20
τούτῳ καὶ δίκαιοι καὶ ἄδικοι ἀλλήλοις συναγελάζονται κοινωνίᾳ βίου, οὐ μὴν καὶ ὁσιότητος, καὶ τοῦτο οὐχ ἁμαρτά νουσιν οἱ θεοφιλεῖς· μιμηταὶ γάρ εἰσιν τοῦ Πατρὸς αὐτῶν τοῦ ἐν τοῖς οὐρανοῖς, τοῦ τὸν ἥλιον αὐτοῦ ἀνατέλλοντος ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ βρέχοντος αὐτοῦ τὸν ὑετὸν ἐπὶ πονηροὺς καὶ ἀγαθούς. Καὶ οὐδὲν κινδυνεύει ὁ δίκαιος ἐν τουτῷ· ἐν γὰρ τῷ σταδίῳ καὶ νικηταὶ καὶ νικώμε νοι εἰσίν, ἐν δὲ τῷ στεφάνῳ μόνοι οἱ γενναίως ἀγωνισάμε νοι· οὐδεὶς γὰρ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Ἕκαστος γὰρ περὶ ἑαυτοῦ ἐξομολογήσεται, καὶ οὐ μὴ συναπολέσῃ ὁ Θεὸς τὸν δίκαιον μετὰ τοῦ ἀδίκου, ἐπείπερ παρ' αὐτῷ τὸ ἀναμάρτητον ἀτιμώρητον. Oὔτε γὰρ τὸν Νῶε κατέκλυσεν, οὔτε τὸν Λὼτ κατέφλεξεν, οὔτε τὴν Ῥαὰβ συναπώλεσεν. Eἰ δὲ βούλεσθε γνῶναι καὶ τὰ ἐφ' ἡμῶν γενόμενα, Ἰούδας σὺν ἡμῖν ὢν ἔλαβεν τὸν κλῆρον τῆς διακονίας, ὃν καὶ ἡμεῖς, καὶ Σίμων ὁ μάγος τὴν ἐν Κυρίῳ σφραγῖδα· ἀλλ' ἑκάτερος αὐτῶν ἀναδειχθεὶς φαῦλος, ὁ μὲν ἀπήγξατο, ὁ δὲ παρὰ φύσιν ἱπτάμενος συνετρίβη. Καὶ ἐν τῇ κιβωτῷ Νῶε καὶ οἱ υἱοὶ αὐτοῦ ὑπῆρχον, ἀλλὰ πονηρὸς ὁ Χὰμ εὑρεθεὶς μόνος καὶ εἷς τῶν υἱῶν ἐδέξατο τὴν τιμωρίαν. Eἰ δὲ καὶ πατέρες ὑπὲρ παίδων οὐ τιμωροῦνται οὔτε υἱοὶ ὑπὲρ πατέρων, δῆλον ὡς οὔτε γυναῖκες ὑπὲρ ἀνδρῶν, οὔτε οἰκέται ὑπὲρ δεσποτῶν, οὔτε συγγενεῖς ὑπὲρ συγγενῶν, οὔτε φίλοι ὑπὲρ φίλων, οὔτε δίκαιοι ὑπὲρ ἀδίκων, ἀλλ' ἕκαστος ὑπὲρ τοῦ οἰκείου ἔργου τὸν λόγον ἀπαιτηθήσεται. Oὔτε γὰρ Νῶε ὑπὲρ τοῦ κόσμου δίκην εἰσεπράχθη, οὔτε Λὼτ ὑπὲρ Σοδόμων ἐπυρπολήθη, οὔτε Ῥαὰβ ὑπὲρ τῶν Ἱερι χουντίων ἐσφάγη, οὔτε Ἰσραὴλ ὑπὲρ Aἰγυπτίων· οὐ γὰρ ἡ συνοίκησις κατακρίνει τοὺς δικαίους σὺν τοῖς ἀδίκοις, ἀλλ' ἡ τῆς γνώμης ὁμόνοια. Oὐ χρὴ τοίνυν τοῖς ἑτοι μοθανάτοις καὶ μισανθρώποις καὶ φιλεγκλήμοσιν καὶ μετὰ προφάσεως θανατοποιοῖς προσέχειν. Ἕτερος γὰρ ὑπὲρ ἑτέρου οὐκ ἀποθανεῖται, ἀλλὰ· «Σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται». Καί· «Ἰδοὺ ἄνθρωπος καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ.» ∆εῖ δὲ ἡμᾶς βοηθεῖν τοῖς νοσοῦσιν καὶ κινδυνεύουσιν καὶ σφαλλομένοις, καὶ ὅσον οἷόν τε τῇ παραινέσει τοῦ λόγου ὑγιάζειν αὐτοὺς καὶ ·ύεσθαι ἐκ θανάτου· «Oὐ χρείαν γὰρ ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες, ἐπειδὴ καὶ οὐκ ἔστιν θέλημα ἔμπροσθεν τοῦ Πατρός, ἵνα ἀπόληται εἷς τῶν μικρῶν.» Oὐ γὰρ τὴν τῶν σκληροκαρδίων ἀνθρώπων βούλησιν ἱστᾶν χρή, ἀλλὰ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς τῶν ὅλων τὴν διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου