ποίησιν, ἱκανῶς διδάσκει ἡμᾶς ∆ιόδωρος, ὁ τῶν ἱστοριογρά φων ἐνδοξότατος. Ἔφη γὰρ αὐτὸν ἐν Aἰγύπτῳ γενόμενον με μαθηκέναι, ὅτι τὸ Νηπενθές, ἄχολόν τε κακῶν ἐπίληθες ἁπάντων φάρμακον, ἡ Ἑλένη λαβοῦσα παρὰ τῆς Θῶνος γυναικὸς Πο λυδάμνας εἰς τὴν Σπάρτην ἐκόμισε· κἀκείνῳ τῷ φαρμάκῳ ἔφη Ὅμηρος χρησαμένην τὴν Ἑλένην παῦσαι τὸν ἐν τῇ παρουσίᾳ Τηλεμάχου παρὰ Μενελάου γενόμενον θρῆνον. Καὶ χρυσῆν δὲ Ἀφροδίτην ὠνόμασεν ἐκ τῆς ἐν Aἰγύπτῳ ἱστορίας· ἔγνω γὰρ καὶ τέμενος χρυσῆς Ἀφροδίτης ἐν Aἰγύπτῳ λεγόμενον καὶ πεδίον χρυσῆς Ἀφροδίτης ὀνομαζόμενον. Καὶ τοῦ χάριν τούτων γέγονε μνήμη νυνί; Ἵνα δείξωμεν τὸν ποιητὴν καὶ τῶν ἀπὸ τῆς θείας τῶν προφητῶν ἱστορίας πολλὰ εἰς τὴν ἑαυτοῦ μεταβαλόντα ποίησιν· καὶ πρῶτον τῆς κοσμοποιΐας ὑπὸ Μωϋσέως τὴν εἰρημένην ἀρχήν. Oὕτω γὰρ Μωϋσῆς γέγραφεν· Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, εἶτα ἥλιον καὶ σελήνην καὶ ἀστέρας. Ταῦτα γὰρ ἐν Aἰγύπτῳ μαθών, καὶ τοῖς ὑπ' αὐτοῦ ἐν τῇ τοῦ κόσμου γενέσει γραφεῖσιν ἀρεσθείς, ἐν τῇ τοῦ Ἀχιλλέως ἀσπίδι τὸν Ἥφαιστον ὥσπερ εἰκόνα τινὰ τῆς κοσμοποιΐας κατασκευάσαι παρεσκεύασεν. Oὕτω γὰρ γέγραφεν· Ἐν μὲν γαῖαν ἔτευξ', ἐν δ' οὐρανόν, ἐν δὲ θάλασσαν, Ἠέλιον τ' ἀκάμαντα σελήνην τε πλήθουσαν, Ἐν δέ τε τείρεα πάντα, τά τ' οὐρανὸς ἐστεφάνωται. Καὶ τοῦ παραδείσου δὲ εἰκόνα τὸν Ἀλκινόου κῆπον σώζειν πε ποίηκεν, ἀειθαλῆ τε αὐτὸν καὶ καρπῶν πλήρη διὰ τῆς εἰκόνος ἐπιδεικνύς. Oὕτω γὰρ γέγραφεν· Ἔνθα δὲ δένδρεα μακρὰ πεφύκει τηλεθόωντα, Ὄγχναι καὶ ·οιαὶ καὶ μηλέαι ἀγλαόκαρποι Συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι. Τάων οὔποτε καρπὸς ἀπόλλυται οὐδ' ἐπιλείπει Χείματος οὐδὲ θέρους, ἐπετήσιος, ἀλλ' ἀεὶ αὔρη Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει. Ὄγχνη ἐπ' ὄγχνῃ γηράσκει, μῆλον δ' ἐπὶ μήλῳ, Aὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δ' ἐπὶ σύκῳ. Ἔνθα δὲ οἱ πολύκαρπος ἀλωὴ ἐῤῥίζωται· Τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ Τέρσεται ἠελίῳ, ἑτέρας δ' ἄρα τε τρυγόωσιν, Ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τ' ὄμφακές εἰσιν, Ἄνθος ἀφιεῖσαι, ἕτεραι δ' ὑποπερκάζουσιν. Ταῦτα τὰ ῥήματα οὐ φανερὰν καὶ σαφῆ μίμησιν τῶν ὑπὸ τοῦ πρώτου προφήτου Μωϋσέως περὶ τοῦ παραδείσου λεχθέν των δηλοῖ; Eἰ δέ τις καὶ εἰς τὴν τοῦ πύργου ποίησιν ἀφορᾶν ἐθέλοι, δι' ἧς οἱ τὸ τηνικαῦτα ἄνδρες τὴν εἰς οὐρανὸν ἄνοδον δύνασθαι κατασκευάζειν ἑαυτοῖς ᾤοντο, εὑρήσει καὶ ταύτην ἱκανὴν δι' ἀλληγορίας μίμησιν ὑπὸ τοῦ ποιητοῦ διά τε Ὤτου καὶ Ἐπιάλτου γινομένην. Oὕτω γὰρ καὶ ὁ ποιητὴς περὶ αὐτῶν ἔφη· Oἵῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ