συνάφειαν τὸν ἐκ σπέρματος τοῦ ∆αυείδ. {Α} Ἀλλ' εἰ μή ἐστιν αὐτὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος ὁ καὶ κατὰ σάρκα ἐκ γυναικός, ἀλλ' ἕτερος μεθ' ἑτέρου, πῶς ἂν λέγοιτο Χριστὸς ὁ μὴ κεχρισμένος, καθὰ καὶ φθάσαντες εἴπομεν; {Β} Οὐκοῦν, εἰ μή ἐστιν ἕτερος παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ὁ ἐκ σπέρματος τοῦ ∆αυείδ, λεγέσθω καὶ προαιώνιος. Εἶτα πῶς ὁ πάνσοφος Παῦλος, ἐκβάλλων τὴν δόξαν, ὡς ἐν ἐρωτήσεσίν ἐστιν ἀπαιτῶν καὶ λέγων· Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας. Ἢ γοῦν καὶ ἑτέρως ὁ γὰρ χθὲς καὶ σήμερον, φησίν, Ἰησοῦς ὁ αὐτὸς ἔσται καὶ εἰς τοὺς αἰῶνας, πρόσφατος δηλονότι καὶ χθὲς καὶ σήμερον, καίτοι τοῦ Θεοῦ Λόγου τῷ ἰδίῳ Πατρὶ συνυφεστηκότος. 747 {Α} Μάλιστα μὲν ἀδικοῦσι, παροχετεύοντες τὴν ἀλήθειαν ἐπὶ τό γε σφίσιν αὐτοῖς ἀσυνέτως δοκοῦν, καὶ τῶν ἱερῶν Γραμμάτων τὸ ἀκριβὲς παραφθείροντες. Εἰ δὲ δή τις λέγοι καὶ προαιώνιον Χριστὸν Ἰησοῦν, οὐκ ἂν ἁμάρτοι τἀληθοῦς, εἴπερ ἐστὶν εἷς Υἱὸς καὶ Κύριος, ὁ προαιώνιος Λόγος, τὴν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς κατὰ σάρκα ἐκ γυναικὸς ὑπομείνας γέννησιν. Ὅτι δὲ οὐκ ἠλλοίωται γεγονὼς ἄνθρωπος καθ' ἡμᾶς ὁ Λόγος, διαμεμήνυκε λέγων ὁ Πνευματοφόρος· Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας. Καὶ σημαντικὸν μὲν τοῦ παρῳχηκότος χρόνου ποιεῖται τὸ χθές, τοῦ γε μὴν ἐνεστῶτος τὸ σήμερον, τοῦ δὲ ἐσομένου καὶ μέλλοντος τὸ εἰς τοὺς αἰῶνας. Εἰ δὲ οἴονταί τι σοφὸν ἐννενοηκέναι, τὸ χθές καὶ σήμερον ἀντὶ τοῦ προσφάτου δεχόμενοι, διατεινόμενοί τε καὶ λέγοντες· Ὁ χθὲς καὶ σήμερον, πῶς ἂν εἴη καὶ εἰς τοὺς αἰῶνας; μεταστήσομεν καὶ ἡμεῖς τὴν τῆς ἐρωτήσεως δύναμιν εἰς τὸ ἔχον ἐναντίως. Ὁ γὰρ εἰς τοὺς αἰῶνας ὢν Λόγος, πῶς ἂν λάβοι τὸ χθὲς καὶ σήμερον ἐφ' ἑαυτῷ, εἴπερ ἐστὶν εἷς ὁ Χριστός, καὶ οὐ μεμέρισται κατὰ τὴν τοῦ θεσπεσίου Παύλου φωνήν; Ὅτι γὰρ οὕτω πρὸς ἡμῶν ἐθέλει γνωρίζεσθαι, κἀντεῦθεν εἴσῃ τοι. Καίτοι γὰρ ὁρώμενος ἐν σαρκί, καὶ τοῖς τῆς ἀνθρωπότητος μέτροις ἐμβεβηκώς, τὴν προαιώνιον ὕπαρξιν ἑαυτῷ προσμεμαρτύρηκε λέγων· Ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγὼ εἰμί. Καὶ πάλιν· Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε; Καὶ Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ ἀνθρώπου. Ὡς γὰρ ὑπάρχων ἀεὶ καὶ προαιώνιος Λόγος καθιγμένος ἐξ οὐρανῶν, εἶτα πεφηνὼς ὁ αὐτὸς ἄνθρωπος καθ' ἡμᾶς, ὡς εἷς Χριστὸς καὶ Κύριος καὶ ὅτε γέγονε σάρξ, τὰ τοιάδε φησίν. {Β} Ἐξεύρηταί τις αὐτοῖς καὶ ἕτερος λόγος. Ἔστι δὲ οὗτος· οὕτω γὰρ χρῆναί φασιν Υἱὸν νοεῖσθαι Θεοῦ τὸν ἐκ σπέρματος τοῦ ∆αυεὶδ ὡς ἂν καὶ αὐτὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος Υἱὸς εἶναι λέγοιτο τοῦ ∆αυείδ. Φύσει γὰρ οὐδ' ἕτερος. {Α} Οὐκοῦν ὁ τῆς ἀληθοῦς ἑνώσεως εἰσίτω τρόπος, ἵν' οὕτω πιστεύηται σὰρξ γεγονὼς ὁ Λόγος, τουτέστιν ἄνθρωπος, καὶ διὰ τοῦτο υἱὸς τοῦ ∆αυεὶδ οὐ κατεψευσμένος, ἀλλ' ὡς ἐξ αὐτοῦ πεφηνὼς κατὰ σάρκα, καὶ μεμενηκὼς ὅπερ ἦν, δῆλον δὲ ὅτι Θεὸς ἐκ Θεοῦ. Καὶ γοῦν οἱ τῶν εὐαγγελικῶν κηρυγμάτων ἱερουργοί, τὸν αὐτὸν γινώσκοντες Θεόν τε ὁμοῦ 748 καὶ ἄνθρωπον, τοὺς περὶ αὐτοῦ πρὸς ἡμᾶς πεποίηνται 748 λόγους. Γέγραπται γοῦν περὶ τοῦ μακαρίου Βαπτιστοῦ ὅτι Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον· Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μού ἐστι, κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ' ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων. Σύνες οὖν ὅπως ἄνδρα λέγων καὶ ἀμνὸν ὀνομάζων αὐτόν, οὐχ ἕτερον εἶναί φησι τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ τὸ μέγα τοῦτο καὶ ἐξαίσιον ἀληθῶς καὶ θεοπρεπὲς ἀξίωμα προσνενέμηκεν αὐτῷ. Ἔμπροσθεν δὲ καὶ πρῶτον γενέσθαι φησὶν αὐτοῦ, καίτοι κατόπιν γενόμενον, κατά γέ φημι τὸν τῆς κατὰ σάρκα γεννήσεως χρόνον. Εἰ γάρ ἐστιν ὀψιγενὴς καθὸ ἄνθρωπος ὁ Ἐμμανουήλ, ἀλλ' ἦν πρὸ