ὥρᾳ μιᾷ πλημμυροῦσαν ταύτην ἐργάζεται)· τούτοις τεθαῤῥηκότες οἱ βάρβαροι ἐτώθαζόν τε τὸν βασιλέα καὶ ὕβρεσιν αὐτὸν ἀδεῶς ἔβαλλον, ἐκδρομάς τε καὶ ἐπεξελάσεις ποιούμενοι πλείστους τῶν Ῥωμαίων ἀπεκτίννυον. ὁ δὲ αὐτοκράτωρ Νικηφόρος ἐφ' ἱκανὸν ταύτῃ χρόνον προσδιατρίψας, ἐπείπερ ἀνηνύτοις ἐπιχειρῶν ᾔσθετο, ἐκεῖθεν μεταναστάς τε καὶ παρεγκλίνας, τοῖς ἔγγιον αὐτῇ κατῳκισμένοις προσβάλλει φρουρίοις, καὶ Ἄδαναν μὲν καὶ τὴν Ἀνάβαρζαν, καὶ ἄλλα ὑπὲρ τὰ εἴκοσι φρούρια αἱρεῖ αὐτοβοεί. κἄπειτα Μοψουεστίᾳ προσβαλών τε καὶ κυκλωσάμενος, ἐκθύμως ἐπολιόρκει, ταῖς ἀφετηρίοις μηχαναῖς ἑκασταχοῦ ἀκροβολιζόμενος. οἱ δὲ ἔνδον καὶ αὐτοὶ γενναίως ἀντικαθίσταντο, πυρφόρα τε βέλη καὶ βάρη λίθων κατὰ τῶν Ῥωμαίων βάλλοντες, καὶ παντὶ σθένει ἐκ τῶν πύργων αὐτοὺς ἀμυνόμενοι. ιαʹ. Ὁ δὲ βασιλεὺς, δραστήριός τε ὢν καὶ δεινὸς ἐν ἀμηχάνοις πορίσασθαι μηχανὴν , περιελθὼν καὶ καταστοχασάμενος τὸν χῶρον, ᾗπερ ἦν εὐεπιχείρητον, τῶν πύργων παραγαγὼν ἄνδρας ἀωρὶ τῶν νυκτῶν ἀνορύττειν ἠρέμα ἐνεκελεύσατο, ἀπὸ τῶν ὄχθων ἐναρξαμένους τοῦ ἐκεῖσε παραῤῥέοντος Πυράμου τοῦ ποταμοῦ, ὡς μὴ αἴσθοιντο οἱ βάρβαροι, καὶ εἰς κενὸν ἀποβῇ τὸ τοιοῦτον ἐπιχείρημα. οἱ δὲ ἀνώρυττόν τε καὶ τὸν χοῦν τῷ τοῦ ποταμοῦ ἐκφοροῦντες παρέπεμπον ῥεύματι. Ἐπεὶ δὲ τὸ ἔργον ἐξήνυστο, καὶ δύο τῶν πύργων μεταξὺ τοῦ συνδεδομένου τούτοις 53 τειχίσματος εἰς τὸ ἀκριβὲς διάκενοι γεγόνασι, καὶ ἐκκρεμεῖς ὄντες ξύλοις ᾐώρηντο, τῷ μὴ τὴν σφῶν διαλυθῆναι οἰκοδομήν· ἄρτι τῆς ἡλιακῆς ἀκτῖνος τὴν περίγειον ὑπαυγαζούσης, κατὰ τὸ εἰθισμένον οἱ Ἀγαρηνοὶ λευχείμονες τῶν πύργων προκύψαντες, καὶ τὰ τόξα ἐντεινάμενοι, καὶ τὰς λοιπὰς παρασκευάσαντες μηχανὰς, ὕβρεσιν ἐδυσφήμουν τὸν ἄνακτα. ὁ δὲ τοῖς ὑπογείοις ἐρείσμασι τῶν πύργων ἐνιέναι πῦρ διακελευσάμενος, αὐτὸς ἐς τὸ ἀκριβὲς καθωπλισμένος, ἐπῄει διατάττων τὰς φάλαγγας. ῥᾳδίως δὲ τῶν στηριγμάτων κατακαέντων, ὅσον ἐκκρεμὲς ἦν τοῦ τείχους καὶ ὑπόκενον, κατασεισθὲν εἰς γῆν κατεφέρετο, συγκατασπᾶσαν καὶ τοὺς ἐπιβεβηκότας αὐτῷ τῶν Ἀγαρηνῶν, ὧν οἱ πλείους συντριβέντες αὐθωρὸν διαπεφωνήκασιν· οἱ δὲ, ζωγρίαι πρὸς τῶν Ῥωμαίων ληφθέντες, τὴν κατασχοῦσαν σφᾶς ἀπωδύροντο τύχην. ὁ δὲ αὐτοκράτωρ, ἐπεὶ τὸ τεῖχος ἐριπωθὲν πάροδον τοῖς βουλομένοις παρείχετο, πανσυδὶ τῇ Μοψουεστίᾳ προσεπιβὰς ταύτην ἠνδραποδίσατο, καὶ τοὺς παραλειφθέντας βαρβάρους δουλείᾳ παρέπεμψεν. αὐτὸς δὲ τὰ κάλλιστα τῆς λείας ὑπεξελὼν, καὶ τῷ βασιλικῷ ταμείῳ προσαναθεὶς, τὸν στρατὸν ἐκ τῆς ἁρπαγῆς τοῦ ἄστεος ἀνακαλεσάμενος, ἐπεὶ ὁ ἥλιος τὸν τοξότην παρελαύνων μετέβαινε πρὸς τὸν αἰγοκέρωτα, καὶ τὸ τοῦ χειμῶνος δεινὸν ἐπετείνετο, ἐκεῖθεν διαναστὰς ἐπὶ τὴν Ῥωμαϊκὴν ἐπικράτειαν ἀνήλαυνε. καὶ τῆς Καππαδοκῶν ἐπιβὰς τὴν πληθὺν, ὡς εἰκὸς, φιλοφρονησάμενος ἐκέλευσεν ἐπὶ τὰ οἴκοι παλινδρομεῖν, μεμνῆσθαί τε αὖθις τῆς πρὸς αὑτὸν ἐπανόδου τοῦ ἦρος προκύ 54 πτοντος, τὰς πανοπλίας ἐπισκευασαμένους, παραθηξαμένους τε τὰ ξίφη, καὶ τῶν ἵππων ἐπιμελησαμένους ὡς μάλιστα. οὕτως μὲν ἡ πληθὺς πρὸς οἶκον ἐχώρει. αὐτὸς δὲ ἅμα τοῖς ὑπολειφθεῖσιν αὐτοῦ τε διεχείμαζε, καὶ τὰ ἐς τὸν πόλεμον ἐξηρτύετο. ΛΕΟΝΤΟΣ ∆ΙΑΚΟΝΟΥ ΙΣΤΟΡΙΑΣ ∆. αʹ. Τὸν μὲν δὴ τρόπον, ὃν εἴρηταί μοι, πρὸς τοῦ αὐτοκράτορος Νικηφόρου ἥ τε Μόψου ἥλω ἑστία, καὶ τὰ πρόσοικα φρούρια ἐξ ἐφόδου ἠνδραποδίσθη. αὐτὸς δὲ κατὰ τὴν Καππαδοκῶν διαχειμάζων, ἤσχαλλέ τε καὶ ἤλυεν ἀνιώμενος, τῷ μὴ καὶ τὴν Ταρσὸν αἱρήσειν αὐτοβοεὶ, ἀλλὰ ταύτης ἀποκρουσθῆναι ὡσπερεὶ βέλος κωφὸν ἰσχυροτέρῳ