περὶ τοῦ εἴδους, τῆς ὕλης καὶ τῆς αἰτίας, οἷον «τῶν οὐρανίων ὕλη οὐ τὰ τέτταρα στοιχεῖα, ἀλλὰ καὶ πέμπτον τι σφαιρικόν, ὡς πολυχωρητότατον ἢ διὰ τὸ πρεπῶδες τοῦ τοιούτου σχήματος, ὃ μήτε ἀρχὴν ἢ τέλος ἔχει· κύκλῳ κινεῖται κατὰ μίμησιν τῶν ὑπὲρ αὐτὸν νόων οἳ εἰς ἑαυτοὺς συννεύουσι· νοῦς γὰρ τὰ εἴδη ὁρῶν ἑαυτὸν ὁρᾷ καὶ ἀνάπαλιν· καὶ ὅτι ὁ νοῦς πανταχοῦ ἐστί». καὶ ταῦτα ὁ φυσικός· ἀποδώσει οὖν διὰ ταῦτα τὸν ὅρον ἐξ ὕλης καὶ εἴδους. ἡ μερικὴ τέχνη, ἤγουν ἰατρικὴ ἢ τεκτονική, ἧς διαφέρει φυσικὴ ὅτι αὐτὴ καὶ ἐκ τῶν πορρωτέρω αἰτίας ἀποδίδωσι. τυχὸν ἰατρὸς μὲν αἰτιᾶται τοὺς τέτταρας χυμοὺς ἢ τὰ τέτταρα στοιχεῖα, ὁ δὲ φυσικὸς καὶ τὴν ὕλην καὶ τὸ εἶδος. ἡ διαλεκτική, ἣ ἀποδώσει τοὺς ὁρισμοὺς ἐκ τῆς αἰτίας, περὶ ταῦτα καταγίνεται, καθὼς ὁρίζεται καὶ τὸν θυμὸν ὄρεξιν ἀντιλυπήσεως. ἡ μαθηματική, ἥτις ἀποδίδωσι τῶν καθ' αὑτὰ εἰδῶν ἐξ ἀφαιρέσεως τοὺς ὁρισμούς. ἡ πρώτη φιλοσοφία περὶ τῶν πάντῃ 38 χωριστῶν τῆς ὕλης εἰδῶν διαλέξεται. τί οὖν διαφέρει πρῶτος φιλόσοφος καὶ μαθηματικός; οἱ λόγοι τῶν εἰδῶν τῶν ἐν ὕλῃ εἰσὶ καὶ ἐν τῇ ἡμετέρᾳ ψυχῇ καὶ ἐν τῷ νῷ τῷ δημιουργικῷ. καὶ τῶν ἐν τῇ ψυχῇ οἱ μὲν διαστατοί, οἱ ἐν τῇ φαντασίᾳ, οἱ δὲ ἀμερεῖς καὶ ἀδιάστατοι, ὡς οἱ ἐν τῷ λογιστικῷ. ὁ μὲν οὖν γεωμέτρης περὶ τῶν ἐν φαντασίᾳ διαστατῶν εἰδῶν διαλέξεται· ὡς γὰρ ἀβακίῳ κέχρηται τῇ φαντασίᾳ μεριστῶς ἐνεργῶν καὶ διαστήματα ἀναμετρῶν καὶ τέμνων. ὁ δὲ πρῶτος φιλόσοφος περὶ τῶν εἰδῶν τῶν ἐν τῷ λογικῷ καὶ τῶν ἐν τῷ δημιουργικῷ διαλέξεται. οἱ μὲν οὖν ἐν τῷ λογικῷ εἰκόνες τῶν πρώτων, οἱ δὲ ἐν τῷ δημιουργικῷ νῷ ἀρχέτυποι καὶ ποιητικοί. περὶ ἐκείνων δὲ εἶπέν τις ὡς καθαρτικὸς παθῶν καὶ ἀγνοίας, περὶ δὲ τούτων ὡς θεωρητικός. ὁ ἐξ ὕλης καὶ εἴδους ὁρισμὸς τοῦ φυσικοῦ, ὁ ἐξ εἴδους τοῦ διαλεκτικοῦ, ὁ ἐξ ὕλης οὐδεμιᾶς· οὐδεμία γὰρ τέχνη περὶ ὕλην μόνην καταγίνεται. Τριττὸς ὁ θυμός· ὁ χωριστὸς παντὸς σώματος γεώδους ἀερίου, ὁ ἐν τῷ πνεύματι ὁ χωριστὸς μόνον τοῦ γεώδους, καὶ ὁ ἀχώριστος τοῦ σώματος, ἤγουν ἡ ζέσις τοῦ περὶ τὴν καρδίαν αἵματος. Λέγουσί τινες ὅτι οὔτε ἡ βῶλος κάτω κινεῖται κατὰ φύσιν· ἡ γὰρ γῆ τὸ μέσον χώραν ἔχει καὶ οὐ τὴν κάτω, οὔτε τὸ πῦρ τὴν ἄνω, ὅτι τὸ ὅλον τὴν κυκλικήν. λύσις· αἱ τοιαῦται κινήσεις οὐ κατὰ φύσιν, ἀλλ' ὁδοὶ ἐπὶ τὸ κατὰ φύσιν, ὡς λέγομεν τὴν ὑγίανσιν κατὰ φύσιν, παρὰ φύσιν δὲ τὴν οἷον νόσανσιν, ὅτι ἡ μὲν ἐπὶ τὸ κατὰ φύσιν ἄγει, ἡ δὲ ἐπὶ τὸ παρὰ φύσιν. Τὸ θεῖον ἑστὸς ἀκίνητον τὰ πάντα κινεῖ, τὰ δ' ἄλλα κινοῦντα κινοῦνται. τὸ κάλλος καὶ ἡ εἰκὼν κινοῦσι μὴ κινούμενα. Ῥυσμὸς κατὰ Ἀβδηρίτους τὸ σχῆμα, τροπὴ ἡ διάθεσις, διαθιγὴ ἡ τάξις. Αὐτοκίνητον λέγει τὴν ψυχὴν ὁ Πλάτων, οὐ διὰ τὴν κατὰ τόπον κίνησιν, ἀλλὰ τὴν κατὰ βούλησιν καὶ διάνοιαν. Πέντε τὰ γένη κατὰ Πλάτωνα, οὐσία, ταυτότης, ἑτερότης, κίνησις, στάσις, οὐχ ὡς τὰ παρὰ τοῖς φιλοσόφοις ὑπάλληλα, ἀλλ' ὡς πανταχοῦ διήκοντα. ἐν πᾶσι γὰρ οὐσία διὰ τὴν ὕπαρξιν, ταυτότης διὰ τὴν μίαν ἀρχήν, ἑτερότης ὅτι πλῆθός ἐσμεν, κίνησις (ἀλλ' οὐχ ἡ ἀτελής, ἀλλ' ἡ 39 ἐνέργεια τῶνδέ τινων, τοῦ θερμοῦ τὸ θερμαίνειν, ψυχροῦ τὸ ψύχειν), καὶ ἡ στάσις ἡ ἐν τοῖς οὖσι καὶ τοῖς ἀιδίοις. καὶ γὰρ καὶ ἐν τοῖς ἀεικινήτοις θεωρεῖται στάσις, οὐ διὰ τὸ ἵστασθαι τὸ ὅλον, ἀλλὰ καὶ τὸ ἀεικίνητον οἷον στάσιν ἔχει αὐτὸ τοῦτο. γνωρίζομεν πάντα ἢ ταυτότητι ὡς τὸ λευκὸν παραθέσει λευκοῦ (γνωρίζομεν γὰρ ὡς ὅμοιον), ἢ ἀνομοιότητι ὡς τὸ λευκὸν διὰ τοῦ μέλανος (γνωρίζομεν γὰρ ὡς ἕτερον). Ἔγραφε βιβλίον Ἀριστοτέλης περὶ τοῦ ἀγαθοῦ, εἰς ὃ τὰς ἀγράφους τοῦ Πλάτωνος δόξας κατατάττει. ἐτίμων οἱ Πυθαγορικοὶ μονάδα, δυάδα, τριάδα καὶ τετράδα· τὴν μὲν τετράδα ὅτι τέτταρα εἴδη ζῴων, οὐρανίων, ἀερίων, χθονίων, ἐνύδρων, καὶ ὅτι ἐν τοῖς αἰσθητοῖς σημεῖον, γραμμή, ἐπίπεδον, στερεόν, καὶ ὅτι πάντα ἐκ τῶν τεττάρων, καὶ ὅτι γεννητική ἐστι τοῦ δεκάτου· τὴν μονάδα ὡς ἀμερῆ διὰ τὰ νοητὰ τὰ ἀμερῆ κατ' οὐσίαν καὶ ἐνέργειαν τὴν ἐν στάσει καὶ ἀκινησίᾳ· τὴν δυάδα