τὰ πλοῖα, 270 ὀρθὸν καὶ ἀπαράπτωτον διασώζηται τὸ μηχάνημα, Πρὸς δὲ τοὺς ἀνέμους δεῖ καὶ τὰ ἐμπαράσκευα ἐξ ἑτοίμου ἔχειν τὰ πρὸς πολιορκίαν ἀμυντήρια· μικρὰς παρασκευάζειν ἑλεπόλεις ὡς θωράκιά τινα πυργοειδῆ ἢ ἐπιβατήρια κατὰ τὸ ὕψος σύμμετρα καὶ εὐπρόχειρα ὄντα, ἵνα, ὅταν τὰ πλοῖα ἐγγὺς τοῦ τείχους γένωνται, τότε διὰ σχοινίων ἢ τῶν προρρηθέντων πολυσπάστων τὰ τοιαῦτα ἀνίστωνται μηχανήματα τὴν ἐπὶ τὸ τεῖχος ὁδοποιοῦντα ἐπίβασιν. Ἐνεργὴς δὲ πρὸς τὴν τοιαύτην χρείαν καὶ ὁ προρρηθεὶς αὐλὸς φανήσεται σύμμετρος ὢν τῷ μεγέθει πρὸς τὰ ἐπιζευχθέντα 271 πλοῖα, ἐὰν ἐπὶ τῶν ὀρθίως ἐστηριγμένων ἐπανάγηται μετακινούμενος, ὡς προδέδεικται, ἢ ἐπὶ τοῦ λεγομένου καρχησίου δυνάμενος ἐπὶ αὐτοῦ τὰς ἓξ ποιεῖσθαι κινήσεις, καθάπερ καὶ αἱ λεγόμεναι γέρανοι· ἢ καὶ ἐπὶ κατακλεῖδος ἐπάνω στύρακος ἐπικειμένης, τοῦ στύρακος δι' ἐργάτου τὴν περιστροφὴν πρὸς ὕψος καὶ τὸ πετήσωμα ποιουμένου. Οὕτως οὖν καὶ ∆ᾶμις ὁ Κολοφώνιος ἐπὶ στυράκων τὰς σαμβύκας ἐτίθει, ὡς ὁ μηχανικὸς Βίτων ἐν τοῖς αὐτοῦ Πολιορκητικοῖς ὑπομνήμασι. Τὰ δὲ ῥηθέντα ἐσχηματισμένα πάντα ἔκκειται. Γινέσθω σχεδία μῆκος ἔχουσα μικρῷ μεῖζον τοῦ πλάτους τοῦ μέλλοντος γεφυροῦσθαι ποταμοῦ, καὶ καταστρωθήτω σανίσι ξυλο272 πυρίοις ἐμπησσομέναις, ἵνα μὴ κατὰ διαφόρους κινήσεις τοῦ ποταμίου ῥεύματος ἀπελαύνηται καὶ διασπωμένη ῥηγνύηται. Καὶ τὰ μὲν πλείονα τῆς σχεδίας ξύλα σχοινίοις προσδεδεμένοις καὶ ἥλοις ξυλίνοις ἀραιοῖς καταπεπηγόσιν ἀσφαλιζέσθωσαν· τὸ δὲ κατὰ πρόσωπον τῶν πολεμίων ἐπέρχεσθαι μέλλον ὅλον μῆκος τῆς σχεδίας σὺν τοῖς ἐφ' ἑκάτερα δυσὶ πλαγίοις προτείχισμα ἐχέτω ξύλινον γιγγλυμωτὸν ὕψους ποδῶν ˉιˉβ· γίνεται δὲ κατὰ πῆξιν ὀρθίων ἑστώτων ξύλων στρογγύλας τρήσεις κάτωθεν ἐπιδεχομένων καὶ ὑπὸ λείων περονῶν συμβεβλημένων ἐπὶ πλαγίαις σανίσι προσηλωμέναις ἔξωθεν, μὴ συγκαταπίπτῃ καὶ τὸ προτείχισμα. Κρεμάσθωσαν δὲ καὶ δέρματα ἢ ῥάκη ἐπὶ ταῖς σανίσι μικρὸν παρεξέχοντα ἔξωθεν· καὶ κλίμακες ἔνδον ἐπικείσθωσαν τοὺς ἄνωθεν μηροὺς πεπερονημένους πρὸς τοῖς ὀρθίοις ξύλοις ἔχουσαι, τετρημένοις καὶ αὐτοῖς ἄνωθεν οὖσι, τοὺς δὲ κάτωθεν ἐπὶ τοῦ καταστρώματος σχοινίοις προσδεδεμένοις, ἵνα παρορθίων ἀνθεστηκότων τῶν κλιμάκων ὀρθὸν διαμένῃ ἀπαντώμενον τὸ προ273 τείχισμα. Οὕτως οὖν οἱ ἐπὶ τῶν κλιμάκων ἑστῶτες εὐπροθύμως ἀντιμαχήσονται κατὰ πρόσωπον τῶν πολεμίων ὑψηλότεροι ὄντες, προπύργια εἰς φυλακὴν ἑαυτῶν καὶ ἀσφάλειαν ἐκ τοῦ προτειχίσματος ἔχοντες. Μὴ ἑνούσθω δὲ ὅλον ἀνιστάμενον τὸ προτείχισμα, ἀλλὰ πρὸς μέρη τινὰ ἀσύνδετον ἔστω, ἵνα, ἐὰν ἀνάγκη κατὰ τὴν προσβολὴν γένηται, τὸ μὲν αὐτοῦ ἱστᾶται, τὸ δὲ καταπίπτῃ· εἰ δὲ χρεία γένηται καὶ ὅλον καταπεσεῖν, πάσας τὰς ὑπαντώσας κλίμακας καὶ ἀντεχούσας ἐπὶ τῷ προτειχίσματι λύσαντες ἐκ τῶν κάτωθεν μερῶν ὑποσυροῦμεν ἐπὶ τοῦ καταστρώματος ἐπιθέντες. Ταύτην δὲ τὴν σχεδίαν πασσάλοις τῇ γῇ ἐμπεπηγόσι μακρόθεν διὰ σχοινίων ἀποκρατοῦντες ἀσφαλισόμεθα· καὶ ἐκ τοῦ πρὸς ἡμᾶς χείλους τὸ ἓν αὐτῆς ἄκρον κατὰ μικρὸν ἐπιδιδόντες ἀπελάσομεν ἄνωθεν, τοῦ ἀποκρατοῦντος αὐτὴν ἀπολυομένου σφηνός. Καὶ οὕτως κατὰ μικρὸν ἡ σχεδία παρέρχεται ὑπὸ τῆς τοῦ ὕδατος κατα274 φορᾶς καθάπερ θύρα διανοιγομένη, τοῦ στρατεύματος πλήρης οὖσα· καὶ μετέρχεται τὸ ἓν αὐτῆς ἄκρον ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ τὸ πρὸς τοὺς πολεμίους. Καὶ ἐπεὶ μακροτέρα τοῦ ποταμοῦ πλάτους ὑπετέθη, οὐ δύναται ὑπὸ ῥεύματος πρὸς κατάρρουν πάλιν ἀντιστρέφεσθαι. Τοῦ δὲ προτειχίσματος ἔνδοθεν ἐπὶ τῷ καταστρώματί εἰσιν ἀφεθέντα τρυπήματα πρὸς μέρη τινὰ καὶ μέχρι τῆς γῆς διερχόμενα, πρὸς ἃ πάσσαλοι ξύλινοι ἐπιμελῶς πήγνυνται καὶ προσδέδεται κρυφίως ἡ σχεδία. Καὶ ἔστι τὸ σχῆμα τοιοῦτον. Ἐπελθόντος δὲ τοῦ ἑνὸς τῆς σχεδίας ἄκρου ἐπὶ τὸ ἐναντίον χεῖλος τοῦ ποταμοῦ καὶ πρὸς τῇ γῇ ἀσφαλισθέντος ἔνδον τοῦ προτειχίσματος, ὡς προείρηται, τότε ἀπολύεται ἐξ ἄκρου καὶ τὸ ἕτερον, καὶ πάλιν ἡ τοῦ ῥεύματος καταφορὰ πλαγίαν αὐτὴν ἐπιπέμπει καὶ