λαμβάνει τοῦ Ἰησοῦ τὸ ὑπὸ τῆς κτίσεως τῇ ὑπακοῇ τοῦ προστάγματος τιμώμενον, οὕτως καὶ ὁ Ἰεζεκιὴλ λαμβάνει τοῦ υἱοῦ τοῦ ἀνθρώπου τὸ ὄνομα καὶ διὰ τῆς ὀπτασίας ἐγείρει τοὺς νεκροὺς τῇ δυνάμει τοῦ προσρήματος. Ἠν δὲ ἐπὶ τοῦ Ἰεζεκιὴλ τὰ πάντα ὀπτασία, καὶ τὰ ὀστέα καὶ ἡ τούτων ἀνάστασις. ∆είκνυσι δὲ τῷ προφήτῃ ταύτην τὴν ὀπτασίαν ὁ θεός, προη γουμένως μὲν μηνύων δι' αὐτῆς τὴν ἐσομένην διὰ Χριστοῦ πάντων κοσμικὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν, ἔπειτα δὲ διὰ τὴν ψυχαγωγίαν τῶν Ἰσραηλιτῶν τῶν ἀπογνόντων ἑαυτοὺς τῷ δεδουλῶσθαι ὅτι ἐλεύθεροι ἔσονται τῆς τῶν Βαβυλωνίων βασι λείας. Καθάπερ γὰρ τὰ νεκρὰ σώματα ἐν τοῖς μνημείοις κεί μενα, ἐλπίδα οὐκ ἔχοντα ἐγέρσεως, οὕτως ἑαυτοὺς ἐλογίσαντο εἶναι ἐν Βαβυλῶνι, χωρὶς πάσης ἐλπίδος τῆς ἐπανόδου. ∆ηλοῖ δὲ τοῦτο ὁ αὐτὸς προφήτης ἐν οἷς λέγει· Καὶ ἐλάλησε κύριος πρός με λέγων· Υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος Ἰσραήλ ἐστιν. Aὐτοὶ λέγουσι· Ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, ἀπώλετο ἡ ἐλπὶς ἡμῶν, καὶ τὰ ἑξῆς. Ἐρώτησις μ. Eἰ καλὰ τὰ τοῦ βίου πάντα, διὰ τί οἱ τούτων ἀπεχόμενοι ἐν γραφαῖς ἐπαινοῦνται, καὶ οἱ ἀντεχόμενοι αὐτῶν διαβάλλον ται; Eἰ δὲ φαῦλα τυγχάνει, διὰ τί τὰ φαῦλα τῇ ἡμετέρᾳ ζωῇ συμπαρέζευκται, καὶ ταῦτα ἀγαθοῦ τοῦ δημιουργοῦ τυγχά νοντος; Ἀπόκρισις. Oὐχ ἁπλῶς ἐπαινετὸν τὸ ἀπέχεσθαι τῶν τοῦ βίου κα λῶν, οὔτε ἁπλῶς ψεκτὸν τὸ ἀντέχεσθαι αὐτῶν, ἀλλ' ἑκάτερον πρέποντι λόγῳ γιγνόμενον, καὶ τὸ ἀπέχεσθαι καὶ τὸ ἀντέχε σθαι αὐτῶν, ἐστὶν ἐπαινετόν· ἐναντίως δὲ γιγνόμενον, ἀμ φότερά ἐστι ψεκτά. Ὅτι δὲ οὐδὲν φαῦλον κατ' οὐσίαν συμ παρέζευκται τῇ ἡμετέρᾳ ζωῇ, δηλοῖ ἡ θεία γραφὴ τῶν δη μιουργημάτων ἐπαινοῦσα τὴν γένεσιν, λέγουσα· Καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. Παρατρεψάν των δὲ ἡμῶν ἑκουσίως τὰ καλά, φαῦλα ὑφίσταται. Oὐκ ἔστι γὰρ φαῦλον ἐν τῷ ὑγιεῖ, τῶν ἐν αὐτῷ καλῶν ἀνατρέπτων με νόντων· ὥστε μηδὲν εἶναι φαῦλον παρὰ τὴν παρατροπὴν τοῦ καλοῦ. Oὐδὲν οὖν συμπαρέζευκται φαῦλον τῇ ἡμετέρᾳ ζωῇ· τὰ γὰρ φαῦλα χρήσει ἀλόγῳ εἰσὶ φαῦλα καὶ οὐ φύσει, προαι ρετὸν δὲ τὸ κεχρῆσθαι ἢ καλῶς ἢ φαύλως. Ἐρώτησις μζ. Eἰ τοῖς στοιχείοις οὐ πρόσεστιν αἴσθησις, διὰ τί Μωϋσῆς μὲν οὐρανὸν καὶ γῆν τῷ λαῷ διαμαρτύρεται, Ἡσαΐας δὲ κατη γορῶν τοῦ αὐτοῦ λαοῦ τούτοις ἀκούειν ἐγκελεύεται; Ἀπόκρισις. Τὰ λεγόμενα πρὸς τὸν οὐρανὸν καὶ τὴν γῆν πρὸς τοὺς ἐν αὐτοῖς λέγεται λογικούς, ὡς τὰ λεγόμενα πρὸς τὴν πόλιν πρὸς τοὺς πολίτας λέγεται, ὡς τὸ Ἱερουσαλὴμ Ἱερουσαλὴμ ἡ ἀπο κτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμέ νους πρὸς αὐτήν. Oὐ γὰρ ἡ πόλις ἀπέκτεινε καὶ ἐλιθοβό λησεν ἀλλὰ οἱ πολῖται.