1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

20

Ἰουδαίοις, ὃν καὶ Μωσῆς προεθέσπισε προφήτης, περὶ οὗ προδιεμαρτύρατο ὁ Θεὸς λέγων, καὶ ὁ ἄνθρωπος ὃς ἐὰν μὴ ἀκούσῃ πάντα ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐν τῷ ὀνόματί μου, ἐκδικήσω ἐξ αὐτοῦ. Ἐκδεδίκηται γ' οὖν τὸ αἷμα πάντων τῶν ἀπὸ Ἄβελ μέχρι Ζαχαρίου τοῦ φονευθέντος μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, ἀπὸ τῆς γενεᾶς τῆς κατὰ τοῦ Σωτῆρος ἐπισυστάσης, καὶ μάλιστα τῶν τολμησάντων ἀφεῖναι κατ' αὐτοῦ τὴν σταύρου σταύρου αὐτὸν φωνὴν, αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον· τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· ὅπερ καὶ παραυτίκα γέγονε, τοῦ Θεοῦ καθὼς προεῖπεν ἐκδικήσαντος τὸ αἷμα τοῦ Χριστοῦ ἔκ τε αὐτῶν ἐκείνων καὶ τῶν τέκνων αὐτῶν, ἅμα τε μετελθούσης αὐτοὺς τῆς δίκης, ὡς ἐξ ἐκείνου εἰς δεῦρο μὴ δ' ὅλως ἆραι κεφαλὴν τὸ πᾶν ἔθνος δυνηθῆναι, πληρωθείσης καὶ ἑτέρας προφητείας Ἀμῶς φασκούσης, Οἶκος Ἰσραὴλ πέπτωκεν, οὐκέτι προσθήσει τοῦ ἀναστῆναι· ἅπερ καὶ ὁ ἀπόστολος τῷ πνεύματι προϊδὼν, ἀνεφώνησεν εἰπὼν, Ἔφθασεν δὲ ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Ψ. Τῆς Ὠδῆς. Ιʹ. Εὐφράνθητε οὐρανοὶ, ἅμα αὐτῷ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες υἱοὶ Θεοῦ. Καὶ τίνι ἄλλῳ προσκυνήσειν τοῖς ἀγγέλοις αὐτοῦ προστάττοι ἂν τὸ θεῖον Πνεῦμα ἢ τῷ Χριστῷ, οὗ σαφῶς ἐπὶ τῇ παρουσίᾳ ηὐφράνθη μετὰ τοῦ λαοῦ αὐτοῦ τὰ ἔθνη τοῦ τῶν δικαίων πατριαρχῶν καὶ προφητῶν 52 χοροῦ· περὶ ὧν ἐθνῶν αὖθις ἐπὶ τῆς αὐτῆς ὠδῆς ὡς πρὸς ἕτερον λαὸν ἀποτεινόμενος ὁ Θεὸς φησὶν, Αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ θεῷ, παρώργησάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς οὐκ ἐπ' ἔθνει, ἐπ' ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. Καὶ πρόδηλόν γε ὅτι μετὰ τὴν ἐκείνων ἀποβολὴν τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς παρ' ἐκείνοις σοφούς· καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο, καὶ τὰ ἀγενῆ, καὶ τὰ ἐξουθενημένα, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ πρότερον παρ' ἐκείνοις ὄντα καταργήσῃ· ὅτι δὴ πρότερον ἐκ τῶν αὐτοῦ Μωσέως χρόνων εἰδώλοις λατρεύοντες, καὶ τὸν Θεὸν παροργίζοντες καὶ παραζηλοῦντες, ἐλθόντα αὐτοῦ τὸν Χριστὸν οὐκ ἐδέξαντο· ἀλλὰ τὰ ἔθνη γε δι' αὐτοῦ τὸν Πατέρα καὶ Θεὸν τῶν ὅλων ἐπιγνόντα κατὰ τὴν ἐν χερσὶ προφητείαν εὐφρανθήσεται μετὰ τοῦ τῶν ἁγίων λαοῦ αὐτοῦ· τὸν Χριστὸν δὲ καὶ ἐνίσχυσαν πάντες οἱ υἱοὶ τοῦ Θεοῦ, οἵ τε πρότερον τὰ περὶ αὐτοῦ προφητεύσαντες, καὶ ὅσοι μετὰ τὴν παρουσίαν αὐτοῦ τὸ πνεῦμα τῆς υἱοθεσίας χωρήσαντες, ἐπὶ πᾶσαν αὐτὸν ἐκήρυξαν τὴν οἰκουμένην. Τὰ μὲν δὴ ἀπὸ τῆς Πεντατεύχου τοσαῦτα· μετίωμεν δὲ καὶ ἐπὶ τὰς ἑξῆς γραφάς. Ψ. Ἀπὸ τῆς τοῦ Ἰησοῦ γραφῆς. ΙΖʹ. Καὶ ἐγενήθη ὡς ἦν Ἰησοῦς ἐν Ἱεριχὼ, καὶ ἀναβλέψας ὁρᾷ ἄνθρωπον ἑστηκότα κατέναντι αὐτοῦ, καὶ ἡ ῥομφαῖα ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ. Καὶ προσελθὼν Ἰησοῦς, εἶπεν, Ἡμέτερος εἶ, ἢ τῶν ὑπεναντίων; Καὶ εἶπεν αὐτῷ, Ἐγὼ ἀρχιστράτηγος δυνάμεως Κυρίου νυνὶ παραγέγονα. 53 Καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ εἶπεν αὐτῷ, ∆έσποτα, τί προστάσσεις τῷ σῷ οἰκέτῃ; Καὶ λέγει ὁ ἀρχιστράτηγος Κυρίου πρὸς Ἰησοῦν, Λύσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου, ὁ γὰρ τόπος, ἐν ᾧ σὺ ἔστηκας, τόπος ἅγιός ἐστιν. Καὶ τίς ἂν ἄλλος εἴη ὁ ἀρχιστράτηγος δυνάμεως Κυρίου, ἢ ὁ Χριστὸς τοῦ Θεοῦ, ὁ πάσης ἄρχων ἁγίας καὶ πνευματικῆς τοῦ Θεοῦ στρατιᾶς; Ὅρα δὲ μὴ εἰ καὶ ὁ αὐτὸς ὁ καὶ τῷ Μωσεῖ διὰ τοῦ ἀγγέλου χρηματίσας ἐν τῷ ὄρει ἀπὸ τῶν πρὸς τὸν Ἰησοῦν λόγων ὑποφαίνεται· ἅπερ γὰρ τούτῳ νῦν, ταῦτα καὶ Μωσεῖ ὁμοίως ἀρχομένῳ τῆς θεωρίας πρὸς τοῦ Κυρίου διὰ τοῦ ἀγγέλου εἴρηται κατὰ τὸ, λύσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου, καὶ τὰ ἑξῆς. Πολυώνυμος δέ τις ὑπάρχων ὁ Χριστὸς τοῦ Θεοῦ, νῦν ἀρχιστράτηγος δυνάμεως Κυρίου χρηματίζει· ὡς καὶ ἐν Ἡσαίᾳ, Μεγάλης βουλῆς ἄγγελος· ἐν τῷ, καὶ θελήσουσιν εἰ ἐγένοντο πυρίκαυστοι· Ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης βουλῆς ἄγγελος. Εὕροις δ' ἂν καὶ ἐν τῷ Μαλαχίᾳ ἄγγελον διαθήκης αὐτὸν ὀνομαζόμενον,