20
ἀπροόπτως ἐξελθεῖν τινας τῶν τῆς πόλεως καί τινας λυμαίνεσθαι τῶν ἐκ τοῦ στρατοῦ, ἐξαπίνης ἐκ ταύτης ἐγε γόνει βοή, ὡς ἤνοικται ἡ πύλη παρά τινος τῶν ἐντός, καὶ τῇ βοῇ συνείπετο ἡ παραφυλάττουσα δύναμις, καὶ σύμπαν δὲ τὸ στράτευμα ὁπλισθὲν μετὰ τοῦ κρατοῦντος ἐφοίτα, καὶ ἐν ἀκαρεῖ πάντας εἶχεν ἡ Θεσσαλονίκη τοὺς τοῦ βασιλέως ἐντός. ὁ δὲ βασιλεὺς ἔστη περὶ τὴν πρὸς ἀνα τολὰς βλέπουσαν πύλην τῆς πόλεως καὶ ἡ τοῦ ∆ημη τρίου ἀδελφὴ Εἰρήνη, τοῦ Βουλγάρου Ἀσὰν γαμετή, γο νυπετοῦσα καὶ ποτνιωμένη μὴ παθεῖν τὸν ἀδελφὸν αὐ τῆς τῶν ὀφθαλμῶν στέρησιν. ὁ δὲ ∆ημήτριος ἔφθη εἰς τὴν ἀκρόπολιν ἀναβάς. ἐγγύας δὲ ἐνωμότους πρὸς τοῦ βασιλέως λαβοῦσα ἀπῄει περὶ τὸν ἀδελφὸν καὶ πρὸς τὸν βασιλέα τοῦτον ἐξήγαγεν. ἦν δὲ φέρων οὗτος τὴν ἡλικίαν τοῦ μείρακος, προσεχῶς ἐς αὐτὴν παραγγείλας καὶ μήπω χνοάζων τὸ γένειον, ὡραῖος δὲ τὸ εἶδος καὶ τὴν φυήν. τετί μηκε δὲ ταύτην ὁ βασιλεύς, οἷα ἐκείνης σχηματιζόμενος τὴν ταπείνωσιν. ὡς γὰρ ἀπέβη αὕτη τοῦ ἵππου, τηνι καῦτα καὶ ὁ βασιλεύς. ἡ μὲν οὖν πόλις Θεσσαλονίκη οὕ τως ὑπὸ τὸν βασιλέα γέγονεν Ἰωάννην.
46 Ὁ δὲ βασιλεὺς ἀφεὶς ἐκεῖσε τὸν μέγαν δομέστικον τὸν Παλαιολόγον νικητὴς ἐπανέζευξεν εἰς τὴν ἕω, ἀφεὶς καὶ εἰς Μελενίκον καὶ Σέρρας καὶ τὰ περὶ αὐτὰ τὸν τοῦ μεγά λου δομεστίκου υἱὸν Μιχαὴλ τὸν Παλαιολόγον· ἄλλον τε ἀλλαχοῦ ἐπαφῆκεν εἰς ἀσφάλειαν τῶν χωρῶν τε καὶ πόλεων. τὸν δὲ ∆ημήτριον, ὃν τῆς Θεσσαλονικέων ἀρχῆς καθεῖλεν, ἐν τῷ φρουρίῳ καθείρξας τῶν Λεντιανῶν ἐφρούρει. τοῦ δὲ μεγάλου δομεστίκου νοσήσαντος καὶ ἀποκαρέντος, ἀπε στάλη ἀντ' αὐτοῦ Θεόδωρος ὁ Φιλῆς. καὶ ἐπεὶ ὑπὸ τὸν βασιλέα ἐγεγόνει Θεσσαλονίκη καὶ Βέρροια, καὶ τὰ ἐκεῖθεν αὐτῶν καὶ πρὸς δυσμὰς ἀπὸ τοῦ Πλαταμῶνος ἀρχόμενα ὑπὸ τὸν Μιχαὴλ τὸν δεσπότην ἐτέλουν, ἔτι τε τὰ περὶ Πελαγονίαν καὶ Ἀχρίδου καὶ Πρίλαπον· τοὺς δὲ Βοδηνοὺς καὶ Σταρίδολα, Στροβός τε καὶ τὰ περὶ ταῦτα ὁ τοῦ ∆ημη τρίου πατήρ.
47 Ὁ οὖν βασιλεὺς ἐν τοῖς τοῦ Νυμφαίου παραχειμάσας, ἦρος φανέντος τῇ Τζουρολῷ καὶ τῇ Βιζύῃ ἐπιθέσθαι τεθέ ληκε. καὶ πρῶτον ἀφίκετο ἐν τῇ Τζουρολῷ· ἦν δὲ ἐκεῖσε ἡ τοῦ Ἀσὲλ δὲ Κάε γυνή, ἀδελφὴ τῆς βασιλίδος Εἰρήνης Εὐδοκία. ὁ μὲν οὖν Ἀσὲλ δὲ Κάε οὐκ ἐκαρτέρησεν. ὁ δὲ βασιλεὺς παρεκάθισε τῷ ἄστει καὶ ἑλεπόλεις ἔστησε καὶ μη χανήματα καταβλητικὰ τῶν ἐπάλξεων, καὶ διὰ μετρίων ἡμε ρῶν ἐχειρώσατο τοῦτο, καὶ τὴν αὐτοῦ γυναικαδελφὴν εἰς τὴν Κωνσταντίνου ἀπέστειλε καὶ τοὺς σὺν αὐτῇ. ἀλλὰ καὶ τὸ τῆς Βιζύης ἄστυ στρατιὰν ἐκπέμψας διὰ βραχέος κεχείρωκε.
48 Τότε καὶ τὸ ἄστυ Ῥόδου ἑάλω ὑπὸ Γενουϊτῶν κλοπῇ. ὁ γὰρ κρατῶν αὐτὸ Ἰωάννης ὁ Γαβαλᾶς ὁ τοῦ καίσαρος ἀδελφὸς ἀποδεδημήκει μετὰ τοῦ βασιλέως περὶ Νικομήδειαν διάγοντος. εὐθὺς οὖν βασιλικῇ προσταγῇ στέλλεται ὁ ἐπὶ τοῦ κεράσματος Ἰωάννης ὁ Καντακουζηνός, τὴν Θρᾳκησίων ἐζωσμένος ἀρχήν, καὶ εἰσῆλθε τὴν νῆσον καὶ κατέσχε φρού ριον ταύτης ὠνομασμένον Φιλέρημον, καὶ ἐμάχετο Γενουίταις. ἐγγὺς δὲ τοῦ ἄστεος πηξάμενος τὰς σκηνὰς ἐπολιόρκει τοὺς Γενουίτας. καὶ τάχος μὲν ἂν τὸ τῆς Ῥόδου ἄστυ ὑπὸ Ῥωμαίους ἐγένετο, εἰ μὴ ὁ τῆς Ἀχαΐας καὶ Πέλοπος πρίγγιψ Βαλδουῖνος εἰς Συρίαν ἐπάγων συμμαχίαν-καὶ ὁπλίτας εἶχεν ἱππότας-κἀκεῖθεν διιὼν συνθήκας μετὰ Γενουϊτῶν ἐποίησε καὶ ἀφῆκεν αὐτοῖς ἄνδρας ἑκατόν· ὃ τοὺς Ῥωμαίους ἔπεισεν ὑποχωρῆσαι εἰς τὸ Φιλέρημον. ἐξήρχοντο οὖν οἱ τοῦ πρίγγιπος ἱππεῖς καὶ τὴν χώραν ἐληίζοντο καὶ σπάνιν τῶν ἀναγκαίων Ῥωμαίοις ἐποίουν. ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης τὸ Νύμφαιον καταλαβὼν καὶ στόλον συσκευασάμε νος καὶ τριακοσίους ἱππεῖς, καὶ δοὺς αὐτοῖς στρατηγὸν τὸν Κοντοστέφανον τὸν πρωτοσεβαστὸν Θεόδωρον ἐξαπέστειλεν. οἳ τῇ νήσῳ ἐπιόντες