Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
πάντα μὲν ἀπεσπούδαζον φαυλότητος τρόπον, ἀπαραποίητά τε παντελῶς ὡς ἔν γε δή σφισιν αὐτοῖς, τῆς εὐκλεοῦς πολιτείας τετηρήκασι τὰ αὐχήματα. Ἐπειδὴ δὲ τοῖς ὁμόροις ἔθνεσιν ἐνεπλέκοντο, καίτοι διαβεβληκότος τὸ χρῆμα τοῦ νόμου ἀναπιμπλάμενοι παραχρῆμα τῆς ἐνούσης αὐτοῖς βδελυρίας, εὐπάροιστοί τε καὶ ἐλαφροὶ λίαν, καὶ τί γὰρ οὐχὶ τῶν ἀνωτάτω κακῶν νοσοῦντες ἡλίσκοντο; Καὶ τόγε παραδοξότερον. Τὰ μὲν γὰρ ἔθνη τῇ κτίσει καίτοι λελατρευκότα παρὰ τὸν κτίστην, καὶ ποιητὴν, καὶ εἰς πολύθεον πλάνην ἀπονενευκότα τῇ πρὸς τοῦτο γνησιότητι, τὰς τῶν δαιμόνων ἀγέλας ἐτίμων. Ὁ δὲ ἄνωθέν τε καὶ ἐκ πατέρων ἅγιος Ἰσραὴλ, ἐν ὀλίγῳ παντελῶς ἐποιεῖτο λόγῳ τὴν ἀπόστασιν. Τοιγάρτοι Θεὸς διὰ φωνῆς ἁγίας φησὶ πρὸς αὐτούς· Ἀπέλθετε εἰς νήσους Χετιεὶμ, καὶ ἴδετε, καὶ εἰς Κηδὰρ ἀποστείλατε, καὶ νοήσατε σφόδρα, καὶ ἴδετε εἰ γέγονε τοιαῦτα, εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ οὗτοι οὐκ εἰσὶ θεοί. Ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτῶν, ἐξ ἧς οὐκ ὠφεληθήσονται. Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἡ γῆ ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος· ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν. Καὶ πάλιν· Ὅτι κατὰ ἀριθμὸν πόλεών σου, ἦσαν θεοί σου, Ἰούδα, καὶ κατὰ ἀριθμὸν διόδων τῆς Ἱερουσαλὴμ, ἔθυον τῇ Βάαλ· ἵνα τί λαλεῖτε πρός με; Πάντες ὑμεῖς ἠνομήσατε, καὶ πάντες ὑμεῖς ἠσεβήσατε εἰς ἐμὲ, λέγει Κύριος. Κατῴχοντο γὰρ εἰς τοῦτο σκαιότητος λογισμῶν, μᾶλλον δὲ καὶ ἐγχειρημάτων, ὡς γυναίοις μὲν ἐπιμίσγεσθαι πλανωμένοις ἔτι. Ἐπειδὴ δὲ ἔτικτον, καίτοι δέον εὐθὺς τῆς Ἰου 69.65 δαίων λατρείας ἐναποσημαίνεσθαι τοῖς βρέφεσι τὰ γνωρίσματα, τὴν ἐν ὀγδόῃ περιτομὴν, καὶ τὰς ἐπὶ τούτων θυσίας, ἀνάθημα τοῖς ἀκαθάρτοις δαίμοσι τὰ ἐκ τῶν ἡγιασμένων ἀπεφέροντο λαῶν. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ διὰ φωνῆς προφήτου περὶ αὐτῶν εἰρημένον· Ὅτι τέκνα ἀλλότρια ἐγεννήθησαν αὐτοῖς. Συναφείᾳ τοιγαροῦν τῇ πρὸς τὸ χεῖρον κατεφθαρμένου λοιπὸν τοῦ ἁγίου γένους, καὶ ὅσον ἧκεν εἰς ποιότητα καὶ διαφορὰν γνώμης τε καὶ τρόπου, καὶ μὴν καὶ ἐθῶν συνενηνεγμένων εἰς ἓν τοῦ τε Ἰσραὴλ, καὶ τῶν ἐθνῶν ὄλεθρον ἁπάντων τῶν ὅντων ἐπὶ τῆς γῆς ὁ τῶν ὅλων ∆ημιουργὸς εἰκότως κατεψηφίζετο. Ἡμερότητι δὲ τῇ ἐμφύτῳ νικώμενος, οὐκ ἰσοπαλῆ ταῖς ἁμαρτίαις αὐτῶν ἐποιεῖτο τὴν ὀργήν. Ἵνα δὲ μὴ εἰς ἅπαν καταφθείρηται τὸ ἐπὶ γῆς γένος, τὴν ὡς ἐν πίστει δικαίωσιν, καὶ τὴν δι' ὕδατος ἔφεσιν προανέδειξε διὰ Νῶε. Ταύτῃτοι γέγονεν ἄνθρωπος, καὶ τοῖς ἀνθρώποις συνανεστράφη ὁ Μονογενὴς, κατὰ τὸ γεγραμμένον· ὁ ἀληθέστερος Νῶε· καὶ δὴ καὶ ὡς ἐν τύπῳ τῆς ἐν ἀρχαῖς ἐκείνης καὶ διαβοήτου κιβωτοῦ, μονονουχὶ καὶ ἐπήξατο τὴν Ἐκκλησίαν· εἰς ἣν οἱ εἰσπεπηδηκότες, τὸν ἐπηρτημένον τῷ κόσμῳ διαδιδράσκουσιν ὄλεθρον. Οὕτω καὶ ὁ θεσπέσιος Παῦλος τὸ ἐπὶ τῇ κιβωτῷ μυστήριον διερμηνεύει λέγων· Πίστει χρηματισθεὶς Νῶε, κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ. Εἰς ἣν, ὥσπερ καὶ Πέτρος φησὶν, ὀλίγαι, τουτέστιν, ὀκτὼ ψυχαὶ, διεσώθησαν δι' ὕδατος. Ὃ καὶ ἀντίτυπον ἡμᾶς νῦν σώζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν. Τίνα δὴ οὖν ἄρα τρόπον ἡ κιβωτὸς διεπήγνυτο; Τριακοσίων πήχεων, φησὶ, ποιήσεις τὸ μῆκος τῆς κιβωτοῦ, καὶ εὖρος πεντήκοντα· ὕψος δὲ τριάκοντα. Ἐπισυνάγων ποιήσεις τὴν κιβωτὸν, καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν. Ὅτι δὲ τὸ Χριστοῦ μυστήριον ὑποσημήνειεν ἂν, εἰ καὶ λίαν ἀμυδρῶς, ἡ τοιάδε κατασκευὴ, παντί τῳ σαφὲς ἂν γένοιτο καὶ μάλα ῥᾳδίως, τοῦ θεσπεσίου Παύλου γράφοντος τοῖς ἐν πίστει δεδικαιωμένοις, ὡς ἀδιάλειπτον περὶ αὐτῶν ποιοῖτο τὴν προσευχήν· Ἵνα ἐξισχύσωσι καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος, καὶ μῆκος, καὶ ὕψος, καὶ βάθος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ. ϛʹ. τίς οὖν ἄρα ἐστὶ τῶν τῆς κιβωτοῦ μέτρων ὁ λόγος; Τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος, ὀρθὴ καὶ ἀπεξεσμένη δήλωσις, καὶ τῆς μιᾶς Θεότητος τὸ ἀρτίως ἔχον, καὶ τὸ εἰς πᾶν ὁτιοῦν