20
πανταχόθεν γνωρίζουσιν, ἀλλὰ τότε μόνον, οταν αὐτοῖς πλησιάσωσι τοῖς ἰδίοις αἰσθητοῖς. Αἰσύμη. πόλις Θρᾴκης. ὁ πολίτης Αἰσυμαῖος, ὡς ∆ύμη, ∆υμαῖος. Αἰχμαλωσία. παρὰ τὴν αἰχμὴν, τοῦτ' εστι τὸ ξίφος, καὶ τὸ ἁλῶ, τὸ πορθῶ. Αἰχμαί. αἱ ἐπιδορατίδες τῶν σιδηρῶν δοράτων, αιτινες λόγχαι καλοῦνται. παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ, η παρὰ τὸ αιμα χέειν ἀϊμὴ καὶ κράσει αἰμὴ, καὶ πλεονασμῷ τοῦ ˉχ αἰχμή. καὶ αἰχμητάων, δωρικῶς. Αιτησισ. παρὰ ̓Αριστοτέλει αιτησίς ἐστι τοῦ ἐναντίου ἡ ἐν λόγοις παραγωγὴ, τὸ λαμβάνειν τι παρὰ τοῦ ἀποκριναμένου, καὶ μετὰ ταῦτα πειρᾶσθαι τὸ ἀντικείμενον αὐτῷ παρ' αὐτοῦ λαμβάνειν, καὶ διὰ τούτου τοῦ τρόπου δεῖξαι τὴν ἀντιλογίαν τῶν ἀποκρίσεων. Αἰτναία πῶλοσ. ἀντὶ τοῦ μεγάλη. Αἰτναίας ἐπὶ πώλου βεβῶσαν. Αιτνη. ορος ἐν Κατάνῃ τῆς Σικελίας, ἐν ῃ τὸ Αἰτναῖον πῦρ ἀναδίδοται. alpha.86 Αἰτωλία. χώρα, ητις ἐστὶν ἡ Καλυδών. Αἰτία. ἡ ἀρχὴ τῆς ἀρχῆς, ηγουν ἡ πηγὴ καὶ ἡ ῥίζα. ἡ αἰτία καὶ ἡ πρόξενος. Αἰψηρήν. ἀντὶ τοῦ ταχεῖαν. -λύσαν δ' ἀγορὴν αἰψηρήν- Αιρα. παρὰ τὸ ῥαίω τὸ φθείρω γίνεται ῥαία καὶ ἐν ὑπερθέσει αιρα. ἡ τὰ τυπτόμενα διαφθείρουσα. Αἰώρα. ἀπὸ τοῦ αιρω αιρα, καὶ πλεονασμῷ τοῦ ω αἰώρα, ἡ κρεμάστρια. (Οὐδέτερον.) Αιαγμα. ὁ θρῆνος. εαγμα δὲ τὸ σύντριμμα, ψιλόν. Αἰγεῖον. τὸ τοῦ Αἰγέως μαντεῖον. αἰγεῖον, δέρμα αἰγὸς η καὶ μέλος. Αιγιον. πόλις, η τόπος τῆς ̓Αχαΐας. ὁ πολίτης Αἰγιεύς. Αἰγλήεντα. λαμπρὸν, καὶ ἐπὶ ἀρσενικοῦ. Αἰδέσιμον. καλὸν, η λαμπρὸν, ἀξιοτίμητον. Αἰδοῖα. τὰ μόρια παρὰ τὸ τὴν αἰδῶ· γυμνῶσαι γὰρ η ὀνομάσαι ταῦτα αἰδούμεθα. η παρὰ τὸ ἀνοιδαίνειν ἐν τῇ συνουσίᾳ ὀργῶντα. εστιν ουν οἰδοῖα, καὶ τροπῇ τοῦ ˉο εἰς ˉα αἰδοῖα. Αἰθιόπιον. χωρίον τῆς Εὐβοίας. καὶ Αἰθυόπιον χωρίον Λυδίας. ἀφ' ου ἡ Αρτεμις Αἰθιοπία. Αἰθαλόεν. κεκαυμένον. Αιθρον. τὸ καῦμα. alpha.87 Αιθοσ. τὸ καῦμα, φλογμός. Αιθυγμα. τὸ ορμημα. ὁ δὲ βασιλείαν ὠνειροπόλει· καὶ αιθυγμα ἀμηγέπη, καὶ φαντασίαν τινὰ ἀπετέλει μοναρχίας. Αιθυγμα. ἐπὶ πυρός. αιθυγμα καὶ τὸ ὁμοίωμα. Αικνον. τὸ σύνδειπνον. Αιμα. ἡ τελευταία τροφὴ τοῖς ἐναίμοις ζώοις. καὶ αιμα τὸ γένος· ταύτης τοι γενεῆς καὶ αιματος ευχομαι ειναι. καὶ τῶν ἐν ἡμῖν τεσσάρων χυμῶν τὸ καιριώτατον. Αἱματώεντα. τὸ αἱματώδη. Αἱμηρόν. πλῆρες αιματος. Αιμνιον. τὸ αγγος. Αινιγμα. διήγησις μὲν ὡσπερεὶ γεγονότος, μὴ γεγονότος δὲ, μὴ γενέσθαι δυναμένου, σημαίνοντος δέ· ὡς τό· ειπε τὰ ξύλα χρίσαι ἐφ' ἑαυτοῖς βασιλέα. ἐκ τοῦ αἰνὸς, ο σημαίνει τὸ δεινὸν καὶ φοβερόν. Αἰνίγματα. τὰ ζητήματα. Αἰνικτά. αγνωστα, κεκρυμμένα. ὡς πάνταγ' αἰνικτὰ καὶ ἀσαφῆ μοι λέγεις. Αινιον. πόλις. καὶ Αἰνίους. Αἰπόλια. αἰγονόμια. Αἰπύ. δυσχερὲς, ὑψηλὸν, μέγα. Αιποσ. τὸ υψος. Αἰπόν. τὸ ἀκρωτήριον. Αἰρόπινον. τὸ κόσκινον, ἐν ῳ οἱ πυροὶ σήθονται, alpha.88 ὑπὲρ τοῦ τὰς αιρας διελθεῖν. λέγεται δὲ καὶ τὸ σκοτεινόν. Αἱρετόν. τὸ ἐπιθυμητόν· τὸ καλόν· τὸ ἡδύ· τὸ συμφέρον. Αἱρετώτερον. τὸ προκριτώτερον. οὐκ ἐκ τοῦ παραλλήλου κεῖται τὸ αἱρετώτερον τοῦ βελτίονος, ἀλλ' ἐπὶ πλεῖον τὸ βέλτιον τοῦ αἱρετωτέρου. τὸ μὲν γὰρ αἱρετώτερον ἐν τοῖς αἱρετοῖς, καὶ μόνοις· τὸ δὲ βέλτιον καὶ ἐν αλλοις. καὶ γὰρ ἐν θεωρητικοῖς καὶ φυσικοῖς καὶ λογικοῖς ἡ ζήτησις ἡ τοῦ βελτίονος. ὁ γὰρ ζητῶν, ποτέρα βελτίων οὐσία, ἡ κινουμένη η ἡ ἀκίνητος, φυσικὸν μεταχειρίζεται πρόβλημα· λογικὸς δὲ ὁ ζητῶν, βέλτιον πότερον, ἐπαγωγὴ η συλλογισμός· θεωρητικὸς δὲ ζητῶν, πότερον ἡ φρόνησις πρακτικωτάτη η θεωρητική. Αισια. δίκαια, γνήσια, δεξιά. Αισυλα. ἁμαρτωλὰ, αδικα, παράνομα, ἀπρεπῆ. -αισυλα ῥέζεις. Αισιμα. τὰ προσήκοντα, παρὰ τὴν αισαν· ἐνίοτε δὲ καὶ τὰ καθήκοντα η τὰ ἀγαθά· εστιν οτε καὶ τὰ εἱμαρμένα. Αιτημα. ζήτημα, καὶ ἡ ἐπιθυμία. ∆αβίδ· καὶ εδωκεν αὐτοῖς τὸ αιτημα αὐτῶν. Αιτιον. ἐξ ου γίνεταί τι, καὶ δι' ου, καὶ ἐν ῳ. ἰστέον, οτι τὸ αιτιον ἑπταχῶς· ποιητικὸν αιτιον, ὡς ὁ τέκτων τῆς κλίνης· τελικὸν αιτιον, ὡς ἡ alpha.8 ἀνάπαυσις, δι' ην ἡ κλίσις· οργανον αιτιον, ὡς τὸ σκέπαρνον καὶ ὀπρίων, δι' ων ἡ κλίσις· ὑλικὸν αιτιον, ὡς τὸ ξύλον, ἐξ ου ἡ σκευαζομένη κατὰ διάνοιαν καὶ εἰδοποιουμένη διαμόρφωσις· παραδειγματικὸν