De sancta trinitate DE SACROSANCTA TRINITATE  LIBER  

 Πάντα τὰ ὄντα, ἢ κτιστά ἐστιν, ἢ ἄκτιστα. Εἰ μὲν οὖν κτιστὰ, πάντως καὶ τρεπτά. Ὧν γὰρ τὸ εἶναι ἀπὸ τροπῆς ἤρξατο, ταῦτα τῇ τροπῇ ὑποκείσεται πάντως,

 ἐστὶ τὸ Θεῖον. Πῶς δὲ οὐ καὶ τόπῳ περίγραπτον, τὸ 77.1125 κινούμενον; μόνον οὗν τὸ Θεῖον ἀκίνητον δι' ἀκινησίας τὰ πάντα κινοῦν. Ἀσώματον τοίνυν ὑπολη

 ΚΕΦΑΛ. Εʹ.

 τὰ δόγματα· ἑκατέρας τε αἱρέσεως παραμένει τὸ χρήσιμον, ἐκ μὲν τῆς Ἰουδαϊκῆς ὑπολήψεως, ἡ τῆς φύσεως ἑνότης· ἐκ δὲ τοῦ Ἑλληνισμοῦ ἡ κατὰ τὰς ὑποστάσει

 Ὃν πρὸ πάντων τῶν αἰώνων λέγοντες, δείκνυμεν ὅτι ἄχρονος καὶ ἄναρχος αὐτοῦ ἡ γέννησις. Οὐ γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη ὁ Υἱὸς τοῦ Θεοῦ, τὸ

 ἄνθρωπος δῆλον ὡς ἐναντίως γεννᾷ, ὑπὸ γένεσιν τελῶν καὶ φθορὰν καὶ ῥεῦσιν καὶ πληθυσμὸν, καὶ σῶμα περικείμενος, καὶ τὸ ἄῤῥεν καὶ τὸ θῆλυ ἐν τῇ φύσει κ

 Καὶ τοῦτο δὲ ἰστέον, ὡς οὐκ ἐξ ἡμῶν μετηνέχθη ἐπὶ τὴν μακαρίαν Θεότητα τὸ τῆς πατρότητος καὶ υἱότητος καὶ ἐκπορεύσεως ὄνομα· τοὐναντίον δ' ἐκεῖθεν ἡμῖ

 δὲ ὁ τρόπος τῆς διαφορᾶς, οὐδαμῶς. Ἅμα δὲ καὶ ἡ Υἱοῦ ἐκ τοῦ Πατρὸς γέννησις, καὶ ἡ τοῦ ἁγίου Πνεύματος ἐκπόρευσις. Πάντα οὖν ὅσα ἔχει ὁ Υἱὸς καὶ τὸ Πν

 ὁμοιότητα, ἀλλὰ ταυτότητα), καὶ τὸ ἒν ἔξαλμα τῆς κινήσεως. Μία γὰρ οὐσία, μία ἀγαθότης, μία δύναμις, μία θέλησις, μία ἐνέργεια, 77.1144 μία ἐξουσία, μ

 ἀκτῖνος ἡ ἔλλαμψις ἡμῖν μεταδίδοται, καὶ αὕτη ἐστὶν ἡ φωτίζουσα ἡμᾶς, καὶ μετεχομένη ὑφ' ἡμῶν. Τὸν δὲ Υἱὸν οὔτε τοῦ Πνεύματος λέγομεν, οὔτε μὴν ἐκ τοῦ

 μάλιστα τιμιώτερα διὰ τῶν οἰκείων κατορθοῦμεν χειρῶν. ∆εξιὰν δὲ, τὴν ἐπὶ τοῖς αἰσίοις αὐτοῦ βοήθειαν, ἐκ τοῦ καὶ ἡμᾶς μᾶλλον ἐπὶ τῶν τιμιωτέρων καὶ πλ

 Οὗτος ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρὸς, δι' οὗ πᾶσαν τὴν κτίσιν, ὡς δι' οἰκείας σοφίας τε καὶ δυνάμεως, ἐδημιούργησεν ὁ Πατὴρ (αὐτὸς γάρ ἐστιν ἡ τ

 προαιρέσεως τὸ ἁμαρτάνειν, ἢ καὶ παρὰ προαίρεσιν ἐξ ἀπροσεξίας ἡμῖν ἐπιγίνεται. Μᾶλλον δὲ καὶ αὐτὸ τὸ ἀπρόσεκτον ἁμαρτία ἐστὶν, ἢ τέως γοῦν ἁμαρτίας ἀ

 ἐκάθευδε, διελέγετο, καθάπερ ἡμεῖς, ἀλλὰ πάντη ἀναμαρτήτως. Τοῦτο ὑπὲρ ἡμᾶς. Τίνι γὰρ ἂν ἡμῶν ἐν τοῖς φυσικοῖς ἀδιαβλήτοις εὑρεθείη διόλου τὸ ἄμεμπτον

 θελήσεις ἐν τῷ Χριστῷ· θέλων δὲ καὶ κατ' ἄμφω τὰς θελήσεις, κατ' ἄμφω τε τὰς ἐνεργείας ἐνεργῶν, εἶς ὁ αὐτὸς θεάνθρωπος· μὴ διαιρούμενος εἰς Θεὸν ἰδικῶ

 θέλημα προηγουμένως, ἡ θέλησις, ἥτις ἐστὶ θέλημα φυσικὸν, ὡς δεδήλωται. Λέγεται θέλημα καὶ αὐτὸ τὸ θελητόν· ὅπερ ἐν ἀνθρώποις ἐστὶν ὑποστατικὸν, οὐ τὸ

 ΚΕΦΑΛ. ΚΒʹ.

 συνανεστράφη· καὶ τὸ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὑτοῦ εἰς ἔργα αὐτοῦ· καὶ, ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου·

 Τούτων δὲ τῶν ἀνθρωποπρεπῶς ἐπὶ Χριστοῦ λεγομένων, εἴτε ἐν ῥήμασιν, εἴτε ἐν πράγμασι, τρόποι εἰσὶν ἕξ. Τὰ μὲν γὰρ αὐτῶν κατὰ φύσιν οἰκονομικῶς πέπρακτ

 συντελείας τοῦ αἰῶνος· καὶ τὰ τοιαῦτα. Ὡς γὰρ Θεὸς, ἔστι μεθ' ἡμῶν. Τὰ δὲ ἀνθρωποπρεπῆ, ὡς τὸ, Ἐκράτησαν αὐτοῦ τοὺς πόδας· καὶ τὸ, Κἀκεῖ με ὄψονται· κ

 ταυτότητα, καὶ τὴν εἰς ἄλληλα αὐτῶν περιχώρησιν. Κατὰ τοῦτο δυνάμεθα εἰπεῖν περὶ Χριστοῦ· Οὗτος ὁ Θεὸς ἡμῶν ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συναν

Τούτων δὲ τῶν ἀνθρωποπρεπῶς ἐπὶ Χριστοῦ λεγομένων, εἴτε ἐν ῥήμασιν, εἴτε ἐν πράγμασι, τρόποι εἰσὶν ἕξ. Τὰ μὲν γὰρ αὐτῶν κατὰ φύσιν οἰκονομικῶς πέπρακται καὶ λέγεται· οἷον, ὁ ἐκ Παρθένου τόκος, ἡ καθ' ἡλικίαν αὔξησίς τε καὶ προκοπὴ, ἡ πεῖνα, ἡ δίψα, ὁ κόπος, τὸ δάκρυον, ὁ ὕπνος, ἡ τῶν ἥλων τρῆσις, ὁ θάνατος, καὶ τὰ τοιαῦτα, καὶ ὅσα φυσικὰ καὶ ἀδιάβλητα πάθη ὑπάρχουσιν. Ἐν τούτοις γὰρ ἅπασιν μίξις μὲν ἔστι τοῦ θείου πρὸς τὸ ἀνθρώπινον, πλὴν τοῦ σώματος εἶναι πιστεύεται, οὐδὲν τούτων τοῦ θείου πάσχοντος, δι' αὐτῶν δὲ τὴν ἡμῶν οἰκονομοῦντος σωτηρίαν. Τὰ δὲ κατὰ προσποίησιν· οἷον τὸ ἐρωτᾷν, Ποῦ τεθείκατε Λάζαρον; ὁ ὑπὸ τὴν συκῆν δρόμος τὸ ὑποδύεσθαι, ἤγουν ὑπαναχωρεῖν· ἡ προσευχή· τὸ, προσεποιήσατο ποῤῥωτέρω πορεύεσθαι. Τούτων γὰρ καὶ τῶν παραπλησίων, οὔτε ὡς Θεὸς, οὔτε ὡς ἄνθρωπος ἔχρῃζε. Πλὴν ἀνθρωποπρεπῶς ἐσχηματίζετο, πρὸς ὅπερ ἡ χρεία καὶ τὸ λυσιτελὲς ἀπῄτει· οἷον τὴν προσευχὴν, διὰ τὸ δεῖξαι ὡς οὐκ ἔστιν ἀντίθεος, καὶ ὡς αἰτίαν ἑαυτοῦ τιμῶν τὸν Πατέρα· τὸ ἐρωτᾷν, οὐκ ἀγνοῶν, ἀλλ' ἵνα δείξῃ, ὡς κατὰ ἀλήθειάν ἐστιν ἄνθρωπος, μετὰ τοῦ εἶναι Θεός· τὸ ὑπαναχωρεῖν, ἵνα διδάξῃ μὴ προπετεύεσθαι, μηδ' ἑαυτοὺς προδιδόναι. Τὰ δὲ κατ' οἰκείωσιν καὶ ἀναφοράν· ὡς τὸ, Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες; καὶ τὸ, Μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε· καὶ τὸ, Γενόμενος ὑπὲρ ἡμῶν κατάρα· καὶ τὸ, Αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα. Οὔτε γὰρ ὡς Θεὸς, οὔτε ὡς ἄνθρωπος ἐγκατελείφθη ποτὲ ὑπὸ τοῦ Πατρὸς, οὔτε ἁμαρτία, οὔτε κατάρα γέγονεν, οὔτε ὑποταγῆναι χρῄζει τῷ Πατρί. Καθὸ μὲν γὰρ Θεὸς, ἴσος ἐστὶ τῷ Πατρὶ, καὶ οὐδὲ ἐναντίος, 77.1169 οὐδὲ ὑποτεταγμένος· καθὸ δὲ ἄνθρωπος, οὐδέ ποτε ἀνήκοος γέγονε τοῦ γεννήτορος ἵνα ὑποταγῆς δεηθῇ. Τὸ ἡμέτερον τοίνυν οἰκειούμενος πρόσωπον, καὶ μεθ' ἡμῶν τάσσων ἑαυτὸν, ταῦτα ἔλεγεν. Ἡμεῖς γὰρ ἦμεν οἱ ἁμαρτίας καὶ κατάρας ἔνοχοι, ὡς ἀπειθεῖς καὶ παρήκοοι, καὶ διὰ τοῦτο ἐγκαταλελειμμένοι. Τὰ δὲ, διὰ τὴν κατ' ἐπίνοιαν διαίρεσιν. Ἐὰν γὰρ τῇ ἐπινοίᾳ διέλῃς τὰ τῇ ἀληθείᾳ ἀχώριστα, ἤτοι τὴν σάρκα ἐκ τοῦ Λόγου, λέγεται καὶ δοῦλος καὶ ἀγνοῶν. Καὶ γὰρ τῆς δούλης καὶ ἀγνοούσης φύσεως ἦν· καὶ εἰ μὴ ἥνωτο τῷ Θεῷ Λόγῳ ἡ σὰρξ, δούλη ἦν καὶ ἀγνοοῦσα. Ἀλλὰ διὰ τὴν πρὸς τὸν Θεὸν Λόγον καθ' ὑπόστασιν ἕνωσιν, οὔτε δούλη ἦν, οὔτε ἠγνόει. Οὕτω καὶ Θεὸν αὑτοῦ τὸν Πατέρα ἐκάλεσε. Τὰ δὲ, διὰ τὴν πρὸς ἡμᾶς φανέρωσίν τε καὶ πίστωσιν, ὡς τὸ, Πάτερ, δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Αὐτὸς γὰρ δεδοξασμένος ἦν τε καὶ ἔστιν· ἀλλ' ἡμῖν οὐκ ἦν φανερωθεῖσα καὶ πιστωθεῖσα ἡ δόξα αὐτοῦ. Καὶ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον· Τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύνης καὶ ἐξ ἀναστάσεως νεκρῶν. ∆ιὰ γὰρ τῶν θαυμάτων καὶ τῆς ἀναστάσεως, καὶ τῆς ἐπιφοιτήσεως τοῦ ἀγίου Πνεύματος, ἐφανερώθη καὶ ἐπιστώθη τῷ κόσμῳ, ὅτι Υἱός ἐστι τοῦ Θεοῦ. Καὶ τὸ, Προέκοπτε σοφίᾳ καὶ χάριτι. Τὰ δὲ κατὰ τὴν τοῦ Ἰουδαϊκοῦ προσώπου οἰκείωσιν, μετὰ τῶν Ἰουδαίων ἀριθμῶν ἑαυτὸν, ὡς πρὸς τὴν Σαμαρεῖτίν φησιν· Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν.

ΚΕΦΑΛ. Κςϛʹ.

Καὶ τῶν μετὰ τὴν ἀνάστασιν τὰ μὲν εἰσὶ θεοπρεπῆ, ὡς τὸ, Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, ὡς Θεοῦ δηλονότι καὶ τοῦ ἁγίου Πνεύματος· καὶ τὸ, Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς