Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
καὶ υἱοὶ τῆς τὸ τηνικάδε Συν- αγωγῆς οἱ θεσπέσιοι μαθηταί. Ὅτι δὲ πατέρες γεγό- νασι τῶν πεπιστευκότων, ἄκουε Παύλου λέγοντος, "6Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα."6 Καὶ πάλιν· "6Τεκνία μου, οὓς πάλιν ὠδί- νω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν."6 ∆ιαμέμνη- ται δὲ καὶ ἕτερος ἡμῖν τῶν ἁγίων προφητῶν αὐτοῦ, περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ τῆς ἀναδείξεως τῶν ἁγίων αὐτοῦ μαθητῶν, καί φησιν· "6Ἰδοὺ δὴ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν."6 Οἱ μὲν γὰρ τῆς Ἰουδαίων Συναγωγῆς ἡγούμενοι, καὶ ζωῆς εἴχοντο τῆς ἐκνομω- τάτης, καὶ τὸ μετὰ κρίσεως, τοῦτ' ἔστι, δικαιοσύνης ἄρχειν οὐκ ᾔδεσαν. Βασιλεύσαντος δὲ Χριστοῦ τῆς ὑπ' οὐρανὸν, δίκαιοί τε καὶ ἀγαθοὶ, καὶ μετὰ κρίσεως ἄρχοντες, οἱ θεσπέσιοι γεγόνασι μαθηταί· ὧν ἀναδε- δειγμένων, κέκληται πάλιν πόλις δικαιοσύνης, καὶ μητρόπολις πιστὴ Σιὼν, τοῦτ' ἔστιν, ἡ Ἐκκλησία. Ὅτι δὲ οὐκ ἀδιακρίτως, ὡς ἔφην, ἀλλ' ἐν φροντίδι καὶ λόγῳ τῷ μετὰ δικαιοσύνης ἡ παρὰ Θεοῦ γέγονε πύρωσις, ἤτοι δοκιμασία, φανερὸν καθίστησι τὸ εὐ- δοκιμῆσαν γένος διὰ τῆς πίστεως· προσεπάγει λέγων, "6Ὅτι μετὰ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς καὶ μετὰ ἐλεημοσύνης, καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οἱ ἐγκαταλιπόντες τὸν Κύριον συντελεσθήσονται."6 ∆ιακεκριμένων γὰρ ἤδη τῶν γενῶν, καὶ τοῦ μὲν πεπιστευκότος εὐδοκιμοῦν- τος, ὡς ἔφην, θατέρου γε μὴν οὐ μετρίως προσ- κεκρουκότος, σέσωσται μὲν τὸ ἀπόλεκτον, ὠλόθρευτο δὲ πᾶν ὅσον ἦν ἐν αὐτοῖς βδελυρὸν καὶ ἀπηχθη- μένον, καὶ ἀπονοίας σύντροφον, καὶ βεβιωκὸς ἀνοσίως, καὶ Χριστοῦ μὴ πεφροντικὸς τοῦ σώζειν εἰδό- τος, καὶ ἀνιέντος ἐγκλήματα καὶ δικαιοῦντος τῇ χάριτι. 9∆ιότι καταισχυνθήσονται ἐπὶ τοῖς εἰδώλοις αὐτῶν, ἃ αὐτοὶ ἠβούλοντο, καὶ ἐπῃσχύνθησαν ἐπὶ τοῖς κήποις αὐτῶν, ἃ ἐπεθύμησαν. Ἔσονται γὰρ ὡς τερέβινθος, ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων.9 Ἔφην ὅτι διττὴν ἐν τούτοις ὁ τοῦ προφήτου λόγος ποιεῖται τὴν πρόφασιν τῆς Ἰουδαίων ἀποβολῆς. ∆ιττὰ γὰρ αὐτῶν τὰ ἐγκλήματα. Πάλαι μὲν γὰρ Θεὸν ἀφέντες, τὸν ἕνα καὶ φύσει, καὶ λυτρωτὴν, λελα- τρεύκασιν εἰδώλοις, καὶ τεθύκασι θυσίας τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν τὸ σέβας ἀνάπτοντες, δεδυσσεβήκασιν οὐ μετρίως. Ἐπειδὴ δὲ Θεὸς Κύριος ἐπέφανεν ἡμῖν, κατὰ τὰς Γραφὰς, ἠρνήσαντο καὶ αὐτὸν, καὶ πεπαρῳνήκασιν οὐ μετρίως εἰς τὸν τῆς ζωῆς ἀρχηγόν. Οὐκοῦν ἀδελφὰ τὰ ἐγκλήματα, καὶ τῆς ἀπονοίας ὁ τρόπος οὐκ ἀπεοικὼς τῷ πρώτῳ, μᾶλλον δὲ καὶ ἐν αἰτίᾳ ἀπονοίας μείζονι. Καὶ ἐκολάζοντο μὲν κατά γε τοὺς πρὸ τῆς ἐπιδημίας καιροὺς ταῖς τῶν πολεμίων ἐφόδοις, πόλεων ἐμπρησμοῖς, οἴκων ἀνατροπαῖς ....... Ταῦτα γὰρ ἔδρων ἐφιέντος Θεοῦ, Πέρσαι τε καὶ Μῆδοι, Μωαβῖται, καὶ Ἰδουμαῖοι, καὶ τὰ περίοικα τῶν ἐθνῶν. Ἐπειδὴ δὲ, ὡς ἔφην, καὶ εἰς αὐτὸν ἠσέβησαν τὸν Χριστὸν, οὐκ ἐν μείοσι τῶν ἀρχαιοτέρων γεγό- 70.64 νασι κακῶν. Περιπεπτώκασι γὰρ ταῖς Ῥωμαίων στρατιαῖς, οἳ καὶ πᾶσαν ἄρδην ὠλόθρευσαν Ἰουδαίαν, ἐπαμύνοντος οὐδενὸς, ἤγουν ἐξελέσθαι δυναμένου, καὶ τῆς οὕτω πικρᾶς ἐξελέσθαι συμφορᾶς. Ταύτῃ τοί φησιν, ὅτι "6Καταισχυνθήσονται ἐν τοῖς εἰδώλοις αὐ- τῶν, ἃ αὐτοὶ ἠβούλοντο, καὶ ἐπῃσχύνθησαν ἐν τοῖς κήποις αὐτῶν, ἃ ἐπεθύμησαν."6 Ἄλση μὲν γὰρ καὶ δρυμοὺς καταλαμβάνοντες, εἶτα τοῖς εὐμηκεστέροις τῶν φυτῶν εἴδωλα περιιδρύσαντες, ἐγείροντές τε βωμοὺς, σωτῆρας ἐπεκάλουν, τοὺς ψευδωνύμους θεοὺς, καὶ ἐπ' αὐτοῖς τοῖς ἔργοις τῶν ἰδίων χειρῶν πᾶσαν ἔθεντο τὴν ἐλπίδα, τὴν τοῦ δύνασθαι κατευμε- γεθεῖν ἐχθρῶν, καὶ καταγωνίζεσθαι ῥᾳδίως τοὺς ἀνθεστηκότας. Ἐπειδὴ δὲ οἱ μὲν πολέμιοι παρῆσαν, καὶ δεδράκασι τὰ ἐχθρῶν, ἀπομεμένηκε δὲ παρὰ τῶν ἰδίων θεῶν ἀνεπικούρητος Ἰσραὴλ, κατῃσχύνθησαν ἐπὶ τοῖς εἰδώλοις αὐτῶν. Τεθέανται γὰρ αὐτοὺς καὶ πρό γε τῶν ἄλλων ἐμπιπραμένους ὁμοῦ τοῖς κήποις, ἤγουν τοῖς ἄλσεσι, καὶ αὐτοῖς τεμένεσι καὶ βωμοῖς. Οὐκοῦν διημαρτήκασι τῆς ἐλπίδος, ὅτε παθόντας τεθέανται τοὺς