1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

20

διαιροῦμεν τὸν θεὸν λόγον ἀπὸ τοῦ σώματος οὔτε δύο οἴδαμεν υἱοὺς καὶ Χριστούς, ἀλλὰ τὸν πρὸ αἰώνων υἱὸν τοῦ θεοῦ ἐν ὑστέροις καιροῖς ἄνθρωπον ἐξ αὐτῆς μήτρας τῆς παρθένου γενόμενον τέλειον. Ὡς γὰρ ὁ γεννήσας πατὴρ τέλειον ἐγέννησεν υἱόν, οὕτως ὁ αὐτὸς καὶ εἷς υἱὸς καὶ λόγος τοῦ πατρὸς τὸν τελείως ἀπολλύμενον ἄνθρωπον σῶσαι βουλόμενος τέλειος ἐγένετο ἄνθρωπος, ἵνα μὴ τὸ ἔξωθεν σώσας τὸ ἔσωθεν προδεδομένον ἐάσῃ, οὐδὲ γὰρ σῶμα ἀναλαβὼν εἴασε τὴν ψυχήν, ἀλλὰ καὶ ψυχὴν καὶ νοῦν ἀνέλαβεν <...> 93 Τοῦ ἁγίου Μεθοδίου ἐπισκόπου Πατάρων καὶ μάρτυρος ἐκ τοῦ λόγου τοῦ εἰς τὴν ὑπαπάντην· Τὸν ἐν ὁράσει ἀόρατον, τὸν ἐν περιλήψει ἀπερίληπτον, τὸν ἐν σμικρότητι ὑπερμεγέθη, τὸν ἐν ναῷ καὶ ἐν ὑψίστοις, τὸν ἐπὶ θρόνου παρθενικοῦ καὶ ἐπὶ ὀχήματος χερουβικοῦ, τὸν κάτω καὶ ἄνω ἀδιαστάτως, τὸν ἐν μορφῇ δούλου καὶ ἐν μορφῇ θεοῦ πατρός, τὸν ὑπήκοον καὶ βασιλέα τῶν ἁπάντων. 94 Τοῦ ἁγίου Βασιλείου, ἐπισκόπου Καισαρείας Καππαδοκίας, ἐκ τοῦ κατ' Εὐνομίου λόγου· Ἐγὼ γὰρ καὶ τὸ ἐν μορφῇ θεοῦ ὑπάρχειν ἴσον δύνασθαι τῷ ἐν οὐσίᾳ θεοῦ φημι· ὡς γὰρ τὸ μορφὴν ἀνειληφέναι δούλου ἐν τῇ οὐσίᾳ τῆς ἀνθρωπότητος τὸν κύριον γεγενῆσθαι σημαίνει, οὕτω τὸ λέγειν ἐν μορφῇ θεοῦ ὑπάρχειν τῆς θείας οὐσίας παρίστησι τὴν ἰδιότητα. 95 Τοῦ αὐτοῦ ἐκ τῆς διαλέξεως τῆς πρὸς Ἀέτιον τὸν Ἀρειανόν· Οὐ γὰρ ἂν δυνήσῃ ποτὲ σὺ ἢ ἄλλος τις παραστῆσαι ἢ ἀποδεῖξαι ἐν ἀληθείᾳ τοὺς προειρημένους ἁγίους πατέρας ἡμῶν καὶ διδασκάλους ἢ ἡμᾶς ἤ τινα τῶν ἐκκρίτων πατέρων καὶ διδασκάλων τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας ἢ εἰπόντας ἢ διδάξαντας ἐγγράφως ἢ ἀγράφως, ὡς σὺ λέγεις, ἐπὶ Χριστοῦ τοῦ θεοῦ ἡμῶν μίαν φύσιν σύνθετον ἢ ἁπλῆν ἢ μονοειδῆ ἢ ἓν θέλημα καὶ μίαν ἐνέργειαν ἤ τι τῶν ἀπηγορευμένων δογμάτων καὶ ἀποβεβλημένων ἐκ τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας. Εἰ γάρ, ἃ κατελύσαμεν, ταῦτα πάλιν οἰκοδομοῦμεν, κατὰ τὸν θεῖον ἀπόστολον παραβάτας ἑαυτοὺς συνιστάνομεν. Τοὐναντίον δὲ μᾶλλον διπλοῦν ἐκηρύξαμεν ὑπάρχειν κατὰ πάντα τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν μιᾷ ὑποστάσει καὶ ἐν ἑνὶ προσώπῳ χωρὶς οἱασδηποτοῦν διαιρέσεως ἢ συγχύσεως· τὸ γὰρ λέγειν μίαν φύσιν καὶ θέλησιν καὶ ἐνέργειαν ἐπὶ τοῦ αὐτοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ οὐ δύο, τῶν κακοδόξων καὶ βλασφήμων καὶ ὁμοφρόνων σου ἀνδρῶν ὑπάρχει δίδαγμά τε καὶ φρόνημα. 96 Τοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς πρὸς Ἐπίκτητον ἐπιστολῆς· Εἰ δὲ ὁμοούσιος ὁ λόγος τῷ σώματι ἐκ γῆς ἔχοντι τὴν φύσιν, ὁμοούσιος δὲ ὁ λόγος τῷ πατρὶ κατὰ τὴν τῶν πατέρων ὁμολογίαν, ὁμοούσιος ἔσται καὶ αὐτὸς ὁ πατὴρ τῷ σώματι τῷ ἐκ γῆς γενομένῳ. Καὶ τί ἔτι μέμφονται τοῖς Ἀρειανοῖς λέγουσι τὸν υἱὸν κτίσμα λέγοντες αὐτοὶ καὶ τὸν πατέρα ὁμοούσιον τοῖς κτίσμασιν; 97 Καὶ μετὰ βραχέα· Ποῖος ᾅδης ἐξηρεύξατο, ὁμοούσιον εἰπεῖν τὸ ἐκ Μαρίας σῶμα τῇ τοῦ λόγου θεότητι; 98 Τοῦ ἁγίου Γρηγορίου τοῦ θεολόγου ἐκ τῆς πρὸς Κληδόνιον ἐπιστολῆς δευτέρας· Φύσεις μὲν γὰρ δύο θεὸς καὶ ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα· υἱοὶ δὲ οὐ δύο οὐδὲ θεοί. Οὐ γὰρ ἐνταῦθα δύο ἄνθρωποι, εἰ καὶ οὕτως ὁ Παῦλος τὸ ἐντὸς τοῦ ἀνθρώπου καὶ τὸ ἐκτὸς προσηγόρευσεν. 99 Τοῦ αὐτοῦ ἐκ τοῦ Ἀπολογητικοῦ· Τοῦτο ἡμῖν ὁ παιδαγωγὸς βούλεται νόμος, τοῦτο οἱ μέσοι Χριστοῦ καὶ νόμου προφῆται, τοῦτο ὁ τοῦ πνευματικοῦ νόμου τελειωτὴς καὶ τὸ τέλος Χριστός, τοῦτο ἡ κενωθεῖσα θεότης, τοῦτο ἡ προσληφθεῖσα σάρξ, τοῦτο ἡ καινὴ μίξις θεὸς καὶ ἄνθρωπος, ἓν ἐξ ἀμφοῖν καὶ δι' ἑνὸς ἀμφότερα. 100 Τοῦ αὐτοῦ