ΤΩι ΣΥΜΠΡEΣΒΥΤEΡΩι ΤIΜOΘEΩι ∆IOΝΥΣIOΣ O ΠΡEΣΒΥΤEΡOΣ

 ὡς οἷόν τε εἰπεῖν πειράσομαι, τὴν πασῶν ἱεραρχιῶν ἀρχήν τε καὶ τελείωσιν Ἰησοῦν ἐπικαλεσάμενος. <3> Ἔστι μὲν ἱεραρχία πᾶσα κατὰ τὸ σεπτὸν τῆς ἡμῶν ἱερ

 γὰρ αὐτῶν εὐαγές), ὡς ἁπάσης μὲν ὑπερκειμένης ἱεραρχικῆς ἱερολογίας οὐ μεταδώσεις ἑτέρῳ παρὰ τοὺς ὁμοταγεῖς σοι θεοειδεῖς ἱεροτελεστὰς αὐτούς τε πείσε

 σωτηρίας, εὐχαριστίᾳ δὲ τῆς θείας ἀγαθότητος εἰς τὸν ἱερὸν χῶρον συναγαγὼν ἐν ἀρχῇ μὲν ὕμνον τινὰ τοῖς λογίοις ἐγκείμενον ἅμα πᾶσι τοῖς τῆς ἐκκλησίας

 ἀποκάθαρσιν ὁλικῶς τῷ σώματι καθαιρομένῳ φυσικῶς δι' ὕδατος αἰνισσομένη. <2> Ἀλλ' ἔστω μὲν αὕτη τοῖς ἀτελέσιν εἰσαγωγικὴ ψυχαγωγία τά τε ἱεραρχικὰ καὶ

 παράδοσις ἱερῶς αἰνισσομένη τὸν προσιόντα τὴν οἷον προτέραν ζωὴν ἀπεκδύσασα καὶ μέχρι τῶν κατ' ἐκείνην ἐσχάτων σχέσεων ἀπολύσασα γυμνὸν καὶ ἀνυπόδετον

 <III.> Ἀλλ' εὖγε ὅτι ταύτης ἐμνήσθημεν, ἣν οὐ θεμιτὸν ἐμοὶ παραδραμόντι τῶν ἱεραρχικῶν τι πρὸ ταύτης ἕτερον ὑμνῆσαι· καὶ γὰρ ἔστι κατὰ τὸν κλεινὸν ἡμῶ

 ἱεραρχικῶς ἐν καθαρότητι τῆς θεοειδοῦς ἕξεως ἀναγομένου. Θεωρία. <1> ∆εῦρο δὴ οὖν, ὦ παῖ καλέ, μετὰ τὰς εἰκόνας ἐν τάξει καὶ ἱερῶς ἐπὶ τὴν θεοειδῆ τῶν

 πολιτείας καὶ ἱερὰς διδασκαλίας ἢ τὴν κρυφίαν καὶ μυστικὴν ἐποψίαν τοῦ τῶν μαθητῶν ἀγαπητοῦ καὶ θεσπεσίου ἢ τὴν ὑπερκόσμιον Ἰησοῦ θεολογίαν τοῖς πρὸς

 ἔτι δὲ ταῖς ἐναντίαις ἢ θέλξεσιν ἢ ταραχαῖς ἐνησχημένον. Ἀλλὰ καὶ πρὸς αὐτοὺς ἡ τῶν πανιέρων θέα καὶ κοινωνία συστέλλεται, καὶ μάλα γε εἰκότως. Eἰ γάρ

 συνάγεσθαι καὶ τῆς τοῦ ἑνὸς μετέχειν εἰρηναίας ἑνώσεως τοὺς πρὸς ἑαυτοὺς διῃρημένους. Eἰ γὰρ ὑπὸ τῆς τοῦ ἑνὸς θεωρίας καὶ γνώσεως ἐλλαμπόμενοι πρὸς τὴ

 πολυπαθεστάτην ἀλλοίωσιν. Πλανωμένη δὲ καὶ τῆς εὐθείας ὁδοῦ τῆς ἐπὶ τὸν ὄντως ὄντα θεὸν ἐκτετραμμένη καὶ ταῖς ὀλεθρίαις καὶ κακεργέτισιν ὑποταττομένη

 ἐξ ἡμῶν εἰδοποιούμενον καὶ πρὸς τὸ μεριστὸν ἡμῶν ἀναλλοιώτως ἐκ τοῦ κατὰ φύσιν ἑνὸς προϊόντα καὶ διὰ τῆς ἀγαθουργοῦ ταύτης φιλανθρωπίας εἰς μετουσίαν

 ἐπὶ δόξῃ κενῇ τὰς κατ' ἀρετὴν τοῦ κρυφίου θεοῦ καλὰς καὶ εὐώδεις ἀφομοιώσεις. Ἄχραντοι γάρ εἰσιν αἱ τοῦ θεοῦ κρυφίαι καὶ ὑπὲρ νοῦν εὐώδεις εὐπρέπειαι

 ἐναντίας πτοίας δραστήριον οὐκ ἔχοντες μόνον ἀλλὰ καὶ δωρούμενοι, τοῖς δὲ εἰς νοῦν ἱερὸν ἐκ τῶν χειρόνων μεταφοιτήσασιν ἕξιν ἱερὰν ἐντίθενται πρὸς τὸ

 τῶν θείων ἀγαθῶν νοήσεως· τὴν δὲ τῶν πτερῶν ὡς τὰ λόγιά φησιν ἑξαπλῆν θέσιν οὐκ ἀριθμὸν ἱερὸν ἐμφαίνειν οἴομαι κατὰ τὸ δόξαν ἑτέροις, ἀλλ' ὅτι τῆς περ

 θυσιαστήριον Ἰησοῦς, ἡ θεαρχικὴ τῶν θείων νοῶν ἀφιέρωσις, ἐν ᾧ, κατὰ τὸ λόγιον, ἀφιερούμενοι καὶ μυστικῶς ὁλοκαυτούμενοι τὴν προσαγωγὴν ἔχομεν, ὑπερκο

 Τὴν τελεωτέραν δὲ μύησιν ἡ θεολογία τὴν καθ' ἡμᾶς ἱεραρχίαν φησὶν ἀποπλήρωσιν αὐτὴν ἐκείνης ἀποκαλοῦσα καὶ ἱερὰν λῆξιν. Ἔστι δὲ καὶ οὐρανία καὶ νομικὴ

 Eἰ γὰρ καὶ πρὸς τῶν ἱερέων τελοῦνταί τινα τῶν σεβασμίων συμβόλων, ἀλλ' οὔποτε τὴν ἱερὰν θεογενεσίαν ὁ ἱερεὺς ἐνεργήσει τοῦ θειοτάτου μύρου χωρὶς οὐδὲ

 Μυστήριον ἱερατικῶν τελειώσεων. Ὁ μὲν ἱεράρχης ἐπὶ τὴν ἱεραρχικὴν τελείωσιν προσαγόμενος ἄμφω τὼ πόδε κλίνας ἐπίπροσθεν τοῦ θείου θυσιαστηρίου ἐπὶ κεφ

 πνεῦμα τὴν τελεταρχικὴν ἀνατίθησιν ἱεραρχικῶς τελεσιουργίαν παραγγέλλων τοῖς μαθηταῖς, ὡς τὰ λόγιά φησιν· «Ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμέν

 <VI.> <1> Aὗται μὲν αἱ ἱερατικαὶ τάξεις τε καὶ ἀποκληρώσεις δυνάμεις τε αὐτῶν καὶ ἐνέργειαι καὶ τελειώσεις. Τὴν δὲ ὑπ' αὐτὰς τριάδα τῶν τελουμένων τάξ

 μυστηρίων. Θεωρία. <1> Τὸ μηδένα τοῖν ποδοῖν κλίνειν μηδ' ἐπὶ κεφαλῆς ἔχειν τὰ θεοπαράδοτα λόγια, παρεστάναι δὲ τῷ ἱερεῖ τὴν ἐπίκλησιν ἱερολογοῦντι δη

 πληθύων ἐφέρετο πτῶσιν. Ἀλλ' ἔστιν εἰπεῖν ἱερῶς ἐπὶ τῆς οὐρανίας ἱεραρχίας, ὅτι κάθαρσίς ἐστι ταῖς ὑφειμέναις οὐσίαις ἡ παρὰ θεοῦ τῶν τέως ἀγνοουμένων

 τὰς ὀλλυμένας δὲ τῶν οἰκείων παθῶν ἡδονὰς ἑτέροις ὀφθαλμοῖς ἐπισκοπήσαντες καὶ τὴν ἱερὰν ζωὴν ἧς ἀνοήτως ἐκπεπτώκασιν, μακαρίσαντες ἐλεεινῶς καὶ ἀβουλ

 μόνοι δὲ τῶν ἱερῶν ἐκβάλλονται χώρων οἱ κατηχούμενοι. Καὶ γὰρ αὕτη μὲν ἀμύητός ἐστι καθόλου πάσης ἱερᾶς τελετῆς καὶ πρὸς οὐδὲν οὐ μικρὸν οὐ μέγα τῶν ἱ

 καὶ πρὸς μετοχὴν αὐτῶν ἕξιν ἱερὰν ἔχων ὡς τῆς οἰκείας ἐπιγνώμων βραχύτητος ἐλθὼν ἐπί τινα τῶν ὁσίων ἀνδρῶν ἀξιώσειεν αὐτὸν οἱ γενέσθαι συλλήπτορα καὶ

 προσεκτέον ὡς ὑπὸ θεοῦ κεκινημένοις. «Ὁ ἀθετῶν» γὰρ «ὑμᾶς» φησιν «ἐμὲ ἀθετεῖ.» <8> Ἀλλ' ἐπανέλθωμεν εἰς τὰ τῆς εἰρημένης εὐχῆς ἀκόλουθα. Τελέσας γὰρ α

 θείῳ πατρὶ καὶ σωτηρίας ἱερᾶς ἀναδόχῳ. Τοῦτον οὖν ὁ ἱεράρχης ὁμολογοῦντα κατὰ τὴν ἱερὰν ἀνάγειν τὸν παῖδα ζωὴν ἀπαιτεῖ τὰς ἀποταγὰς ὁμολογῆσαι καὶ τὰς

Μυστήριον ἱερατικῶν τελειώσεων. Ὁ μὲν ἱεράρχης ἐπὶ τὴν ἱεραρχικὴν τελείωσιν προσαγόμενος ἄμφω τὼ πόδε κλίνας ἐπίπροσθεν τοῦ θείου θυσιαστηρίου ἐπὶ κεφαλῆς ἔχει τὰ θεοπαράδοτα λόγια καὶ τὴν ἱεραρχικὴν χεῖρα καὶ τούτῳ τῷ τρόπῳ πρὸς τοῦ τελοῦντος αὐτὸν ἱεράρχου ταῖς παναγεστάταις ἐπικλήσεσιν ἀποτελειοῦται. Ὁ δὲ ἱερεὺς ἄμφω τὼ πόδε κλίνας ἐπίπροσθεν τοῦ θείου θυσιαστηρίου ἐπὶ κεφαλῆς ἔχει τὴν ἱεραρχικὴν δεξιὰν καὶ τούτῳ τῷ τρόπῳ πρὸς τοῦ τελοῦντος αὐτὸν ἱεράρχου ταῖς ἱεροποιοῖς πικλήσεσιν ἁγιάζεται. Ὁ δὲ λειτουργὸς ἕνα τοῖν ποδοῖν κλίνας ἐπίπροσθεν τοῦ θείου θυσιαστηρίου ἐπὶ κεφαλῆς ἔχει τὴν τοῦ τελοῦντος αὐτὸν ἱεράρχου δεξιὰν τελειούμενος ὑπ' αὐτοῦ ταῖς τῶν λειτουργῶν τελεστικαῖς ἐπικλήσεσιν. Ἑκάστῳ δὲ αὐτῶν ἡ σταυροειδὴς ἐνσημαίνεται πρὸς τοῦ τελοῦντος ἱεράρχου σφραγὶς καὶ καθ' ἕκαστον ἀνάρρησις ἱερὰ γίνεται καὶ τελειωτικὸς ἀσπασμὸς ἀσπαζομένου παντὸς ἱερατικοῦ παρόντος ἀνδρὸς καὶ τοῦ τελέσαντος ἱεράρχου τὸν πρός τι τῶν εἰρημένων ἱερατικῶν ταγμάτων ἀποτελεσθέντα. Θεωρία. <1> Κοινὰ μέν ἐστι τοῖς ἱεράρχαις τε καὶ ἱερεῦσι καὶ λειτουργοῖς ἐν ταῖς ἱερατικαῖς αὐτῶν τελειώσεσιν ἡ πρὸς τὸ θεῖον θυσιαστήριον προσαγωγὴ καὶ ὑπόπτωσις, ἡ τῆς ἱεραρχικῆς χειρὸς ἐπίθεσις, ἡ σταυροειδὴς σφραγίς, ἡ ἀνάρρησις, ὁ τελειωτικὸς ἀσπασμός· ἐξαιρετὰ δὲ καὶ ἔκκριτα τοῖς ἱεράρχαις μὲν ἡ τῶν λογίων ἐπὶ κεφαλῆς ἐπίθεσις οὐκ ἐχόντων τοῦτο τῶν ὑφειμένων ταγμάτων, τοῖς δὲ ἱερεῦσιν ἡ ἀμφοῖν τοῖν ποδοῖν κλίσις οὐκ ἐχούσης τοῦτο τῆς τῶν λειτουργῶν τελειώσεως. Oἱ γὰρ λειτουργοὶ καθὼς εἴρηται τὸν ἕνα κλίνουσι τοῖν ποδοῖν μόνον. <2> Ἡ μὲν οὖν ἐπὶ τὸ θεῖον θυσιαστήριον προσαγωγὴ καὶ ὑπόπτωσις αἰνίσσεται πᾶσι τοῖς ἱερατικῶς τελουμένοις ὑποτιθέναι καθόλου τῷ τελετάρχῃ θεῷ τὴν οἰκείαν ζωὴν καὶ τὴν ἑαυτῶν νοερὰν ὁλότητα πάναγνον αὐτῷ καὶ καθιερωμένην προσαγαγεῖν ὁμοειδῆ καὶ ὡς δυνατὸν ἀξίαν οὖσαν τοῦ θεαρχικοῦ καὶ παναγεστάτου καὶ ἱεροῦ θυσιαστηρίου τοῦ καθιεροῦντος ἱερατικῶς τοὺς θεοειδεῖς νόας. <3> Ἡ δὲ τῆς ἱεραρχικῆς χειρὸς ἐπίθεσις ὁμοῦ μὲν ἐμφαίνει τὴν τελεταρχικὴν σκέπην, ὑφ' ἧς ὡς παῖδες ἱεροὶ περιέπονται πατρικῶς αὐτοῖς μὲν ἕξιν καὶ δύναμιν ἱερατικὴν δωρουμένης, τὰς ἐναντίας δὲ αὐτῶν δυνάμεις ἀπορραπιζούσης. ∆ιδάσκει δὲ ἅμα καὶ πάσας τελεῖν τὰς ἱερατικὰς ἐνεργείας ὡς ὑπὸ θεῷ πράττοντας τοὺς τελεσθέντας καὶ τῶν οἰκείων ἐνεργειῶν αὐτὸν ἔχοντας ἐν παντὶ καθηγεμόνα. <4> Ἡ σταυροειδὴς δὲ σφραγὶς τὴν ἁπασῶν ὁμοῦ τῶν σαρκικῶν ὀρέξεων ἀνενεργησίαν καὶ τὴν θεομίμητον ζωὴν ἀφορῶσαν ἀκλινῶς εἰς τὴν ἀνδρικὴν Ἰησοῦ θειοτάτην ζωὴν ἄχρι σταυροῦ καὶ θανάτου μετὰ θεαρχικῆς ἀναμαρτησίας ἐληλυθότος καὶ τοὺς οὕτω ζῶντας ὡς ὁμοειδεῖς ἐνσημαίνοντος τῇ σταυροειδεῖ τῆς οἰκείας ἀναμαρτησίας εἰκόνι. <5> τὴν ἱερὰν δὲ τῶν τελειώσεων καὶ τῶν τελουμένων ἀνάρρησιν ὁ ἱεράρχης ἀναβοᾷ τοῦ μυστηρίου δηλοῦντος, ὡς ὁ φιλόθεος ἱεροτελεστὴς ἐκφαντορικός ἐστι τῆς θεαρχικῆς ἐκλογῆς οὐκ αὐτὸς ἰδίᾳ χάριτι τοὺς τελουμένους ἐπὶ τὴν ἱερατικὴν ἄγων τελείωσιν, ἀλλ' ὑπὸ θεοῦ κινούμενος εἰς πάσας τὰς ἱεραρχικὰς ἁγιαστείας. Oὕτω Μωσῆς ὁ νομικὸς ἱεροτελεστὴς οὐδὲ ἀδελφὸν ὄντα τὸν Ἀαρὼν εἰς ἱερα τικὴν τελείωσιν ἄγει καὶ φιλόθεον αὐτὸν εἶναι καὶ ἱερατικὸν οἰόμενος, ἄχρις οὗ θεόθεν εἰς τοῦτο κινηθεὶς ὑπὸ τελετάρχῃ θεῷ τὴν ἱερατικὴν τελείωσιν ἱεραρχικῶς ἐτελεσιούργησεν. Ἀλλὰ καὶ ὁ θεαρχικὸς ἡμῶν καὶ πρῶτος ἱεροτελεστὴς (ἐγεγόνει γὰρ καὶ τοῦτο δι' ἡμᾶς ὁ φιλανθρωπότατος Ἰησοῦς) «οὐχ ἑαυτὸν ἐδόξασεν», ὡς τὰ λόγιά φησιν, «ἀλλ' ὁ λαλήσας πρὸς αὐτόν· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκή. ∆ιὸ καὶ αὐτὸς ἐπὶ τὴν ἱερατικὴν τελείωσιν ἄγων τοὺς μαθητὰς καίπερ ὑπάρχων ὡς θεὸς τελετάρχης ὅμως ἐπὶ τὸν παναγέστατον αὐτοῦ πατέρα καὶ τὸ θεαρχικὸν