τὸ προστακτικόν· ἔθος γὰρ ἔχουσι τὸ ε τρέ πειν· οἷον, ὄνειρος, ὄνοιρος. 9Εἴρω9: Σημαίνει δὲ τὸ λέγω, διὰ τῆς ει διφθόγγου· ἀνε φάνη γὰρ τὸ ε ἐν τῷ ἐρῶ μέλλοντι· καὶ πάλιν, ὅτι τὰ διὰ τοῦ εἴρω βαρύτονα ἀποστρέφονται τὴν διὰ τοῦ ι μόνου γραφήν. 9Εὔειλοσ9: Σημαίνει δὲ τὸν εὐάερον τόπον· παρὰ τὸ εἴλη, ὅ ἐστιν θερμασία, γέγονεν εὔειλος. 9Εἰκάζω9: Τὸ ει δίφθογγος· ἀπὸ τοῦ εἴκω τοῦ σημαίνοντος τὸ ὁμοιῶ. 9Ἐπίχειρα9: Τὸ χει δίφθογγος· παρὰ τὴν χεῖρα γάρ. 9Ἐπειόσ9: ∆ίφθογγος· τὰ γὰρ διὰ τοῦ ειος κύρια ὀξύτονα τρισύλλαβα διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, Πηνειός· Ἀρνειός· Ἀλφειός· Σπερχειός· Ὀλμειός· ∆εινειός· οὕτως καὶἘπειὸς διὰ τῆς ει διφθόγγου. 9Ἑρμείασ9: ∆ιὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ Ἑρμέας γέγονεν κατὰ πλεονασμὸν τοῦ ι. 9Ἐρσήεισ9: ∆ιὰ τῆς ει διφθόγγου· ἀνεφάνη γὰρ τὸ ε ἐν τῇ ἐρσήεντος γενικῇ. 9Ἐρατεινόσ9: ∆ιὰ τῆς ει διφθόγγου· οἱ γὰρ ∆ωριεῖς ἐρα τεννὸς λέγουσι, ὥσπερ ποθεινὸς, ποθεννός· καὶ διὰ τὸν κανόνα τῶν εἰς νος ὀξυτόνων παρωνύμων. 9Εἴασκεν9: ∆ιὰ τῆς ει διφθόγγου· ἔστιν γὰρ ἐῶ, ἐᾶς· εἴων, εἴας, εἴα· τὰ γὰρ τοιαῦτα τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἐκτείνουσιν· οἷον, ἔτυπτον, ἔτυπτες, ἔτυπτε· ἐκ τούτου οὖν τοῦ ἐᾶς γίνεται εἴασκε διὰ τῆς ει διφθόγγου κατὰ πλεονασμὸν τοῦ ι. 9Εἴωθα9: ∆ιὰ τῆς ει διφθόγγου· ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ ἔθος καὶ ἐν τῷ εὔωθα· οἱ γὰρ Αἰολεῖς τὸ εἴωθα, εὔωθα λέγου σιν· γέγονεν δὲ τὸ εἴωθα τούτῳ τῷ τρόπῳ· ἔστιν ῥῆμα ὃ ση μαίνει τὸ ἐξ ἔθους τί διαπράττομαι, ἐξ οὗ καὶ ἔθνος· τούτου ὁ μέσος παρακείμενος εἶθα, καὶ πλεονασμῷ τοῦ ω εἴωθα καὶ εἴωθε. 9Εἰμί9: Τὸ ὑπάρχω δίφθογγος τὸ πρῶτον, τὸ δὲ δεύτερον ι· οἱ γὰρ Αἰολεῖς ἐμμὶ λέγουσιν, ὥσπερ κείρω, κέῤῥω· γέγονεν δὲ τὸ εἰμὶ οὕτως· ἔστιν ἐῶ τὸ σημαῖνον τὸ ὑπάρχω· τοῦτο 211 τρέπον τὸ ω εἰς μι γίνεται ἐμί· καὶ ἐπειδὴ τὰ εἰς μι φύσει μακρὰ παραλήγονται· οἷον, ἵστημι· τίθημι· δίδωμι· χωρὶς τοῦ ἐσμὶ, θέσει γὰρ μακρὸν παραλήγεται· καὶ πάλιν ἀναγκάζεται καὶ τοῦτο φύσει μακρὰ παραλήγεσθαι· ἢ τρέπον τὸ ε εἰς η, ἢ προσλαμβάνον τὸ ι· τὸ γὰρ ε ἐν τοῖς ῥήμασιν διχῶς μεγε θύνεται· ἢ διὰ προσθήκης τοῦ ι· οἷον, ἔχω, εἶχον· ἕλκω, εἷλ κον· ἢ διὰ τὸ τρέπεσθαι εἰς η· οἷον, ἐλαύνω, ἤλαυνον· ἐλέγχω, ἤλεγχον· καὶ ὤφειλεν μᾶλλον τρέψαι τὸ ε εἰς τὸ η, εἴπερ προσλάβεσθαι τὸ ι· τὰ γὰρ εἰς μι οὐ θέλουσι διφθόγγῳ παρα λήγεσθαι· οἷον, τίθημι· δίδωμι· χωρὶς τοῦ εἶμι τοῦ σημαί νοντος τὸ πορεύομαι· ἀλλ' ἐπειδὴ ἔτρεψεν τὸ ε εἰς τὸ η, οὐκ ἤμελλεν φυλάττειν λείψανόν τι τοῦ πρωτοτύπου· οἷον, λέγω, λόγος· νέμω, νόμος· διδῶ δίδωμι· τούτου χάριν προσέλαβεν τὸ ι, καὶ γέγονεν εἰμὶ διὰ τῆς ει διφθόγγου, ἵνα φυλάξῃ τι τῆς φωνῆς τοῦ πρωτοτύπου· διατί δὲ πάλιν οὐκ ἔτρεψεν τὸ ε εἰς τὸ η; ἵνα μὴ συνεμπέσῃ τὸ ἠμὶ τὸ σημαῖνον τὸ λέγω· τὸ γενόμενον ἀπὸ τοῦ φημὶ ἠμί. 9Εἰμί9: Τὸ ὑπάρχω· Εἶμι τὸ πορεύομαι· Ἠμὶ τὸ λέγω, τὸ γενόμενον ἐκ τοῦ φημὶ κατὰ ἀποβολὴν τοῦ φ. 9Εἶσ9: Τὸ ὑπάρχεις· διὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ εἰμὶ γέγονεν τροπῇ τῆς μι εἰς σ. 9Εἰσί9: ∆ιὰ τῆς ει διφθόγγου τὸ πρῶτον· ἀνεφάνη γὰρ τὸ ε ἔασι. 9Εἶμι9: Σημαίνει δὲ τὸ πορεύομαι· διὰ τῆς ει διφθόγγου τὸ πρῶτον· ἀπὸ γὰρ τοῦ εἴω γέγονεν τροπῇ τοῦ ω εἰς μι· σημαί νει δὲ τὸ εἴω τὸ πορεύομαι, τὸ δὲ ἰμὶ, τὸ διὰ τοῦ ι, ἀπὸ τοῦ ἴημι γέγονεν κατὰ συγκοπὴν τοῦ η. 9Ἐπικλώσειαν9: Τὸ σει δίφθογγος ὡς εὐκτικόν· τὸ δὲ κλω μέγα, ἐκ τοῦ κλῶ, κλᾶς, κλᾶ. 9Εὔρειος Ποταμόσ9: ∆ιὰ τῆς ει διφθόγγου· εὐρεὴς γὰρ καὶ εὐρέες. 9Εἰραφιώτησ9: ∆ιὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ ἐῤῥά φθαι γέγονεν ἐῤῥαφιώτης καὶ εἰραφιώτης, προσελθόντος τοῦ ι, καὶ ἀποβληθέντος τοῦ ρ· Εἰραφιώτης δὲ λέγεται ὁ ∆ιόνυσος. 212 διὰ τὸ ἐῤῥάφθαι ἐν τῷ μηρῷ τοῦ ∆ιός· ἢ παρὰ τὸ ἐρέφεσθαι, τὸ σημαῖνον τὸ στεφανοῦσθαι, γέγονεν ἐραφιώτης, καὶ κατὰ πλεονασμὸν τοῦ ι Εἰραφιώτης· ἢ παρὰ τὸ ἔριφος γέγονεν ἐρα φιώτης, καὶ κατὰ πλεονασμὸν τοῦ ι Εἰραφιώτης· καὶ γὰρ ὑπὸ ἐρίφων φασὶν ἀνατραφῆναι τὸν ∆ιόνυσον. 9Ἐμίχθη9: ι τὸ μι κατὰ παράδοσιν· μέμιχα γάρ ἐστιν ὁ μέσος παρακείμενος, εἰ δὲ διὰ τῆς ει διφθόγγου ἐγράφετο μέμοιχα εἶχεν εἶναι· ἐὰν γὰρ εὑρέθη τὸ ε ἐν δισυλλάβῳ μέλ λοντι, ἢ μόνον, ἢ μετὰ τοῦ ι, τρέπεται εἰς τὸ ο·