20
αὐτούς.» Ταῦτα οὖν πάντα τελειώσας, ἐποίησεν αὐτὰ, καὶ ηὐλόγησε, καὶ εἶπεν· «Αὐξάνεσθε καὶ πληθύνεσθε.» Τίς ὀστέων ἐξῆπται ἄτηκτον οὐσίαν; τίς δὲ συνέδησεν ἐπιτείνεσθαι νεύροις, καὶ ἀνίεσθαι περὶ τὰς ἁρμογὰς καμπτόμενα τὰ μέλη; τίς ὃς ἐζύμωσε χυμοὺς, δεύσας αἵματι, καὶ μαλθακὴν ἡμῖν ἐκ χοὸς σάρκα; Μόνος ὁ ἀριστοτέχνης τὴν λογικωτάτην εἰκόνα καὶ ἔμψυχον τὸν ἄνθρωπον, ἡμᾶς ἑαυτοῦ τεκταινόμενος, καὶ κηροπλαστῶν ἐξ ὑγρῶν καὶ βραχυτάτων σπερμάτων ἐν μήτρᾳ. Τίς γάρ ἐστιν ὁ προμηθούμενος μὴ συμπνίγεσθαι τῷ ὑγρῷ, καὶ τῇ συνοχῇ τῶν ἀγγείων ἐπικλειζόμενον ἔσω τὸ ἔμβρυον; ἢ τίς ὁ μετὰ τὸ λοχευθῆναι, καὶ εἰς φῶς ἀνελθεῖν, εἰς μέγεθος, καὶ κάλλος, καὶ ῥώμην, ἐξ ἀσθενοῦς καὶ βραχέος μεταβάλλων, εἰ μὴ αὐτὸς οὗτος ὁ ἀριστοτέχνης, ὡς ἔφην, Θεὸς, τῇ ποιητικῇ δυνάμει μετασχηματίζων, καὶ μεταζωγραφῶν τὰς ἰδέας; Ὁ Θεὸς ἀθανασία ἐστὶ, καὶ ζωὴ, καὶ ἀφθαρσία· ἔργον δὲ ἄνθρωπος Θεοῦ· πᾶν δὲ τὸ ὑπὸ ἀθανασίας ἐργασθὲν, ἀθάνατον. ∆ιὸ τὸν μὲν ἄνθρωπον ηὐτούργησεν αὐτός· τὰ δὲ λοιπὰ γένη τῶν ζώων, ἀέρι, καὶ γῇ, καὶ ὕδατι προσέταξε φέρειν, «Ἐξαγαγέτω, λέγων, τὰ ὕδατα ἑρπετὰ ζωσῶν ψυχῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς, κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ.» Καὶ, «Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος· τετράποδα, καὶ ἑρπετὰ, καὶ θηρία τῆς γῆς κατὰ γένος.» Ἐπὶ δὲ τοῦ ἀνθρώπου οὐκ ἔτι, «Ἐξαγαγέτω,» ἀλλὰ, «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν.» Καὶ, «Ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασεν αὐτόν.» Σῶμα ἔκτισεν ὁ Θεὸς, οὐχὶ νόσον· καὶ ψυχὴν ἐποίησεν ὁ Θεὸς, οὐχὶ δὲ ἁμαρτίαν· ἐκακώθη δὲ ἡ ψυχὴ παρατραπεῖσα τοῦ κατὰ φύσιν. Ἦν ποτε Ἀδὰμ ἄνω, οὐ τόπῳ, ἀλλὰ τῇ προαιρέσει. ∆ιὰ τί οὐκ εὐθέως αὐτῷ συγκατεσκευάσθη καὶ τὰ ἐνδύματα; Ὅτι οὔτε φυσικὰ ἔπρεπεν εἶναι ταῦτα, οὔτε ἐκ τέχνης. Τὰ μὲν γὰρ φυσικὰ ἴδια τῶν ἀλόγων ἐστὶν, οἷον πτερὰ καὶ τρίχες, καὶ δερμάτων παχύτης, στέγειν μὲν χειμῶνας, φέρειν δὲ καύσωνας δυναμένων· ἀνθρώπῳ δὲ ἔπρεπε κατὰ τὴν ἀναλογίαν τῆς πρὸς Θεὸν ἀγάπης παρηλλαγμένας τῶν ἀγαθῶν τὰς ἀντιδόσεις ὑπάρχειν. Σκόπει, τίς ἡ ἀπὸ ψυχῆς τῇ σαρκὶ ἐνδιδομένη δύναμις, καὶ τίς ἡ ἀπὸ σαρκὸς πρὸς ψυχὴν ἐπανιοῦσα συμπάθεια· πῶς δέχεται μὲν τὴν ζωὴν ἐκ τῆς ψυ 95.1104 χῆς τὸ σῶμα, δέχεται δὲ ἀλγηδόνας ἀπὸ τοῦ σώματος ἡ ψυχή· ποίας ἀποθήκας τῶν μαθημάτων ἔχει· διὰ τί οὐκ ἐπισκοτεῖ τῇ γνώσει τῶν προλαβόντων ἡ τῶν ἐπιγινομένων προσθήκη, ἀλλὰ σύγχυτοι καὶ εὐκρινεῖς αἱ μνῆμαι, οἷον χαλκῆ τις στήλη τῷ ἡγεμονικῷ τῆς ψυχῆς ἐγκεχαραγμέναι διαφυλάττονται· πῶς μὲν πρὸς τὰ τῆς σαρκὸς ὑπολισθαίνουσα πάθη τὸ οἰκεῖον ἀπόλλυσι κάλλος· πῶς δὲ πάλιν τὸ ἀπὸ κακίας αἶσχος καθαιρομένη δι' ἀρετῆς, πρὸς τὴν ὁμοίωσιν ἀνατρέχει τοῦ Κτίσαντος. Πρόσχες, εἰ δοκεῖ, μετὰ τὴν τῆς ψυχῆς θεωρίαν καὶ τὴν τοῦ σώματος κατασκευήν· καὶ θαύμασον, ὅπως πρέπον ἐν αὐτῷ καταγώγιον τῇ λογικῇ ψυχῇ ὁ ἀριστοτέχνης ἐδημιούργησεν. Ὄρθιον μόνον ἔπλασεν τῶν ζώων τὸν ἄνθρωπον, ἵνα ἐκ τοῦ σχήματος ἴδοις, ὅτι ἐκ τῆς ἄνωθεν συγγενείας ἐστὶν ἡ ζωή σου. Τὰ μὲν γὰρ τετράποδα πάντα πρὸς τὴν γαστέρα νένευκεν, ἀνθρώπῳ δὲ ἑτοίμη πρὸς οὐρανοὺς ἡ ἀνάβλεψις, ὥστε μὴ σχολάζειν τῇ γαστρὶ, μηδὲ τοῖς ὑπογαστρίοις πάθεσιν, ἀλλ' ὅλην ἔχειν τὴν ὁρμὴν τοῦ ἄνω πορεύεσθαι. Ἔπειτα τὴν κεφαλὴν ἐπὶ τὸ ὑψηλότατον θεὶς, ἐν αὐτῇ τὰς πλείστου ἀξίας τῶν αἰσθήσεων καθιδρύσατο. Ἐκεῖ ὄψις, καὶ ἀκοὴ, καὶ γεῦσις, καὶ ὄσφρησις, πᾶσαι ἐγγὺς ἀλλήλων κατῳκισμέναι, καὶ οὕτω περὶ τὸ βραχὺ χωρίον στενοχωρούμεναι, οὐδὲν ἑκάστη παρεμποδίζει τὴν ἐνέργειαν τῆς γείτονος. Παρήχθημεν εἰς τὸ εἶναι μὴ ὄντες, καὶ κατ' εἰκόνα τοῦ Κτίσαντος ἐγενήθημεν, νοῦν καὶ λόγον συμπληροῦντα ἡμῶν τὴν φύσιν ἔχοντες, δι' οὗ Θεὸν ἐγνωρίσαμεν. Ὁ κόσμος οὗτος αὐτός τέ ἐστι θνητὸς, καὶ χωρίον ἀποθνησκόντων. Ἐπειδὴ γὰρ σύνθετός ἐστι τῶν ὁρωμένων ἡ σύστασις, τὸ δὲ σύνθετον ἅπαν διαλύεσθαι πέφυκεν, οἱ ἐν τῷ κόσμῳ ζῶντες, μέρη ὄντες τοῦ κόσμου, ἀναγκαίως τῆς τοῦ παντὸς φύσεως ἀπολαύομεν. Τὰ ἀπὸ χρόνου ἀρξάμενα, ἀνάγκη πάντως καὶ ἐν χρόνῳ συστέλλεσθαι.