ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
27.3 Καὶ γίνωσκε, ὅτι ἕτερον μεσάζοντα οὐδὲν θέλω ποιήσειν πάρεξ αὐτὸν δὴ τὸν Εὐδαιμονοϊωάννην, ὃν ἔχω· ἀλλ' οὐδὲ ἐνταῦθα θέλω εὑρί σκεσθεν ἀεί, ἀμὴ θέλω διέρχεσθεν τὸν τόπον μου διὰ πολλὰ ὠφέλιμα. 27.4 Καὶ ὅταν μὲν εὑρίσκωμαι εἰς τὴν Κόρινθον, θέλω πράττειν τὰς ἐμὰς δουλείας καὶ τὰς τοῦ τόπου ἐκείνου μετὰ τοῦ Καντακουζηνοῦ καὶ τοῦ Εὐδαιμονοϊωάννου· ὅταν δὲ εἰς τὴν Πάτραν ἀπέλθω, πάλιν μὲ τὸν Λά σκαριν καὶ τὸν Εὐδαιμονοϊωάννην, καταλιμπάνων τὸν Καντακουζηνὸν εἰς τὴν ἀρχὴν αὐτοῦ· ὅταν δέ εἰμι ἐνταῦθα, μετὰ σοῦ καὶ τοῦ Εὐδαιμονοϊω άννου. 27.5 Καὶ ἄλλο, ὅτι, ὅταν σὺν θεῷ ἕξω καὶ γυναῖκαν, διὰ σοῦ θέλω ἕξειν αὐτὴν καὶ ἐνταῦθα τὸν πλείονα χρόνον θέλω διαβιβάζειν καὶ θέ λεις εἶσθεν καὶ σὺ ὁ πλέον ἐγνώριμος αὐτῆς εἰς τὰ τῆς θεραπείας αὐτῆς. 27.6 Νῦν δ' ἐγὼ μὲν ἀπέρχομαι πρὸς οἰκοδομὴν καλίω τοῦ Ἑξαμιλίου· σὺ δὲ ἐνταῦθα εὑρισκόμενος ἄρχε καλῶς τὴν ἀρχήν σου καὶ παῦσαι τὰς ἀδικίας καὶ τὰς πολλὰς ἀρχὰς τῶν ἐνταῦθα εὑρισκομένων καὶ ποίησον πάντας τοὺς ἐνταῦθα, ἵνα σὲ μόνον ἔχωσιν ἀρχὴν ὡς ἐμὲ μόνον αὐθέν την. Προσκυνήσαντός μου οὖν αὐτῷ καὶ εὐχαριστήσαντος, ἀπῆλθεν εἰς τὸ Ἑξαμίλιον τῇ η-ῃ τοῦ αὐτοῦ Σεπτεβρίου μηνός.
28.1 Τὸν δὲ Ὀκτώβριον τοῦ αὐτοῦ ἔτους ἐξῆλθεν ἀπὸ τῆς Γλαρέντζας ἡ θυγάτηρ κυροῦ Θωμᾶ τοῦ δεσπότου κυρὰ Ἑλένη, ἵνα ἀπέλ-θῃ εἰς τὴν Σερβίαν καὶ Λάζαρον τὸν υἱὸν κυροῦ Γιούργη δεσπότου ἄν δρα λάβῃ· ὅπερ καὶ ἐγένετο. 28.2 Καὶ διὰ τοῦτο καὶ δεσπότην καὶ αὐτὸν δὴ τὸν Λάζαρον ὁ βασι λεὺς κὺρ Ἰωάννης διὰ τοῦ Φιλανθρωπινοῦ Γεωργίου τετίμηκε. 28.3 Τῇ δὲ κζ-ῃ τοῦ Νοεμβρίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἦλθεν ὁ ἀμη ρᾶς κατὰ Ἑξαμιλίου καὶ τῆ ι-ῃ ∆εκεμβρίου ἀπῆρεν αὐτὸ καὶ τὸ ἐχά λασε· καὶ ἀπελθόντος αὐτοῦ καὶ ἕως εἰς τὴν Πάτραν, τὴν χώραν καὶ τὴν μόνην ἀπῆρε καὶ κατέκαυσε καὶ ἠφάνισε. 28.4 Καὶ τὸν Αὔγουστον τοῦ αὐτοῦ ἔτους ἐστάλην πάλιν ἐγὼ εἰς τὴν Πόλιν καὶ δι' ἄλλας μὲν δουλείας καὶ διὰ τὴν εἰς τὴν Τραπεζοῦνταν καὶ τὴν Γοτθίαν συνοικεσίου διὰ τοῦ αὐθεντός μου δουλείαν, ἐπεὶ προεσύν τυχαν ἀπ' ἐκεῖσε, εἰς ἃ μέρη καὶ ἱερομόναχον τὸν Ἰσίδωρον, τὸν ὕστε ρον χρηματίσαντα καὶ Ἀθηνῶν, καὶ ἀνθρώπους μου ἔστειλα καὶ ἔγραψα. 28.5 Καὶ προσμένοντός μου ἐκεῖ, τὸν Ἰούνιον τοῦ ν-ου ἔτους ἀπέ θανεν ἀπὸ λοιμώδους νοσήματος εἰς τὴν Σηλυμβρίαν ὁ δεσπότης κὺρ Θεόδωρος· καὶ φέροντες αὐτὸν εἰς τὴν Πόλιν ἔθαψαν ἐν τῇ τοῦ Παντο κράτορος μονῇ. 28.6 Καὶ τῇ ιε-ῃ τοῦ Αὐγούστου μηνὸς τοῦ αὐτοῦ ἔτους ἀπέθανεν ἐμοὶ ὁ υἱὸς Ἀλέξιος, ζήσας χρόνους εʹ καὶ μῆνας ιαʹ, θάνατος καὶ σφό δρα μου καθήψατο, οὐκ εἰδότος μου τοῦ ἀθλίου τὰ μέλλοντά μοι συμ βήσεσθαι λυπηρότερα. 28.7 Καὶ τῇ λα-ῃ τοῦ Ὀκτωβρίου μηνὸς τοῦ νζ-ου ἔτους ἀπέθανε καὶ ὁ βασιλεὺς κὺρ Ἰωάννης χρονῶν ὑπάρχων νʹ καὶ μηνῶν ιʹ καὶ ἡμε ρῶν ιεʹ. Καὶ ἐτάφη τῇ α-ῃ Νοεμβρίου εἰς τὴν μονὴν τοῦ Παντοκρά τορος, αὐτοκρατορήσας χρόνους κγʹ καὶ μῆνας γʹ καὶ ἡμέρας ιʹ.
29.1 Καὶ τῇ ιγ-ῃ τοῦ αὐτοῦ Νοεμβρίου μηνὸς ἦλθεν εἰς τὴν Πόλιν μετὰ καραβίου ὁ δεσπότης κὺρ Θωμᾶς, οὐκ εἰδὼς τὸν θάνατον τοῦ βασιλέως, ἀλλὰ περὶ τὴν Καλλίπολιν διερχόμενος ἀκούσας αὐτόν. 29.2 Ἐκείνου δὲ ἐλθόντος ἔπαυσαν πολλῷ πλέον, ἅπερ ὁ δεσπότης κὺρ ∆ημήτριος ἢ μᾶλλον οἱ αὐτοῦ σφετεριζόμενοι ἐνεργοῦσαν, ἵνα βα σιλεύσῃ, τὸν οὐχὶ καὶ δεσπότην καὶ πορφυρογέννητον παρὰ τῶν Κων σταντινοπολιτῶν ἄξιον ὄντα κρίνεσθαι, ζῶντος τοῦ πρώτου καὶ τοιούτου ἀδελφοῦ, τοῦ καὶ ἐπὶ πᾶσιν ἀγαθοῖς πρωτεύοντος ἄνευ τοῦ δυστυχὴς εἶναι. Ὅμως τὸ πρέπον καὶ δίκαιον ἴσχυσαν ὁρισμῷ τῆς ἁγίας δεσποίνας καὶ τῶν υἱῶν αὐτῆς τῶν δεσποτῶν καὶ ἀρχόντων βουλῇ καὶ γνώμῃ. 29.3 Τῇ -ῃ τοῦ ∆εκεμβρίου ἀπῆλθον ἐγὼ ἀποκρισιάρης εἰς τὸν ἀμη ρᾶν, ὅτι καὶ αὐτὴ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ καὶ τὸ πρωτεῖον τοῦ χρόνου καὶ ἡ ἀρετὴ καὶ ἡ ἀγάπη τῶν ἐν τῇ Πόλει σχεδὸν πάντων τὸν κὺρ Κων σταντῖνον εἰς βασιλέα κρίνουσι, καὶ νὰ ἐπίσταται τοῦτο κἀκεῖνος δὴ ὁ ἀμηρᾶς, ὅπερ καὶ ἔστερξε καὶ ἀπεδέξατο· καὶ μετὰ τιμῆς καὶ δώρων κἀμὲ ἀπέπεμψε. 29.4 Τὰς