20
κανονικῆς τῶν δύο μεγάλων φωστήρων ἡλίου καὶ σελήνης κινήσεως, ἐν πολλοῖς δὲ ταυτολογοῦσαν καὶ λειπομένην ἔτεσιν ζʹ τῶν εφʹ ἐτῶν τῆς 36 ἀρρήτου ἐνανθρωπήσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τοῦτο σφαλλομένην περὶ τὸ πασχάλιον ἡμέραν (τῷ γὰρ εφκεʹ ἔτει τοῦ κόσμου ταύτην γεγενῆσθαι παραδίδωσι μηνὸς Μαρτίου κʹ, ἤτοι κατ' Αἰγυπτίους Φαμενὼθ κʹ), ὁμοίως δὲ καὶ περὶ τὸ γενέθλιον τοῦ σωτῆρος ἡμῶν ἔτος οὐχ ὑγιῶς ἔχουσαν. ἀμφότεροι δὲ αὐτῶν τὸν Καισαρείας Παλαιστίνης Εὐσέβιον καταμέμφονται, ὅτι μὴ δεδύνηται ὡς αὐτοὶ τὸν μυριαδισμὸν τῶν Χαλδαϊκῶν ἐτῶν, ἤτοι τῶν ρκδʹ, εἰς ἡμέρας νοῆσαι, καὶ ἀναλύσεως ἢ με ρίσεως αὐτοὶ πεποιήκασιν, ὡς προδέδεικται, ἵνα σύμφωνος εὑρεθῇ τῇ γραφῇ. ἡμεῖς δὲ αὐτὸν μᾶλλον ἀποδεχόμεθα μὴ συμβιβάσαντα τὸ ψεῦδος τῇ ἀληθείᾳ. πολυμαθὴς γὰρ ὢν καὶ εἰδὼς Χαλδαίους μὲν ἀπείρους αἰῶνας τῆς κοσμογονίας εἰσάγοντας, Ἕλληνας δὲ καὶ Αἰγυπτίους ἐν εἴκοσι πέντε περιόδοις ἐτῶν λέγοντας τῶν ἀπὸ αυξαʹ, ἤτοι ἐν λ ςʹ χιλιάσι καὶ φκεʹ τὴν κοσμικὴν ἀποκατάστασιν γίνεσθαι λέγοντας, ἤγουν ἀπὸ σημείου εἰς ση μεῖον τοῦ οὐρανοῦ τὴν ἀποκατάστασιν, ὡς ἐν τοῖς Γενικοῖς Ἑρμοῦ καὶ ταῖς Κυραννίσι φέρεται, τούτου χάριν περιττὸν ἡγήσατο τὰς ἀλλοτρίας δόξας ἀλληγορῆσαι, ὡς ἔοικε. μέμφονται δὲ αὐτὸν ἐν ἄλλῳ μέρει εὐλόγως, ὅτι ἐν τῇ ἀνακεφαλαιώσει τοῦ χρονογραφείου αὐτοῦ ς ζʹ ἔτη ἐσφάλη. ἀντὶ γὰρ εωι ςʹ εφκ ςʹ. ἐστοιχείωσε δὲ οὕτως· ἀπὸ Ἀδὰμ ἕως τῆς γεννήσεως Ἀβραὰμ συνῆξεν ἔτη γρπδʹ, καὶ ἀπὸ Ἀβραὰμ ἕως τῆς εἰκοσαετηρίδος Κωνσταν τίνου ἐν τῷ κατὰ πλάτος συνῆξε χρόνον ἐτῶν βτμβʹ. ἃ γίνεται ἔτη εφκ ςʹ. ἡ δὲ τοιαύτη παράνοια, φησὶν ὁ Ἀννιανός, ἐκ τοῦ ἀνακυκλευτικοῦ τόμου τοῦ πάσχα ἐλέγχεται, ἤτοι ἐκ τοῦ ἡλιακοῦ κύκλου τῶν φλβʹ ἐτῶν. εἰς ταῦτα γὰρ ἀναλύσαντες τὰ εφκ ςʹ ἔτη εὑρίσκομεν περιόδους ιʹ καὶ λοιπὰ ἔτη ς ςʹ· ταῦτα εἰσαγαγόντες εἰς τὸν τοῦ πάσχα τόμον ἀκόλουθον εὑρί σκομεν τὴν ιδʹ τῆς σελήνης καὶ τὴν ἀναστάσιμον ἡμέραν τὴν κυριακὴν τῷ εωι ςʹ. ὡσαύτως ἀναλύσαντες εἰς φλβʹ εὑρίσκομεν περιόδους ιʹ καὶ λοιπὰ υ ζςʹ ἔτη. ταῦτα εἰσενέγκαντες εἰς τὸν τοῦ πάσχα τόμον εὑρίσκομεν τὴν ιδʹ σύμφωνον τοῦ Φαμενὼθ κθʹ, ὅ ἐστι Μαρτίου κεʹ, τὴν δὲ κυριακὴν Φαρμουθὶ γʹ, τοῦτ' ἔστι Μαρτίου κθʹ. τῶν δὲ παραλειφθέντων ἐτῶν ς ζʹ τῷ αὐτῷ Εὐσεβίῳ ἡ ἀπόδειξις ἐν ταῖς θείαις γραφαῖς οὕτω κεῖται· μετὰ τὸν κατακλυσμὸν τῷ Σὴμ γεννᾶται ὁ Ἀρφαξάδ, εἶθ' οὕτως γεννᾶται Καϊνᾶν· τοῦτον τὸν Καϊνᾶν οὐκ ἐγενεαλόγησεν ὁ Εὐσέβιος τεκνώσαντα ἐν 37 τῷ ρλʹ ἔτει τῆς ζωῆς αὐτοῦ τὸν Σαλά· ἔτι δὲ καὶ Ἀωδὼν τὸν κριτὴν οὐκ ἐστοιχείωσε κρίναντα τὸν Ἰσραὴλ ἔτη ιʹ. οἱ δὲ οʹ ἑρμηνευταὶ ἑνδέκατον κριτὴν αὐτὸν ἔταξαν. ἔτι δὲ καὶ τὰ τῆς ἐπικρατήσεως τῶν ἐν τοῖς κριταῖς σποράδην βασιλευσάντων ἐξ ἀλλοφύλων ἔτη ριαʹ οὐκ ἐψηφίσατο, λογι σάμενος ἐν τοῖς κριταῖς λελογίσθαι αὐτά· οἱ δὲ οʹ ἑρμηνευταὶ ὀνομαστὶ ἡρ μήνευσαν αὐτοὺς κρατήσαντας τοῦ Ἰσραὴλ ἔτη ριαʹ, τοὺς ιγʹ κριτὰς κρί ναντας τὸν Ἰσραὴλ ἔτη ς ζθʹ, ὡς εἶναι ὅλον τὸ τῶν κριτῶν βασίλειον ἐτῶν υιʹ. ἔτι δὲ καὶ μετὰ τὴν τελευτὴν Σαμψὼν τοῦ κριτοῦ τῆς ἀναρχίας, ἤτοι εἰρήνης, τοῦ λαοῦ μʹ ἔτη ἐν τῷ κατὰ πλάτος οὐκ ἔθηκεν· ὁ δὲ Ἀφρικανὸς αὐτῶν ἐμνημόνευσε καὶ τῇ τοῦ χρονογραφίου αὐτοῦ ὁμάδι συμψηφισάμενος ἥνωσε. Ταῦτα Ἀννιανὸς ἐπὶ λέξεώς φησι μεμφόμενος Εὐσέβιον τὸν Παμφίλου δικαίως περὶ τῆς παραλήψεως τῶν ς ζʹ ἐτῶν. συνῳδὰ δὲ αὐτῷ καὶ Πανό δωρος περὶ τούτων ἐγκαλεῖ, οὗ τὰς χρήσεις περὶ τούτου παρέλκον ἡγού μεθα παραθέσθαι. πλὴν καὶ Εὐσέβιος καὶ Ἰώσηππος καὶ ἄλλοι περὶ τῆς τῶν Χαλδαίων βασιλείας ἱστορικοὶ φαίνονται λέγοντες ὅτι πρὸ τοῦ κατα κλυσμοῦ ἐβασίλευον ἑπόμενοι Ἀλεξάνδρῳ τῷ Πολυίστορι καὶ Ἀβυδηνῷ καὶ Ἀπολλοδώρῳ, μηδεμίαν ἔχοντες ἀφορμὴν ἐκ τῶν θειῶν γραφῶν. ὅτι γὰρ μετὰ τὸν κατακλυσμὸν διαμερισθέντες τὴν οἰκουμένην οἱ τρεῖς υἱοὶ Νῶε πάλιν ἐπὶ τὴν ἀνατολὴν ἐξ αὐτῶν ὥρμησαν κἀκεῖθεν, ὥς φησιν ἡ γραφὴ κατ' ἐπανάληψίν τινα, μετὰ τὸν διαμερισμὸν