1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

20

19 Περὶ κτίσεως ὁρατῆσ Αὐτὸς ὁ θεὸς ἡμῶν ὁ ἐν τριάδι καὶ ἐν μονάδι

δοξολογούμενος ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα, τὰ μὲν οὐκ ἐκ προϋποκειμένης ὕλης οἷον οὐρανόν, γῆν, ἀέρα, πῦρ, ὕδωρ, τὰ δὲ ἐκ τούτων τῶν ὑπ' αὐτοῦ γεγονότων, οἷον ζῷα, φυτά, σπέρματα· ταῦτα γὰρ ἐκ γῆς καὶ ὕδατος, ἀέρος τε καὶ πυρὸς τῷ τοῦ δημιουργοῦ προστάγματι γεγόνασιν.

20 Περὶ οὐρανοῦ Οὐρανός ἐστι περιοχὴ ὁρατῶν τε καὶ ἀοράτων κτισμάτων·

ἐντὸς γὰρ αὐτοῦ αἵ τε νοεραὶ τῶν ἀγγέλων δυνάμεις καὶ πάντα τὰ αἰσθητὰ περικλείονται καὶ περιορίζονται. Μόνον δὲ τὸ θεῖον ἀπερίγραπτόν ἐστι πάντα πληροῦν καὶ πάντα περιέχον καὶ πάντα περιορίζον ὡς ὑπὲρ πάντα ὂν καὶ πάντα δημιουργῆσαν. Ἐπεὶ τοίνυν οὐρανόν φησιν ἡ γραφὴ καὶ «οὐρανὸν τοῦ οὐρανοῦ» καὶ «οὐρανοὺς οὐρανῶν» καὶ «ἕως τρίτου οὐρανοῦ» ὁ μακάριος Παῦλος ἡρπάχθαι φησί, λέγομεν, ὅτι ἐν τῇ τοῦ παντὸς κοσμογενείᾳ οὐρανοῦ ποίησιν παρελάβομεν, ὃν οἱ τῶν ἔξω σοφοὶ ἄναστρον σφαῖράν φασι τὰ Μωσέως σφετερισάμενοι δόγματα. Ἔτι δὲ καὶ τὸ στερέωμα ἐκάλεσεν ὁ θεὸς οὐρανόν, ὃν ἐν μέσῳ τοῦ ὕδατος γενέσθαι προσέταξεν τάξας αὐτὸν διαχωρίζειν ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ὑποκάτω τοῦ στερεώματος. Τούτου τὴν φύσιν ὁ θεῖος Βασίλειος λεπτήν φησιν ὡσεὶ καπνὸν ἐκ τῆς θείας μεμυημένος γραφῆς. Ἕτεροι δὲ ὑδατώδη ὡς ἐν μέσῳ τῶν ὑδάτων γενόμενον, ἄλλοι ἐκ τῶν τεσσάρων στοιχείων, ἄλλοι πέμπτον σῶμα καὶ ἕτερον παρὰ τὰ τέσσαρα. Τινὲς μὲν οὖν ἐδόξασαν κύκλῳ τὸ πᾶν περιέχειν τὸν οὐρανὸν σφαιροειδῆ τε ὑπάρχειν καὶ πανταχόθεν τὸ ἀνώτατον μέρος αὐτὸν εἶναι, τὸ δὲ μεσώτατον τοῦ περιεχομένου ὑπ' αὐτοῦ τόπου εἶναι κατώτερον μέρος, καὶ τὰ μὲν κοῦφα καὶ ἐλαφρὰ τῶν σωμάτων τὴν ἄνω τάξιν λαχεῖν παρὰ τοῦ δημιουργοῦ, τὰ δὲ βαρέα καὶ κατωφερῆ τὴν κατωτέραν χώραν, ἥτις ἐστὶν ἡ μέση. Ἔστι μὲν οὖν κουφότερον καὶ ἀνωφερέστερον στοιχεῖον τὸ πῦρ, ὅπερ δὴ μετὰ τὸν οὐρανὸν εὐθέως τετάχθαι φασί· τοῦτον δὲ λέγουσιν τὸν αἰθέρα, μεθ' ὃν κατώτερον τὸν ἀέρα. Τὴν δὲ γῆν καὶ τὸ ὕδωρ ὡς βαρύτερα καὶ κατωφερέστερα ἐν τῷ μεσωτάτῳ κρέμασθαι· ὡς εἶναι ἐξ ἐναντίας κάτω μὲν τὴν γῆν καὶ τὸ ὕδωρ-τὸ δὲ ὕδωρ κουφότερον τῆς γῆς, ὅθεν καὶ εὐκινητότερον αὐτῆς ὑπάρχει-, ἄνωθεν δὲ πανταχόθεν ὡς περιβόλαιον κύκλῳ τὸν ἀέρα καὶ περὶ τὸν ἀέρα πανταχόθεν τὸν αἰθέρα, ἔξωθεν δὲ πάντων κύκλῳ τὸν οὐρανόν. Κυκλικῶς δέ φασι κινεῖσθαι τὸν οὐρανὸν καὶ συσφίγγειν τὰ ἐντὸς καὶ οὕτω μένειν πάγια καὶ ἀδιάπτωτα. Ἑπτὰ δὲ ζώνας φασὶ τοῦ οὐρανοῦ, μίαν τῆς ἑτέρας ὑψηλοτέραν. Λέγουσι δὲ αὐτὸν λεπτοτάτης φύσεως ὡσεὶ καπνὸν καὶ καθ' ἑκάστην ζώνην εἶναι ἕνα τῶν πλανητῶν· ἑπτὰ γὰρ πλανήτας εἶναι ἔφησαν, Ἥλιον, Σελήνην, ∆ία, Ἑρμῆν, Ἄρεα, Ἀφροδίτην καὶ Κρόνον. Ἀφροδίτην δφασι τὸν ποτὲ μὲν Ἑωσφόρον, ποτὲ δὲ Ἕσπερον γινόμενον. Πλανήτας δὲ τούτους ἐκάλεσαν, ὅτιπερ ἐναντίως τοῦ οὐρανοῦ ποιοῦνται τὴν κίνησιν· τοῦ γὰρ οὐρανοῦ καὶ τῶν λοιπῶν ἀστέρων ἐξ ἀνατολῆς ἐπὶ δυσμὰς κινουμένων οὗτοι μόνοι ἀπὸ δυσμῶν ἐπὶ ἀνατολὰς τὴν κίνησιν ἔχουσι. Καὶ τοῦτο γνωσόμεθα ἐκ τῆς σελήνης μικρὸν καθ' ἑσπέραν ἀναποδιζούσης. Ὅσοι τοίνυν ἔφησαν σφαιροειδῆ τὸν οὐρανόν, ἴσως λέγουσιν ἀφίστασθαι αὐτὸν καὶ ἀπέχειν τῆς γῆς, ἄνωθέν τε καὶ ἐκ πλαγίων καὶ κάτωθεν. Κάτωθεν δὲ καὶ ἐκ πλαγίων φημί, ὅσον πρὸς τὴν ἡμετέραν αἴσθησιν, ἐπεὶ κατὰ τὸν τῆς ἀκολουθίας λόγον πανταχόθεν τὸν ἄνω τόπον ὁ οὐρανὸς ἐπέχει καὶ ἡ γῆ τὸν κάτω. Καί φασι τὸν οὐρανὸν σφαιροειδῶς κυκλοῦν τὴν γῆν καὶ συμπεριφέρειν τῇ ὀξυτάτῃ κινήσει αὐτοῦ ἥλιόν τε καὶ σελήνην καὶ τοὺς ἀστέρας, καὶ ὑπὲρ μὲν γῆν ὄντος τοῦ ἡλίου ἡμέραν γίνεσθαι ἐνταῦθα, ὑπὸ δὲ τὴν γῆν νύκτα· ὑπὸ δὲ γῆν