Vita Porphyrii episcopi Gazensis
δοξαζόμενος, πατάξει σου τὴν γλῶσσαν καὶ φιμώσει σου τὸ στόμα, ἵνα μὴ λαλῇ δύσφημα.
ἐξώτερον ἐάσατε σὺν τῷ περιβόλῳ. Καὶ μετὰ τὸ καῆναι, καθάραντες τὸν τόπον, ἐκεῖ κτίσατε ἁγίαν ἐκκλησίαν. Ἔλεγεν δὲ καὶ τοῦτο· Μαρτύρομαι ὑμᾶς ἐνώπιον τοῦ θεοῦ, ἄλλως μὴ γένηται· οὔτε γὰρ ἐγώ εἰμι ὁ λαλῶν, ἀλλ' ὁ Χριστὸς ὁ ἐν ἐμοὶ λαλῶν· ταῦτα δὲ ἔλεγεν τῇ Σύρων φωνῇ. Ὡς δὲ ἤκουσαν πάντες ἐθαύμαζον καὶ ἐδόξαζον τὸν θεόν.
67 Ἦλθεν δὲ τὸ θαῦμα τοῦτο καὶ εἰς τὰς τοῦ ὁσίου ἐπισκόπου ἀκοάς, καὶ ἀνατείνας τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν ἐδόξασεν τὸν θεὸν καὶ εἶπεν· ∆όξα σοι, πάτερ ἅγιε, ὅτι ἀπέκρυψας ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ταῦτα ἀπεκάλυψας νηπίοις. Ἐπέτρεψεν δὲ τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ μετὰ τὴν ἀπόλυσιν τῆς ἐκκλησίας εὑρεθῆναι ἐν τῷ ἐπισκοπείῳ, καὶ ἀποχωρίσας τὸ παιδίον εἶπεν τῇ γυναικί· Ὁρκίζω σε κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ζῶντος εἰπεῖν εἰ καθ' ὑποβολὴν σὴν ἢ ἄλλου τινός, γινωσκούσης σου αὐτόν, τὸ παιδίον τὸ σὸν ἐφθέγξατο ἐκεῖνα ἃ εἶπεν περὶ τοῦ Μαρνείου. Ἡ δὲ γυνὴ ἀκούσασα εἶπεν· Παραδίδωμι ἐμαυτὴν τῷ φοβερῷ καὶ φρικτῷ βήματι τοῦ Χριστοῦ, εἰ προέγνων τί ποτε ὧν ἐφθέγξατο ὁ υἱός μου ἐν ταύτῃ τῇ ἡμέρᾳ. Ἀλλ' εἰ δοκεῖ σοι, ἰδοὺ τὸ παιδίον λαβὼν μετὰ ἀπειλῆς ἐξέτασον αὐτό, καὶ ἐὰν καθ' ὑποβολήν τινος ταῦτα λελάληκεν, φόβῳ ὁμολογεῖ, εἰ δὲ μηδὲν ἄλλο λαλήσει, δῆλόν ἐστιν ὅτι ὑπὸ πνεύματος ἁγίου ἐνεπνεύσθη. Ἀκούσας δὲ ὁ ἐπίσκοπος τὸν λόγον τῆς γυναικὸς καὶ ἐπαινέσας, εἶπεν ἀποχωρισθῆναι αὐτὴν πρὸς βραχὺ καὶ τὸ παιδίον εἰσενεχθῆναι, καὶ σταθέντος τοῦ παιδίου εἶπεν αὐτῷ· Τίς σοι ὑπέβαλεν φθέγξασθαι ἐν τῇ ἐκκλησίᾳ ἐκεῖνα ἃ ἐλάλησας χάριν τοῦ Μαρνείου; Τὸ δὲ παιδίον ἐσιώπα. Ἐπέτρεψεν δὲ ὁ ὁσιώτατος ἐπίσκοπος μάστιγα ἐνεχθῆναι καὶ ἀναταθῆναι τὸ παιδίον πρὸς τὸ φοβηθῆναι αὐτό. Ὁ δὲ τὴν μάστιγα κατέχων μετὰ φωνῆς ἀνέκραξεν λέγων· Τίς σοι εἶπεν λαλῆσαι; εἰπέ, ἵνα μὴ τῇ μάστιγι πληγῇς. Ὁ δὲ παῖς ἐνεὸς ἵστατο μηδὲν φθεγγόμενος. Τότε ἡμεῖς οἱ περὶ αὐτὸν τὰ αὐτὰ αὐτῷ ἐλέγομεν μετὰ ἀπειλῆς· ὃ δὲ ἦν ἀκίνητος.
68 Τέλος μετὰ τὸ παύσασθαι πάντας ἀνοίξας τὸ στόμα αὐτοῦ, ὁ παῖς εἶπεν τῇ ἑλληνικῇ διαλέκτῳ· Καύσατε τὸν ναὸν τὸν ἔνδον ἕως ἐδάφους· πολλὰ γὰρ δεινὰ γέγονεν ἐν αὐτῷ, μάλιστα αἱ ἀνθρώπων θυσίαι. Τοιούτῳ δὲ τρόπῳ καύσατε αὐτόν. Ἀγάγετε ὑγρὰν πίσσαν καὶ θεῖον καὶ στέαρ χοίρεον καὶ μίξατε τὰ τρία καὶ χρίσατε τὰς χαλκᾶς θύρας καὶ ἐπ' αὐτὰς τὸ πῦρ ἐπιβάλετε, καὶ οὕτως πᾶς ὁ ναὸς καίεται· ἄλλως γὰρ οὐκ ἔστιν δυνατὸν γενέσθαι. Τὸν δὲ ἐξώτερον ἐάσατε σὺν τῷ περιβόλῳ. Καὶ μετὰ τὸ καῆναι, καθάραντες τὸν τόπον, ἐκεῖ κτίσατε ἁγίαν ἐκκλησίαν. Μαρτύρομαι ὑμᾶς πάλιν ἐνώπιον τοῦ θεοῦ, ἄλλως μὴ γένηται. Οὔτε γὰρ ἐγώ εἰμι ὁ λαλῶν, ἀλλ' ὁ Χριστὸς ὁ ἐν ἐμοί. Ἐθαύμασεν δὲ ὁ ὁσιώτατος Πορφύριος καὶ πάντες οἱ σὺν αὐτῷ, ἀκούσαντες τῆς παρρησίας τοῦ παιδὸς καὶ πῶς εὐδιαιρέτως ὡμίλησεν. Προσκαλεσάμενος δὲ τὴν αὐτοῦ υἱὸς τὴν ἑλληνικὴν γλῶσσαν. ἣ δὲ διεβεβαιοῦτο ὅρκοις μηδὲ αὐτὴν μηδὲ τὸ αὐτῆς τέκνον εἰδέναι ἑλληνιστί. Ἀκούσας πάλιν ὁ ὁσιώτατος Πορφύριος ἐδόξασεν τὸν θεόν, καὶ ἀναγαγὼν τρία νομίσματα δέδωκεν τῇ γυναικί. Ὁ δὲ παῖς θεασάμενος τὰ νομίσματα ἐν τῇ χειρὶ τῆς αὐτοῦ μητρός, ἀνεβόησεν λέγων τῇ συριακῇ γλώσσῃ· Μὴ λάβῃς, μῆτερ, μὴ καὶ σὺ πωλήσῃς τὴν δωρεὰν τοῦ θεοῦ χρυσίῳ. Πάλιν δὲ ἀκούσαντες ὑπερεθαυμάσαμεν. Ἡ δὲ γυνὴ ἀπέδωκεν τὰ τρία νομίσματα εἰποῦσα τῷ ἐπισκόπῳ· Εὖξαι ὑπὲρ ἐμοῦ καὶ τοῦ ἐμοῦ τέκνου καὶ παράθου ἡμᾶς τῷ θεῷ. Ὁ δὲ ὅσιος ἐπίσκοπος ἀπέλυσεν αὐτοὺς μετ' εἰρήνης.
69 Ὄρθρου δὲ συναγαγὼν τοὺς εὐσεβεῖς κληρικοὺς καὶ τὸν φιλόχριστον λαόν, ἔτι δὲ καὶ τὸν θαυμάσιον Κυνήγιον καὶ τοὺς ἄρχοντας, εἶπεν αὐτοῖς πῶς ἀπεφθέγξατο τὸ παιδίον χάριν τοῦ Μαρνείου. Ἀκούσαντες δὲ ἐθαύμασαν, καὶ ὁμονοήσαντες εἶπαν ἵνα κατὰ τὸ ῥῆμα τοῦ παιδὸς οὕτως καυθῇ. Ἀγαγόντες οὖν τὴν ὑγρὰν πίσσαν καὶ τὸ θεῖον καὶ τὸ χοίρεον στέαρ καὶ μίξαντες τὰ τρία, ἔχρισαν τὰς