόχῳ ὀψέ ποτε

 10.89.1 Ἀλλ' ἐκ πατέρων, φατέ, παραδεδομένον ἡμῖν ἔθος ἀνατρέπειν οὐκ εὔλογον. Καὶ τί δὴ οὐχὶ τῇ πρώτῃ τροφῇ, τῷ γάλακτι, χρώμεθα, ᾧ δήπουθεν συνείθισ

 τὴν μετάνοιαν ἀπαιτεῖ. Ἐρέσθαι δὲ ὑμᾶς βούλομαι, εἰ οὐκ ἄτοπον ὑμῖν δοκεῖ πλάσμα ὑμᾶς τοὺς ἀνθρώπους ἐπιγεγονότας τοῦ θεοῦ καὶ παρ' αὐτοῦ τὴν ψυχὴν εἰ

 κόλασιν; Τί οὐ καταδεχόμεθα τὴν δωρεάν; Τί δὲ οὐχ αἱρούμεθα τὰ βελτίονα, θεὸν ἀντὶ τοῦ πονηροῦ, καὶ σοφίαν εἰδωλολατρείας προκρίνομεν, καὶ ζωὴν ἀντικα

 10.98.3 σατο; Τίς ἀθανασίαν ὑπέσχηται; Μόνος ὁ τῶν ὅλων δημιου ργός, ὁ ἀριστοτέχνας πατήρ, τοιοῦτον ἄγαλμα ἔμψυχον ἡμᾶς τὸν ἄνθρωπον ἔπλασεν· ὁ δὲ Ὀ

 ἀπομάξασθαι τὰ ἐμποδὼν τῇ σωτηρίᾳ καὶ τὸν τῦφον καὶ τὸν πλοῦτον καὶ τὸν φόβον, ἐπιφθεγγομένους τὸ ποιητικὸν δὴ τοῦτο· πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; Π

 φιλανθρώπως κατηχοῦντα ἀποσφάττειν ἀπανθρώπως ἐπιχειροῦσιν, ἐπὶ τὴν δικαιοσύνην καλοῦντα, οὔτε τὴν χάριν τὴν ἄνωθεν ἀπεκδεχόμενοι οὔτε τὴν κόλασιν ἐκτ

 τοῖς ἐφ' ὁτιοῦν τοῦ βίου τραπεῖσι μέρος, ὅρμον τε τὴν αὐτὴν ἀκύμονα σωτηρίας σοφίαν νομίζειν· 10.107.3 δι' ἣν ἀγαθοὶ μὲν πατέρες τέκνων οἱ τῷ πατρὶ πρ

 αὐτὸς καὶ ὃς ἦν, δι' ὧν ἐδίδαξεν καὶ ἐνεδείξατο, παρασ τησάμενος, ὁ σπονδοφόρος καὶ διαλλακτὴς καὶ σωτὴρ ἡμῶν λόγος, πηγὴ ζωοποιός, εἰρηνική, ἐπὶ πᾶν

 ἐπεὶ τὸν ἀδελφὸν οὐκ ἐπῃσχύν θης. 11.114.1 Ἀφέλωμεν οὖν, ἀφέλωμεν τὴν λήθην τῆς ἀληθείας· τὴν ἄγνοιαν καὶ τὸ σκότος τὸ ἐμποδὼν ὡς ἀχλὺν ὄψεως καταγαγό

 ἡ μεγαλόκλονος ἠχήσασα στρατιώτας συνήγαγεν καὶ πόλεμον κατήγγειλεν· Χριστὸς δὲ εἰρηνικὸν ἐπὶ τὰ πέρατα τῆς γῆς ἐπιπνεύσας μέλος οὐ συνάξει ἄρα τοὺς ε

 προσδεδεμένος ἁπάσης ἔσῃ τῆς φθορᾶς λελυμένος, κυβερνήσει σε ὁ λόγος ὁ τοῦ θεοῦ, καὶ τοῖς λιμέσι καθορμίσει τῶν οὐρανῶν τὸ πνεῦμα τὸ ἅγιον· τότε μου κ

 12.121.1 Σπεύσωμεν, δράμωμεν, ὦ θεοφιλῆ καὶ θεοείκελα τοῦ λόγου [ἄνθρωποι] ἀγάλματα· σπεύσωμεν, δράμωμεν, ἄρωμεν τὸν ζυγὸν αὐτοῦ, ἐπιβάλωμεν ἀφθαρσίᾳ,

λίθων προσκυνηταί, ἔργῳ μαθόντες ἀναίσθητον ὕλην μὴ σέβειν, αὐτῆς ἡττώμενοι τῆς χρείας ἀπόλλυνται ὑπὸ δεισιδαιμονίας· καταφρονοῦντες δ' ὅμως τῶν ἀγαλμάτων, φαίνεσθαι δὲ μὴ βουλόμενοι αὐτῶν ὅλως περιφρονοῦντες, ἐλέγχονται ὑπ' αὐτῶν τῶν θεῶν, οἷς δὴ 4.52.2 τὰ ἀγάλματα ἐπιπεφήμισται. ∆ιονύσιος μὲν γὰρ ὁ τύραννος ὁ νεώτερος θοἰμάτιον τὸ χρύσεον περιελόμενος τοῦ ∆ιὸς ἐν Σικελίᾳ προσέταξεν αὐτῷ ἐρεοῦν περιτεθῆναι, χαριέντως φήσας τοῦτο ἄμεινον εἶναι τοῦ χρυσίου, καὶ θέρους κουφό 4.52.3 τερον καὶ κρύους ἀλεεινότερον. Ἀντίοχος δὲ ὁ Κυζικηνὸς ἀπορούμενος χρημάτων τοῦ ∆ιὸς τὸ ἄγαλμα τὸ χρυσοῦν, πεντεκαίδεκα πηχῶν τὸ μέγεθος ὄν, προσέταξε χωνεῦσαι καὶ τῆς ἄλλης τῆς ἀτιμοτέρας ὕλης ἄγαλμα παραπλήσιον ἐκείνῳ 4.52.4 πετάλοις κεχρυσωμένον ἀναθεῖναι πάλιν. Αἱ δὲ χελιδόνες καὶ τῶν ὀρνέων τὰ πλεῖστα κατεξερῶσιν αὐτῶν τῶν ἀγαλμάτων εἰσπετόμενα, οὐδὲν φροντίσαντα οὔτε Ὀλυμπίου ∆ιὸς οὔτε Ἐπιδαυρίου Ἀσκληπιοῦ οὐδὲ μὴν Ἀθηνᾶς Πολιάδος ἢ Σαράπιδος Αἰγυπτίου· παρ' ὧν οὐδὲ αὐτῶν τὴν ἀναισθησίαν 4.52.5 τῶν ἀγαλμάτων ἐκμανθάνετε. Ἀλλ' εἰσὶ μὲν κακοῦργοί τινες ἢ πολέμιοι ἐπιθέμενοι, οἳ δι' αἰσχροκέρδειαν ἐδῄωσαν τὰ ἱερὰ καὶ τὰ ἀναθήματα ἐσύλησαν ἢ καὶ αὐτὰ ἐχώνευσαν 4.52.6 τὰ ἀγάλματα. Καὶ εἰ Καμβύσης τις ἢ ∆αρεῖος ἢ ἄλλος μαινόμενος τοιαῦτα ἄττα ἐπεχείρησεν καὶ εἰ τὸν Αἰγύπτιόν τις ἀπέκτεινεν Ἆπιν, γελῶ μὲν ὅτι τὸν θεὸν ἀπέκτεινεν αὐτῶν, ἀγανακτῶ δὲ εἰ κέρδους χάριν ἐπλημμέλει. 4.53.1 Ἑκὼν οὖν ἐκλήσομαί τι τῆσδε τῆς κακουργίας, πλεονεξίας ἔργα, οὐχὶ δὲ ἀδρανείας τῶν εἰδώλων ἔλεγχον νομίζων. Ἀλλ' οὔτι γε τὸ πῦρ καὶ οἱ σεισμοὶ κερδαλέοι, οὐδὲ μὴν φοβοῦνται ἢ δυσωποῦνται οὐ τοὺς δαίμονας, οὐ τὰ ἀγάλματα, οὐ μᾶλλον ἢ τὰς ψηφῖδας τὰς παρὰ τοῖς αἰγιαλοῖς 4.53.2 σεσωρευμένας τὰ κύματα. Οἶδα ἐγὼ πῦρ ἐλεγκτικὸν καὶ δεισιδαιμονίας ἰατικόν· εἰ βούλει παύσασθαι τῆς ἀνοίας, φωταγωγήσει σε τὸ πῦρ. Τοῦτο τὸ πῦρ καὶ τὸν ἐν Ἄργει νεὼν σὺν καὶ τῇ ἱερείᾳ κατέφλεξεν Χρυσίδι, καὶ τὸν ἐν Ἐφέσῳ τῆς Ἀρτέμιδος δεύτερον μετὰ Ἀμαζόνας καὶ τὸἐν Ῥώμῃ Καπιτώλιον ἐπινενέμηται πολλάκις· οὐκ ἀπέσχετο 4.53.3 δὲ οὐδὲ τοῦ ἐν Ἀλεξανδρέων πόλει Σαράπιδος ἱεροῦ. Ἀθήνησι γὰρ τοῦ ∆ιονύσου τοῦ Ἐλευθερέως κατήρειψε τὸν νεών, καὶ τὸν ἐν ∆ελφοῖς τοῦ Ἀπόλλωνος πρότερον ἥρπασεν θύελλα, ἔπειτα ἠφάνισε πῦρ σωφρονοῦν. Τοῦτό σοι προοίμιον ἐπιδείκνυται ὧν ὑπισχνεῖται τὸ πῦρ. 4.53.4 Οἱ δὲ τῶν ἀγαλμάτων δημιουργοὶ οὐ δυσωποῦσιν ὑμῶν τοὺς ἔμφρονας τῆς ὕλης καταφρονεῖν; Ὁ μὲν Ἀθηναῖος Φειδίας ἐπὶ τῷ δακτύλῳ τοῦ ∆ιὸς τοῦ Ὀλυμπίου ἐπιγράψας "Παντάρκης καλός"· οὐ γὰρ καλὸς αὐτῷ ὁ Ζεύς, ἀλλ' ὁ 4.53.5 ἐρώμενος ἦν· ὁ Πραξιτέλης δέ, ὡς Ποσίδιππος ἐν τῷ περὶ Κνίδου διασαφεῖ, τὸ τῆς Ἀφροδίτης ἄγαλμα τῆς Κνιδίας κατασκευάζων τῷ Κρατίνης τῆς ἐρωμένης εἴδει παραπλήσιον πεποίηκεν αὐτήν, ἵν' ἔχοιεν οἱ δείλαιοι τὴν Πραξιτέλους 4.53.6 ἐρωμένην προσκυνεῖν. Φρύνη δὲ ὁπηνίκα ἤνθει ἡ ἑταίρα ἡ Θεσπιακή, οἱ ζωγράφοι πάντες τῆς Ἀφροδίτης εἰκόνας πρὸς τὸ κάλλος ἀπεμιμοῦντο Φρύνης, ὥσπερ αὖ καὶ οἱ λιθοξόοι τοὺς Ἑρμᾶς Ἀθήνησι πρὸς Ἀλκιβιάδην ἀπείκαζον. Ὑπλείπεται τῆς σῆς κρίσεως τὸ ἔργον ἐπάξαι, εἰ βούλει καὶ τὰς ἑταίρας προσκυνεῖν. 4.54.1 Ἐντεῦθεν, οἶμαι, κινηθέντες οἱ βασιλεῖς οἱ παλαιοί, καταφρονοῦντες τῶν μύθων τούτων, ἀνέδην διὰ τὸ ἐξ ἀνθρώπων ἀκίνδυνον σφᾶς αὐτοὺς θεοὺς ἀνηγόρευον, ταύτῃ κἀκείνους διὰ τὴν δόξαν ἀπηθανατίσθαι διδάσκοντες· Κῆυξ μὲν ὁ Αἰόλου Ζεὺς ὑπὸ τῆς Ἀλκυόνης τῆς γυναικός, Ἀλκυόνη 4.54.2 δὲ αὖθις ὑπὸ τοῦ ἀνδρὸς Ἥρα προσαγορευομένη. Πτολεμαῖος δὲ ὁ τέταρτος ∆ιόνυσος ἐκαλεῖτο· καὶ Μιθριδάτης ὁ Ποντι κὸς ∆ιόνυσος καὶ αὐτός· ἐβούλετο δὲ καὶ Ἀλέξανδρος Ἄμμωνος υἱὸς εἶναι δοκεῖν καὶ κερασφόρος ἀναπλάττεσθαι πρὸς τῶν ἀγαλματοποιῶν, τὸ καλὸν ἀνθρώπου πρόσωπον 4.54.3 ὑβρίσαι σπεύδων κέρατι. Καὶ οὔτι γε βασιλεῖς μόνον, ἀλλὰ