τὸν Κομνηνὸν κατεγέραιρον, κατήγοροι ἐν ταὐτῷ καὶ συνήγοροι καὶ προασπισταὶ δεικνύμενοι τοῦ ἀνδρός· ὃν γὰρ ἐξομόσασθαι ἔλεγον καὶ οὗ τὴν φιλίαν μετὰ τοῦ βασιλέως καθάπαξ ἀπαγορεύειν, τούτῳ παρεμβεβλημένως βασιλικῆς ἀξίας περιετίθουν τιμήν. συνεκρότησε δὲ τούτοις καὶ ἡ πρὸς αὐτοὺς κάθοδος τῶν τοῦ πατριάρχου ἀνεψιῶν. ἐκεῖνοι γὰρ ὡς πευσόμενοι τὴν αἰτίαν τῆς στάσεως καταπτάντες ἐξ ἀποστολῆς τοῦ ἀρχιερέως συλληφθεῖσι παρὰ τῶν στασιαζόντων ἐῴκεσαν, καὶ ἄρτι διαχειρισθῆναι, εἰ μὴ ὁ πατριάρχης κατελθὼν συμπνεύσει τούτοις πρὸς τὸ ζητούμενον. νυγεὶς οὖν τοῖς σπλάγχνοις τῆς φύσεως, ἐπεὶ καὶ πατράδελφος ἦν πατρὸς μικρὸν ἀποδέων, καί τι καὶ ἀναγκαῖον ὑπολογισάμενος, ἵνα μὴ διχονοοῦντος τοῦ πλήθους ἔτι τὰ τῆς ὀργῆς ἐκκαυθῇ καὶ πόλεμος ἐμφύλιος εἰς τὴν καταστέλλουσαν πόλιν τὰς στάσεις ἐγγένηται, πρόεισιν εἰς τὸ ἱερόν, καὶ τοῖς ἀδύτοις προσκαθίσας οὕτω κριτὴς τῶν λεγομένων καὶ διαιτητὴς ἐχρημάτισε, καὶ τὴν ῥοπὴν τοῖς καθαιρεθῆναι τὸν βασιλέα καὶ ἀντεισαχθῆναι τὸν Κομνηνὸν ἐθέλουσι δοὺς διὰ τὴν τῶν πλειόνων ἀρέσκειαν, ἵνα μὴ τὰ τῆς ἐνστάσεως εἰς ἐμφύλιον, ὡς εἴπομεν, ἐναποσκήψειε πόλεμον, οὕτω τὴν εὐφημίαν τοῦ Κομνηνοῦ μεῖζον ἐξῆρε, τοῖς ἱερεῦσιν αὐτοῦ ταύτην καθολικὴν ἐπι 58 τρέψας. ταῦτα τοίνυν ἀμφίβολον τοῦ πατριάρχου παρεισάγει προβούλευμα πρὸς τὸ εἰ καὶ ἑκατέρωθεν μελετώμενον. Ἤρξαντο οὖν πάντες μιᾶς μερίδος τῆς Κομνηνοῦ γίνεσθαι, καὶ κατηρείπωτο τὸ κράτος τοῦ γέροντος· οὕτω γὰρ αὐτὸν ἐκάλεσεν ἡ τῶν συμπνευσάντων κατ' αὐτοῦ συμμορία, καὶ ὁ λόγος οὗτος ἄχρι καὶ τήμερον ἐπεκράτησε. καὶ μικρὸν ἄποθεν τῆς ἀντιπέραν κώμης τῆς Χρυσοπόλεως φήμη τὸν Κομνηνὸν περὶ τούτων κατέλαβε, θαρρεῖν παρεγγυωμένη ὅτι προηνέῳκται αὐτῷ τὰ ἀνάκτορα, καὶ ὁ δῆμος ἅπας τῆς πόλεως αὐτὸν εὐφημεῖ. ἐπέσχε δὲ τὴν ὁρμήν, ἕως ἐντελές τι καὶ περὶ τῆς τοῦ γέροντος καθαιρέσεως πύθοιτο. καὶ δῆτα τοῦ πατριάρχου πάντας τοὺς ἐν τέλει μετακαλεσαμένου πρὸς ἑαυτόν, οὓς μὲν ἑκουσίως, οὓς δὲ ἀκουσίως ἐκβιασθέντας, τυχὸν οἰκονομικῶς, στρατιωτικὰ δὲ καὶ δημοτικὰ συντάγματα ἐκεῖσε τὴν βασίλειον ἐξουσίαν ἀφυῶς μετεστήσατο, καὶ ἀρχὰς τοῖς πράγμασιν, ὁπόσαι τούτῳ ἐδόκουν τῷ καιρῷ πρόσφοροι, προεστήσατο. καὶ τῷ γέροντι τὴν τρίχα καταθεῖναι αὐτίκα μάλα, εἰ προαιροῖτο τὸ ζῆν, μήνυμα σφοδρὸν ἐξαποστέλλει, τοῦ πλήθους τοῦτο κελεύοντος. ὃ δέ, καίτοι τῶν τῆς αὐλῆς ὁπλιτῶν, καὶ ὅσοι τούτῳ προσήκοντες ἦσαν, εἰς ἄμυναν ἐξελθεῖν τῶν ἀντιπάλων διατεινομένων καὶ τούτους ἑτοίμως παραστήσασθαι καὶ τὸ κράτος αὐτῷ βεβαιῶσαι, οὐκ ἠνέσχετο, μισανθρωπίας καὶ φιλαυτίας ὁμοῦ πρᾶγμα λέγων εἶναι τὸ δι' 59 αὐτὸν συγχωρῆσαι φόνοις καὶ σφαγαῖς ἀνθρωπίναις μιανθῆναι τὴν μεγαλόπολιν. καὶ πρὸς τὰ ἐρυθρὰ πέδιλα κατιδὼν "διὰ ταῦτα" εἶπεν "ὁ Μιχαὴλ οὐ προδίδωσι τὴν εὐσέβειαν," καὶ πόρρω τῶν ἑαυτοῦ ποδῶν ταῦτα σφενδονησάμενος τὴν κεφαλὴν ἔκλινε τοῖς ἀποσταλεῖσιν εἰς τὴν κουράν. καὶ τῆς βασιλικῆς λαμπρότητος τὴν μοναχικὴν πολιτείαν εὐχαρίστως ἀνταλλαξάμενος, καὶ τρύχινον ῥάκος τῆς εὐδαίμονος ἀμπεχόνης καὶ πολυτίμου, παραπέμπεται αὐθημερὸν μελαμφορῶν καὶ τοῖς μοναχοῖς συνταττόμενος. δέχεται τοῦτον ὁ ἀρχιερεὺς συναντήσει δῆθεν φιλανθρώπῳ καὶ μειδιώσῃ, καὶ "χαῖρε" πρὸς αὐτὸν ἐπειπὼν φιλήματι τοῦτον ἀσπάζεται. ὁ δὲ "θεός σε ἀξίως, ἀρχιερεῦ, ἀντασπάσαιτο" φήσας, μιᾷ τῶν πατριαρχικῶν οἰκιῶν, τῇ ἀνωτάτω ἀναχωρητικῇ, παραδίδοται, βασιλεύσας ἕνα μόνον ἐνιαυτόν. Εἰσάγεται τοίνυν ὁ Κομνηνὸς διαπόντιος μετὰ τοῦ στόλου παντός, εὐφημίαις καὶ ἀλαλαγμοῖς καὶ σαλπίγγων καὶ λοιπῶν ὀργάνων ἠχῇ σεμνυνόμενος. καὶ τοῦτον ὑποδέχονται τὰ βασίλεια περὶ δείλην ὀψίαν, σεπτεμβρίου μηνὸς τῆς ιαʹ ἰνδικτιῶνος ἐνισταμένου. τῇ δ' ἐπαύριον προόδῳ λαμπρᾷ τῇ τοῦ θεοῦ μεγάλῃ ἐκκλησίᾳ μετὰ πολλῆς προσελθὼν τῆς