20
ἐξουσίαν. ἢ γὰρ ἐκ τῆς ἠπείρου μίαν τῶν τῆς πόλεως πυλῶν διατεμόντες ἐκπεσούμεθα νυκτὸς, ἢ τῶν ἐκ Γεννούας τοῦ βασιλέως φίλων τριήρη μίαν ἢ καὶ δύο πληρωσάντων ἐπιβησόμεθα, καὶ πρὸς τὰς παραλίους τῆς Θρᾴκης πόλεις αὗται δ' εἰσὶν ἡμέτεραι διὰ τὸ τὸν Συργιάννην αὐτῶν ἐπιτροπεύειν, διασωθησόμεθα· καὶ οὕτω μακρὰν γενόμενοι τῶν κινδύνων, ἃ δοκεῖ συμφέρειν ἐν ὑστέρῳ πράξομεν. τὸ δὲ νῦν ἔχον, πάσῃ δεῖ χρήσασθαι καὶ ἀνδρίᾳ καὶ προθυμίᾳ, καὶ αὐτὴν, εἰ δέοι, τὴν ζωὴν προθύμως προϊεμένους, ὥστε τῶν περισχόντων ἐξαρπάσαι κινδύνων τὸν βασιλέα, καὶ μὴ περιϊδεῖν αὐτὸν ἅμα τῷ δικαίῳ διαφθαρέντα· καὶ ἰατρῶν γὰρ τοὺς ἐμπειροτέρους ὁρῶμεν καὶ στρατηγῶν πρὸς τὰ κατεπείγοντα μᾶλλον ἱσταμένους τῶν νοσημάτων καὶ τῶν πολέμων.» Ταύτης τῆς βουλῆς καὶ πρωτοστράτορι βελτίστης εἶναι κριθεί 1.61 σης, ἐδέδοκτο πρὸς τέλος ἐξάγειν· καὶ πρωτοστράτωρ μὲν εὐθὺς πέμψας, μετεκαλέσατο τῶν οἰκετῶν καὶ τῶν φίλων ὅσους ἐνῆν· οἱ δὲ παρῆσαν σὺν τάχει. ὁ μέγας δὲ δομέστικος ἀπελθὼν, ὅσους ἐνῆν τῶν βασιλικῶν καὶ τῶν ἰδίων συναγαγὼν, τοὺς δὲ διεσκεδασμένους ὅταν ἐπανήξωσι παραγγείλας ἰέναι πρὸς τὰ βασίλεια, ἐπανῆλθε σὺν τάχει. τούτων δ' οὕτω σὺν σπουδῇ πραττομένων, ἐπεὶ κυριακὴ ἦν, ἔθος δ' ἐπεκράτησεν ἐκ πολλοῦ ἐν τῇ πρώτῃ ταύτῃ τῆς ἑβδομάδος ἡμέρᾳ Γεννουΐτας τε καὶ τοὺς ἐκ Βενετίας Λατίνους ἀφικνουμένους εἰς τὰ βασίλεια τιμῆς τε ἕνεκα καὶ ὁμολογίας τοῦ ὑπὸ βασιλεῖ τῶν Ῥωμαίων τετάχθαι, ἄλλο μὲν οὐδὲν, μόνην δὲ προσκύνησιν ἀπονέμοντας, πάλιν οἴκαδε ἀπιέναι. ἧκον καὶ τότε οἱ ἐκ Γεννούας πράξοντες τὰ εἰωθότα, ἐν οἷς ὁ μέγας δομέστικος τοὺς δύο τῶν εἰρημένων τοῦ βασιλέως φίλων εὑρὼν, καὶ τῶν τε ὑποσχέσεων ἀναμνήσας, ἔτι δὲ καὶ τὴν ἀναγκαιοτάτην τῆς βοηθείας χρείαν ἀναδιδάξας, ἐξαπέστειλε τὰς τριήρεις ἐφοπλίζειν. οἱ δ' ἀπελθόντες καὶ σπουδῇ χρησάμενοι τῷ καιρῷ προσηκούσῃ, ἐντὸς ὡρῶν εἴκοσι τρεῖς πληροῦσι τριήρεις. ταῦτα καὶ πρωτοστράτωρ ὁρῶν, καὶ ἐν ἐλπίσιν ἤδη χρησταῖς γενόμενος, ὑπερήδετό τε καὶ ὁρμῆς ἐπληροῦτο, πολλοὺς περὶ αὐτοὺς τῶν τε βασιλικῶν καὶ τῶν ἰδίων ἀθροιζομένους ὁρῶν. οὐδεὶς μέντοι τῶν συναθροιζομένων τὴν αἰτίαν τῆς συνόδου συνῄδει πλὴν Ἀποκαύχου· ἐκείνῳ γὰρ μόνῳ τὴν αἰτίαν ἐκοινώ 1.62 σαντο τῶν πραττομένων· οἱ δ' ἄλλοι τινὸς μὲν ἕνεκα μεγάλου τὴν μετάκλησιν ὑπενόουν εἶναι, καὶ τεκμήριον ἐποιοῦντο τὸ τοὺς ἵππους ἔχοντας ἰέναι πρὸς τὰ βασίλεια κελευσθῆναι, εἶχον δὲ εἰδέναι σαφὲς οὐδὲν, πλὴν τὰ περὶ τοῦ Καθαροῦ τῆς φήμης διαθρυλλούσης, διεδέδοτο γὰρ ἤδη πρὸς πάντας, ἰδεῖν τι καὶ ἀκοῦσαι καινότερον ἤλπιζον. οἱ μὲν ἐν τούτοις ἦσαν. ιγʹ. Βασιλεὺς δ' ὁ νέος νύξιν ὑποκριθεὶς τῆς γαστρὸς καὶ πρὸς τοὺς ἐξωτέρω τῶν βασιλείων ἐξελθὼν οἴκους, τὸν μέγαν δομέστικον ἀνεζήτει· εὑρὼν δὲ, σὺν ἄλγει καὶ ἀθυμίᾳ ψυχῆς «σὺ δ', ὦ ἀγαθὲ» ἤρετο «ὅπου μέχρι νῦν ἦς;» ὁ δὲ περιπαθέστερον ἀπεκρίνατο· «ὅπου μὲν οὐκ ἠβουλόμην, ἡ δ' ἀνάγκη τῶν πραγμάτων συνώθει.» εἶτ' ἐξαγγείλας ὅσα τε ἐβουλεύσαντο καὶ ὅσα ἔπραξαν ἄχρι τότε, τῆς μὲν βουλῆς αὐτοῖς ὁ βασιλεὺς καὶ τῶν πραττομένων χάριτας ὡμολόγει· ἐρωτηθεὶς δ' ὅ, τι δέοι πράττειν αὐτοὺς, τὴν μὲν δίκην ἔφησε γενήσεσθαι μέλλειν ἀναμφιβόλως· μέχρι δὲ νῦν μηδὲν εἰρῆσθαι πρὸς μηδένα τῶν ἀφικνουμένων τῷ πάππῳ καὶ βασιλεῖ. «ἐνδέχεσθαί γε μὴν καὶ νῦν ὑπερθέσθαι τὸν βασιλέα τὰ μελετώμενα, τῇ παρουσίᾳ τῇ ἐμῇ διασκεδασθέντα, ὥσπερ δὴ καὶ πρότερον ὀλίγαις ἡμέραις συμβέβηκεν, ὅτ' ἔθος ἡμῖν τὴν τοῦ μεγάλου κανόνος ψάλλεσθαι ἀκολουθίαν.» ἄξιον δὲ διηγήσασθαι καὶ τὸ τότε συμβάν. τοῦ μεγάλου λογοθέτου τοῦ Μετοχίτου ἐν ὥρᾳ μάλιστα χειμῶνος, διὰ τὴν σμικρότητα τῆς ἡμέρας, οὐ δὶς τῆς ἡμέρας, ἀλλ' ἅπαξ 1.63 εἰωθότος τοῖς βασιλείοις ἐπιδημεῖν καὶ διημερεύειν, καὶ αὐτὴν τὴν τοῦ μεγάλου κανόνος ἡμέραν διημερεύσαντος τοῖς βασιλείοις, καὶ ἤδη νυκτὸς ἐπελθούσης οἴκαδε ἀπελθόντος, ὁ βασιλεὺς κατὰ τάχος μετεκαλέσατο παρὰ τὸ πρότερον εἰωθός. τοῦτο δὲ οἱ τοῦ μεγάλου λογοθέτου παῖδες, ∆ημήτριος καὶ Νικηφόρος, ἰδόντες καὶ περί τινων καινοτέρων τὴν τοῦ πατρὸς ἀήθη