1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

20

πεπλανημένους ἐπηγάγετο, ὑποληφθεὶς ὁ ἐλεεινὸς διορθωτὴς εἶναι τῶν προειρημένων ἀπατεώνων, μαγικῆς ὑπάρχων κυβείας ἐμπειρότατος. Ἀπατήσας δὲ τοὺς προειρημένους πάντας καὶ τὰς προειρημένας προσέχειν αὐτῷ, ὡς γνωστικωτάτῳ, καὶ δύναμιν τὴν μεγίστην ἀπὸ τῶν ἀοράτων καὶ ἀκατονομάστων τόπων Ἄλλος δέ τις διδάσκαλος αὐτῶν Μάρκος μαγικῆς ἔμπειρος, ἃ μὲν διὰ κυβείας δώρων καὶ ἐπῳδῶν, ἃ δὲ καὶ διὰ δαιμόνων ἠπάτα πολλούς. Οὗτος ἔλεγεν ἐν αὐτῷ τὴν μεγίστην ἀπὸ τῶν ἀοράτων καὶ ἀκατονομάστων τόπων εἶναι δύναμιν. Καὶ δὴ πολλάκις λαμβάνων ποτήριον ... κ.τ.λ. ἔχοντι, ὡς πρόδρομος ὢν ἀληθῶς τοῦ Ἀντιχρίστου ἀποδέδεικται. Τὰ γὰρ Ἀναξιλάου παίγνια τῇ τῶν λεγομένων μάγων πανουργίᾳ, συμμίξας, δι' αὐτῶν φαντάζων τε καὶ μαγεύων, εἰς ἔκπληξιν τοὺς ὅρωντάς τε καὶ πειθομένους αὐτῷ περιέβαλεν. ...... Οἱ δὲ τὰ ἀπὸ περιεργίας ὁρῶντες δοκοῦσι δυνάμεις τινὰς ἐν χερσὶν αὐτοῦ ἐπιτελεῖσθαι ..... Τὸν γὰρ νοῦν καὶ αὐτοὶ ἀπολέσαντες οὐχ ὁρῶσι μὴ γινώσκοντες δοκιμάσαι, ὅτι ἀπὸ μαγείας ἡ σύστασις τοῦ παρ' αὐτοῦ παιγνίου, ὡς ἔπος εἰπεῖν, ἐπιτελεῖται. 1.7.2 Ποτήρια οἴνῳ κεκραμένα προσποιούμενος εὐχαριστεῖν, καὶ ἐπὶ πλέον ἐκτείνων τὸν λόγον τῆς ἐπικλήσεως, πορφύρεα καὶ ἐρυθρὰ ἀναφαίνεσθαι ποιεῖ· ὡς δοκεῖν τὴν ἀπὸ τῶν ὑπὲρ τὰ ὅλα Χάριν τὸ αἷμα τὸ ἑαυτῆς στάζειν ἐν ἐκείνῳ τῷ ποτηρίῳ διὰ τῆς ἐπικλήσεως αὐτοῦ, καὶ ὑπεριμείρεσθαι τοὺς παρόντας ἐξ ἐκείνου γεύσασθαι τοῦ πόματος, ἵνα καὶ εἰς αὐτοὺς ἐπομβρήσῃ ἡ διὰ τοῦ μάγου τούτου κληϊζομένη Χάρις. Πάλιν δὲ γυναιξὶν ἐπιδοὺς ἐκπώματα κεκραμένα, αὐτὰς εὐχαρι στεῖν ἐγκελεύεται παρεστῶτος αὐτοῦ. Καὶ τούτου γενομένου, αὐτὸς ἄλλο ποτήριον πολλῷ μεῖζον ἐκείνου, οὗ ἡ ἐξηπατημένη εὐχαρίστησε, προσενεγκὼν, Int. προενεγκών. Hipp. κρατῶν καὶ μετακενώσας ἀπὸ τοῦ μικροτέρου, τοῦ ὑπὸ τῆς γυναικὸς ηὐχαριστημένου, εἰς τὸ ὑπ' αὐτοῦ κεκοσμημένον Int. κεκομισμένον, ἐπιλέγων ἅμα οὕτως· Ἡ πρὸ τῶν ὅλων, ἡ ἀνεννόητος καὶ ἄῤῥητος Χάρις πληρώσαι σου τὸν ἔσω ἄνθρωπον, καὶ πληθύναι ἐν σοὶ τὴν γνῶσιν αὐτῆς, ἐγκατασπείρουσα τὸν κόκκον τοῦ σινάπεως εἰς τὴν ἀγαθὴν γῆν. Καὶ τοιαῦτά τινα εἰπὼν, καὶ ἐξοιστρήσας ἐκστήσας Hippol. τὴν ταλαίπωρον, θαυματοποιὸς ἀνεφάνη, τοῦ μεγάλου πληρωθέντος ἐκ τοῦ μικροῦ ποτηρίου, ὥστε καὶ ὑπερεκχεῖσθαι ἐξ αὐτοῦ. Καὶ ἄλλα τινα τούτοις παραπλήσια ποιῶν ἐξηπάτησε πολλοὺς, καὶ ἀπαγήοχεν ὀπίσω αὑτοῦ. Εἰκὸς δὲ αὐτὸν καὶ δαίμονά τινα πάρεδρον ἔχειν, δι' οὗ αὐτός τε προφητεύειν δοκεῖ, καὶ ὅσας ἀξίας ἡγεῖται μετόχους τῆς χάριτος αὐτοῦ, προφητεύειν ποιεῖ. Μάλιστα γὰρ περὶ γυναῖκας ἀσχολεῖται, καὶ τούτων τοῦτο τὰς εὐπαρύφους, καὶ περιπορφύρους, καὶ πλουσιωτάτας, ἃς πολλάκις ὑπάγεσθαι πειρώμενος, κολακεύων φησὶν αὐταῖς· Μεταδοῦναί σοι θέλω τῆς ἐμῆς χάριτος, ἐπειδὴ ὁ Πατὴρ τῶν ὅλων τὸν ἄγγελόν σου διαπαντὸς βλέπει πρὸ προσώπου αὑτοῦ· ὁ δὲ τόπος τοῦ μεγέθους ἐν ἡμῖν ἐστι δι' ἡμᾶς ἐγκαταστῆσαι l. δεῖ ἡμᾶς ἓν καταστῆσαι. Λάμβανε πρῶτον ἀπ' ἐμοῦ, καὶ δι' ἐμοῦ τὴν χάριν. Εὐτρέπισον σεαυτὴν, ὡς νύμφη ἐκδεχομένη τὸν νυμφίον ἑαυτῆς, ἵνα ἔσῃ ὃ ἐγὼ, καὶ ἐγὼ ὃ σύ. Καθίδρυσον ἐν τῷ νυμφῶνί σου τὸ σπέρμα τοῦ φωτός. Λάβε παρ' ἐμοῦ τὸν νυμφίον, καὶ χώρησον αὐτὸν, καὶ χωρήθητι ἐν αὐτῷ. Ἰδοὺ ἡ χάρις κατῆλθεν ἐπί σε· ἄνοιξον τὸ στόμα σου, καὶ προφήτευσον. Τῆς δὲ γυναικὸς ἀποκρινομένης, οὐ προεφήτευσα πώποτε, καὶ οὐκ οἶδα προφητεύειν· ἐπικλήσεις τινὰς ποιούμενος ἐκ δευτέρου εἰς κατάπληξιν τῆς ἀπατωμένης, φησὶν αὐτῇ· Ἄνοιξον τὸ στόμα σου, λάλησον ὅ τι δήποτε, καὶ προφητεύσεις. Ἡ δὲ χαυνωθεῖσα, καὶ κεπφωθεῖσα ὑπὸ τῶν προειρημένων, διαθερμανθεῖσα τὴν ψυχὴν ὑπὸ τῆς προσδοκίας τοῦ μέλλειν αὐτὴν προφητεύειν, τῆς καρδίας πλέον τοῦ δέοντος παλλούσης, ἀποτολμᾷ λαλεῖν Int. καὶ λαλεῖ ληρώδη καὶ τὰ τυχόντα πάντα κενῶς καὶ τολμηρῶς, ἅτε ὑπὸ κενοῦ τεθερμαμένη πνεύματος· (καθὼς ὁ κρείσσων ἡμῶν ἔφη περὶ τῶν τοιούτων, ὅτι τολμηρὸν καὶ ἀναιδὲς ψυχὴ κενῷ ἀέρι θερμαινομένη,) καὶ ἀπὸ τούτου λοιπὸν προφήτιδα ἑαυτὴν μεταλαμβάνει,