Ἰβηρίαν καταλαβεῖν ἐπειγόμενος, ὅτε καὶ τῶν σὺν τῷ κουροπαλάτῃ Μανουὴλ τῷ Κομνηνῷ πεσόντων θεατὴς τῶν πτωμάτων ἐγένετο. Κἀκεῖθεν σχολῇ καὶ βάδην ἰὼν καταλαμβάνει τὴν Θεοδοσιούπολιν, πρώην μὲν ἀμεληθεῖσαν, ἐξ ὅτου δὲ ἐπολιορκήθη τὸ Ἄρτζε ἀνοικοδομηθεῖσαν καὶ κατοχυρωθεῖσαν. Ἐντεῦθεν διμήνου τροφὴν ἑκάστῳ φέρειν ἐπικηρυκευσάμενος, ὡς δι' ἀοικήτου καὶ ἠρημωμένης χώρας βαδίζειν μέλλουσι, πάντων δὲ τὸ προσταχθὲν ποιησαμένων τὸ μισθοφορικὸν τῶν Οὔζων καὶ τοὺς Φράγκους σὺν Ῥουσελίῳ, ἀνδρὶ γενναίῳ καὶ πολεμικῷ, διαφίησι κατὰ τοῦ Χλίατ εἰς προνομήν. Τοῦτο δὲ καὶ πρότερον ἐποιήσατο. Ἐκεῖνος δὲ κατόπιν ἐλαύνων εἰς τὸ Μαντζικίερτ παρεγένετο, πόλιν ῥωμαϊκὴν μέν, χειρωθεῖσαν δὲ πρό του τῷ σουλτάνῳ καὶ Τούρκους ἐγκαθημένους ἔχουσαν. Καταφρονήσας δὲ τούτων ὡς ὀλιγοστῶν, ἑτέραν μοῖραν οὐκ ἐλαχίστην ἀποτεμόμενος τοῦ στρατοῦ Ἰωσὴφ μαγίστρῳ τῷ Τραχανειώτῃ παραδίδωσι, προσεπιδοὺς καὶ στῖφος πεζῶν οὐκ εὐκαταφρόνητον, μᾶλλον δὲ τῶν ἱπποτῶν τὸ ἔκκριτόν τε καὶ μαχιμώτατον κἀν τοῖς πολέμοις προκινδυνεῦον ἀεὶ καὶ προμαχόμενον. Ἄρας δὲ ὁ Τραχανειώτης ἄπεισιν εἰς τὸ Χλίατ βοηθήσων τοῖς Οὔζοις καὶ τοῖς Φράγκοις καὶ παντὶ τῷ μισθοφορικῷ· ἠκηκόει γὰρ ὁ βασιλεὺς πλῆθος μυρίανδρον κατ' αὐτῶν φέρεσθαι. ∆ιεῖλε γὰρ ὁ βασιλεὺς τὸν στρατὸν ἐλπίζων αὐτὸς ταχὺ τὸ Μαντζικίερτ παραστήσασθαι ὃ δὴ καὶ γέγονε καὶ ἐπιδημῆσαι τοῖς ἐν τῷ Χλίατ· εἰ δέ τις ἀνάγκη κατεπείξει, ταχέως αὐτοὺς προσκαλέσασθαι, 145 πλησίον ἐσκηνωμένων τῶν στρατευμάτων· ἤκουε γὰρ τὸν σουλτάνον ἐπείγεσθαι κατ' αὐτοῦ. Καί γε ἦν οὐκ ἄλογος ἡ διαίρεσις τῶν στρατευμάτων καὶ λογισμῶν οὐκ ἄπο στρατηγικωτάτων, εἰ μὴ πεπρωμένη· μᾶλλον δὲ θεῖος χόλος ἢ λόγος ἡμῖν ἀπορρητότερος τὴν ἔκβασιν εἰς τοὐναντίον περιέτρεψε καὶ πρὸς τῷ τέλει τοῦ ἔργου καὶ τῇ αὐθημερινῇ τῶν στρατευμάτων ἑνώσει καὶ τὸν σουλτάνον ἀκηρυκτὶ τοῖς Τούρκοις ἐπέστησε καὶ τὰ δοκηθέντα τελεσθῆναι διακεκώλυκε. Παραλαβὼν γὰρ ὁ βασιλεὺς τὸ Μαντζικίερτ, καταπλαγέντων καὶ ὀρρωδησάντων τῶν Τούρκων τὴν αὐτοῦ ἐπέλευσιν καὶ πίστιν αἰτησαμένων καὶ λαβόντων, οὗ καὶ συνέβη ῥινοτμηθῆναι Ῥωμαῖόν τινα εὐορκίας χάριν ἧς ὀμωμόκει τούτοις ὁ βασιλεύς, ὀνάριον τουρκικὸν ὑφελόμενον, τὴν Θεοτόκον καὶ τὸν Χριστὸν καὶ τοὺς ἁγίους πάντας μεσίτας προβαλλόμενον. Ἐν ὅσῳ δὲ ταυτὶ τῷ βασιλεῖ διετάττετο, τοῖς εἰς τὴν λείαν ἐξελθοῦσι στρατιώταις Ῥωμαίοις πληθὺς τουρκικὴ ἐπιτίθεται. Οἰηθεὶς οὖν ὁ βασιλεὺς ἡγεμόνα τινὰ τοῦ σουλτάνου μετά τινος ἀφῖχθαι δυνάμεως καὶ διακλονεῖν τοὺς σποράδας τοῦ βασιλικοῦ στρατοῦ, ἀπέστειλεν ἐπ' αὐτοὺς Νικηφόρον μάγιστρον τὸν Βρυέννιον μετὰ τῆς ἀρκούσης δυνάμεως, ὃς καὶ συμβαλὼν αὐτοῖς οὐκ ἐνέδωκε μέν, ἐτραυματίσθησαν δὲ πολλοὶ τῶν σὺν αὐτῷ, οὐκ ὀλίγοι δὲ τούτων καὶ ἔπεσον, ῥωμαλεωτέρων φανέντων ἐκ τῆς συγκρίσεως τῶν πρώην ἐθάδων· θρασύτερον γὰρ προσρηγνύμενοι ἀγχεμάχοις ὅπλοις ἀντικαθίσαντο. Ὅθεν καὶ φόβῳ κατασεισθεὶς δύναμιν ἐζήτει παρὰ τοῦ βασιλέως. Ὁ δὲ καταγνοὺς αὐτοῦ δειλίαν-ἠγνόει γὰρ τὸ ἀληθές ἐκκλησίαν συστησάμενος ἐδημηγόρησε τὰ περὶ τοῦ πολέμου, ἐν δὲ τῷ μέσῳ καὶ τραχυτέρων ἥψατο λόγων. Καὶ ἐν τοσούτῳ ὁ ἱερεὺς ἐπεφώνησε τὴν τοῦ Εὐαγγελίου ἀνάγνωσιν. Εἶχε δὲ τὸ Εὐαγγέλιον, ἵνα τἆλλα παρῶ , εἰ ἐμὲ ἐδίωξαν καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν καὶ τὸν ὑμέτερον τηρήσουσιν, ἕως τοῦ δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ· ὃ καὶ ἐπισημηνάμενοι οἱ συνετώτεροι ἔδοξαν ἀψευδὲς τοῦτο καὶ θεοπρόπιον. Ζέοντος 146 δὲ τοῦ πολέμου ἐπαπέστειλεν ὁ βασιλεὺς καὶ Νικηφόρον μάγιστρον καὶ δοῦκα Θεοδοσιουπόλεως , τὸν Βασιλάκιον, μετὰ τῶν ἰθαγενῶν στρατιωτῶν. Προστεθέντος οὖν τῷ Βρυεννίῳ μέχρι τινὸς ἀκροβολισμοῖς ἰσοπαλὴς καὶ ἀμφήριστος ἦν ἡ μάχη. Συνθεμένων δὲ τῶν στρατιωτῶν ἀκολουθεῖν ὄπισθεν τῶν στρατηγῶν πρωταγωνιστεῖν αὐτὸς καθυπέσχετο, καὶ εὐθὺς ἐξορμήσας, νῶτα δεδωκότων τῶν ἐναντίων, ἐδίωκε. Τοῦ δὲ