20
ανεισιν εἰς τὸ ορος· καὶ χρονίσαντος ἐκεῖ ὁ λαὸς ἠθροίσθη πρὸς ̓Ααρὼν λέγων "ποίησον ἡμῖν θεούς· ὁ γὰρ Μωυσῆς οὐκ οιδαμεν τί γέγονεν." ̓Ααρὼν δὲ βιαζόμενος προσενεγκεῖν προσέταξεν εκαστον τὰ ἐνώτια τὰ χρυσᾶ καὶ τὸν κόσμον ον αἱ γυναῖκες καὶ αἱ θυγατέρες αὐτῶν περιέκειντο. οἱ δὲ προσήγαγον, καὶ δι' αὐτῶν μόσχον ἐποίησαν χωνευτὸν καὶ εθυσαν αὐτῷ. Μωυσῆς δὲ καταβαίνων ἀπὸ τοῦ ορους καὶ τὰς δύο πλάκας τοῦ μαρτυρίου ἐν ταῖς χερσὶ φέρων λιθίνους καταγεγραμμένας ἐπ' ἀμφοτέρων τῶν μερῶν, ὡς ηγγισε τῇ παρεμβολῇ, ὁρᾷ τὸν μόσχον, 1.50 καὶ ὀργισθεὶς τὰς πλάκας συνέτριψε, καὶ λαβὼν τὸν μόσχον κατέκαυσε καὶ ἐλέπτυνε καὶ βαλὼν εἰς υδωρ ἐπότισε τὸν λαόν. καὶ ἐνετείλατο τοῖς υἱοῖς Λευί, καὶ διῆλθον διὰ τῆς παρεμβολῆς καὶ ἀπέκτειναν πολλούς, ὡς καὶ εἰς τρισχιλίους τοὺς πεσόντας ἀριθμηθῆναι. ὑπέστρεψε δὲ Μωυσῆς πρὸς τὸ ορος λέγων "κύριε, ἡμάρτηκεν ὁ λαός σου, καὶ νῦν εἰ μὲν ἀφίης αὐτοῖς τὴν ἁμαρτίαν, αφες· εἰ δὲ μή, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου σου." καὶ ειπεν αὐτῷ κύριος "κατάβηθι, ὁδήγησον τὸν λαὸν τοῦτον εἰς τὸν τόπον ον ειπόν σοι." καὶ ἐνεφάνισε κύριος τῷ Μωυσῇ αἰτήσαντι ἰδεῖν αὐτὸν τὰ ὀπίσθια αὐτοῦ. καὶ κατέβη πρὸς τὸν λαὸν αυθις δύο πλάκας ἐπιφερόμενος τοὺς δέκα λόγους γεγραμμένους ἐχούσας, καὶ ἡ οψις τοῦ προσώπου αὐτοῦ ὑπῆρχε δεδοξασμένη, καὶ οὐκ ἠδύνατο ἀτενίσαι αὐτῷ ὁ λαός, καὶ περιέθετο κάλυμμα περὶ τὴν οψιν αὐτοῦ, καὶ ουτως ὡμίλει αὐτοῖς. καὶ ἀπήγγειλεν αὐτοῖς α ἐνετείλατο ὁ θεὸς περί τε θυσιῶν καὶ καθαρσίων, καὶ ζῴων ἀκαθάρτων τε καὶ καθαρῶν, ωστε τῶν μὲν ἀπέχεσθαι, τοῖς δὲ τρέφεσθαι, περί τε μίξεων ἀθέσμων, καὶ τίνας οἱ ἱερεῖς εἰς γάμον ἀγάγωνται, καὶ οιας οἱ ἀρχιερεῖς, καὶ περὶ σαββάτου καὶ τοῦ ἑβδόμου ἐνιαυτοῦ καὶ τοῦ πεντηκοστοῦ, ον ἰωβηλαῖον καλοῦσι· καὶ οτι ἐπέταξεν ὁ θεὸς σκηνὴν γενέσθαι εἰς ην αν παραγίνοιτο συνεπαγομένην αὐτοῖς μεταβαίνουσι, καὶ μέτρα τῆς σκηνῆς εδειξεν αὐτῷ καὶ σχῆμα καθ' ο αν κατασκευασθείη. ὁ δὲ λαὸς χαίροντες ἐπὶ τούτοις προσῆγον χρυσόν τε καὶ αργυρον καὶ λίθους τιμίους καὶ χαλκὸν καὶ ξύλα καὶ τρίχας αἰγείας καὶ δέρματα κριῶν καὶ λίνον καὶ ερια. ἀρχιτέκτονας δ' ἐφίστησι τῆς σκηνῆς τόν τε τῆς ἀδελφῆς αὐτοῦ τῆς Μαριὰμ υἱὸν 1.51 τὸν Βεσελεὴλ καὶ τὸν ̓Ελιφάτζ. ηδη δὲ τῆς σκηνῆς εἰργασμένης εστησε ταύτην Μωυσῆς. ειργαστο δὲ ἡ κιβωτὸς ἐκ ξύλων ἀσήπτων, α πανταχόθεν χρυσίον περιεκάλυπτεν, ῃ τὰς δύο πλάκας ἐνέθεντο αι τοὺς δέκα λόγους ειχον ἐγγεγραμμένους. ων ὁ πρῶτος μὲν ενα θεὸν ειναί φησι καὶ τοῦτον μόνον σέβεσθαι δεῖν, ὁ δεύτερος δὲ μηδενὸς εἰκόνα ζῴου ποιεῖν μηδὲ προσκυνεῖν, ὁ τρίτος ἐπὶ μηδενὶ ματαίῳ τὸν θεὸν ὀμνύναι, ὁ τέταρτος τὰς ἑβδομάδας παρατηρεῖν ἀναπαυομένους ἐξ εργου παντός, ὁ πέμπτος γονεῖς τιμᾶν, ὁ εκτος φόνου ἀπέχεσθαι, ὁ εβδομος μὴ μοιχεύειν, ὁ ογδοος μὴ κλέπτειν, ὁ ενατος μὴ ψευδομαρτυρεῖν, ὁ δέκατος μηδενὸς ἀλλοτρίου ἐπιθυμεῖν. ταύτην ουν τὴν κιβωτὸν εἰσάγουσιν εἰς τὸ αδυτον. ἐν δὲ τῷ ναῷ τιθέασι τράπεζαν, καὶ ἐπὶ ταύτῃ αρτους ἀζύμους δώδεκα καὶ λυχνίαν χρυσῆν καὶ θυμιατήριον ξύλινον ἐντός, εξωθεν δὲ χρυσίῳ κεκαλυμμένον. καὶ πρὸ τῆς σκηνῆς βωμὸν ἱδρύσατο ξύλινον χαλκαῖς λεπίσι περιεληλαμένον, ου αντικρυς φιάλαι καὶ κρατῆρες σὺν θυΐσκοις ἐτίθεντο, καὶ αλλα σκεύη α πρὸς ἱερουργίαν ἡτοίμαστο, χρύσεα πάντα. γίνονται δὲ καὶ τοῖς ἱερεῦσι στολαί, ἀλλὰ μέντοι καὶ τῷ ἀρχιερεῖ. ἀρχιερέα δὲ ὁ θεὸς τὸν ̓Ααρὼν ἐψηφίσατο. συναθροίσας δὲ τὸ πλῆθος ὁ Μωυσῆς "ανδρες" εφη, "τὸ μὲν εργον τετέλεσται, τῆς δὲ τοῦ ἱερᾶσθαι τιμῆς ὁ θεὸς τὸν ̓Ααρὼν ἀξιοῖ." προσέταξε δὲ Μωυσῆς εἰσφέρειν εκαστον σίκλου τὸ ημισυ, ιν' εἰς τὰς περὶ τὴν σκηνὴν χρείας ειη ἀνάλωμα. ὁ δὲ σίκλος νόμισμα ̔Εβραίων ἐστὶν ̓Αττικὰς δεχόμενον δραχμὰς τέσσαρας. τὸ δὲ πλῆθος τῶν εἰσφερόντων ην μυριάδες ἑξήκοντα καὶ πεντακισχίλιοι πεντακόσιοι πεντήκοντα. τὴν δ' εἰσφορὰν ἐποιοῦντο τῶν ἐλευθέρων οἱ τὸν εἰκοστὸν 1.52 ὑπερβάντες ἐνιαυτὸν αχρι πεντηκοστοῦ. ἐποιήθη δὲ ἡ σκηνὴ μησὶν ἑπτά. εδειξε δὲ ὁ θεὸς κατὰ