προδήλως καὶ ἀνακεκαλυμμένως ὁ πατριάρχης ἠσέβηκε. καὶ οὔτε βουλομένοις τισὶν ὑμῶν οὔτε περὶ ἐκείνου σπουδάζουσιν ἔξεστιν ὑπεραπολογεῖσθαι ἐκείνου καὶ πρὸς τοιαύτην ἐλέγχων ἐπιμύειν μαρμαρυγήν. βραχὺ δέ τι τῷ λόγῳ προσθεὶς ἐπὶ τὸ δεύτερον τράπωμαι, τὸ περὶ τῆς τυραννίδος κεφάλαιον. Ἔστι δὲ ὃ πάλαι δέον ἐρεῖν εἰς τόδε ἀνεβαλόμην, ὅτι μὴ ἐσχεδίασται τῷ βασιλεῖ ἡ τοῦ πατριάρχου ὑπερορία· ὡς γὰρ ἐπὶ ὡμολογημένοις ἐλέγχοις καὶ οὐδὲν ἀμφίβολον ἔχουσιν τὸ πρᾶγμα πεποίηται καὶ ὑμᾶς δὲ συνηγήοχεν, οὐχ ἵνα περὶ ὧν οὐχ ἴστε διαγωνίσηται, ἀλλ' ἵν' ὑμῖν μάρτυσι κατ' αὐτοῦ χρήσηται. οἷς μὲν οὖν σύνιστε ἐκείνῳ τὰ τετολμημένα καὶ πάλαι τῶν ἀτοπωτάτων κατεβοᾶτε, μαρτύρων χρείαν πληροῦτε τῷ καλῷ· οἷς δὲ καταψηφιεῖσθε ἐκείνου, δικαστικὴν ἀξίαν κεκλήρωσθε. προσθήσω δὲ ὅπερ οὐδ' ὑμεῖς πάντῃ ἐοίκατέ μοι ἀγνοεῖν, εἰ μὴ προσποιεῖσθε· δεδοικὼς γὰρ μὴ φθάσῃ ἡ ἐπιβουλὴ τὴν ἀκρίβειαν, βραχύ τι μεταστήσας νῦν ἐπανήγαγεν. Ἡ μὲν οὖν περὶ τῆς αἱρέσεως γραφὴ ἐς τοσοῦτον ἡμῖν ἐξήτασται. ἐπεὶ δὲ καὶ τυραννίδος εἴτ' οὖν καθοσιώσεως τὸν ἄνδρα διώκομεν, καὶ δεύτερον τοῦτο κεφάλαιον ὡς ἐν προκατασκευῆς λόγῳ ἐν τῇ ψιλῇ ἀπαριθμήσει ἄνω τεθείκαμεν, αὐτὸ τοῦτο αὖθις ἐξεταζέσθω, μᾶλλον δὲ δεικνύσθω πᾶσιν ὑμῖν. οἶμαι δὲ ὡς, εἰ καὶ μηδὲν αὐτὸς πλέον τῷ λόγῳ προσεξεργάσομαι, τό τε συνειδὸς πᾶσιν ὑμῖν ἀπαραλόγιστον ἔγκειται, καὶ οὐδείς ἐστι τῶν ἀπάντων, οὔθ' Ἑλλήνων οὔτε βαρβάρων οὔτε λογίων οὔτε μὴν ἀμαθῶν, οὐ τῶν τῆς συγκλήτου βουλῆς, οὐ τῶν ἐν κλήρῳ κατειλεγμένων, ὃς οὐκ οἶδε τὸν ἀρχιερέα τηνικαῦτα πάντας μὲν τυράννους ὑπερβεβληκότα, ἅπαν δὲ θράσος ὑπερπηδήσαντα, παντὸς δὲ ὁσίου καταφρονήσαντα καὶ ἀτεχνῶς μανέντα καὶ τῶν ἁγίων ἀκριβῶς κατολιγωρήσαντα. καὶ ἵνα γε εἰς ὁδὸν καὶ τάξιν ὁ λόγος ἐμβαίνῃ, ἀναμνῆσαι ὑμᾶς βούλομαι, ὅπως εἶχε τηνικαῦτα τὰ πράγματα, ἵνα πρὸς τοὺς πεπτωκότας καιροὺς ἕκαστα θεωρῆτε. Ἐκυμαίνετο μέν, ὡς ἴστε, τότε τὰ Ῥωμαίων πράγματα ὥσπερ ἐν πελάγει πολλῷ καὶ ῥευμάτων ἐναντιώσεσι καὶ ῥοθίοις καὶ πνεύμασι. καὶ ὁ κυβερνήτης, ἵνα φειδοῖ τῆς ἀρχῆς φιλανθρωποτέροις αὐτῷ λόγοις χρήσωμαι, οὐ πάνυ τι τὴν ἀρχικὴν ἐπιστήμην ἠκριβωκώς, ἡ δὲ παγκόσμιος ὁλκὰς μικροῦ δεῖν αὔτανδρος τῇ θαλάττῃ καταδεδύκει, εἰ μὴ μεταβολὴν ἄπιστον καὶ παράδοξον ὁ θεὸς τοῖς πράγμασιν ἐπρυτάνευσε. γίνεται γάρ τι πρᾶγμα τῶν πάνυ θαυμαζομένων καὶ οὗ ζητῶν οὐχ εὑρίσκω παράδειγμα· τὸ γὰρ στρατιωτικὸν ὡς εἰπεῖν ἅπαν, ὅσον τε ἄνωθεν εὐγενὲς καὶ πατρόθεν ἔχον τὴν τάξιν καὶ ὅσον ἐκ καταλόγων εἰς λόχους ἐτέλεσεν, οἵ τε τῶν στρατοπέδων τὰς ἀρχὰς εἰληφότες ποτὲ καὶ οἱ τὴν ὅλην ἐν πολέμοις τάξαντες φάλαγγα, καὶ ἀπὸ τῶν ἑκατέρωθεν τῆς οἰκουμένης τμημάτων ἀπαναστάντες ὥσπερ ἀπὸ συνθήματος πρὸς ἕνα καὶ τὸν αὐτὸν ἀπλήστῳ πόθῳ καὶ δρόμοις ἀκατασχέτοις συνδεδραμήκασι, τὸν πρὸ πάντων καὶ ἐπὶ πᾶσι καὶ ὑπὲρ πάντας, ᾧ μηδέν ἐστι πρὸς εὐφημίας λόγον ἀρκοῦν, οὗ τἆλλα δεύτερα, ὃς τῶν ἄλλων βασιλέων ἐξῄρηται καθ' ὑπεροχήν. οἶδ' ὅτι πάντες τὸν ἄνδρα συνίετε, καί με μὴ θαυμάζητε, εἰ μηδέν τι πλέον ἐρῶ· οὐ γὰρ ἐγκωμιάζειν νυνὶ προῄρημαι, ἀλλ', ὡς ὁρᾶτε, κατηγορεῖν. ὁ δὲ λόγος ἐχέσθω τῶν ἐφεξῆς. κίνησις γὰρ τοιαύτη οὔτε τὸν ἄνω αἰῶνα γέγονεν οὔτ' οἶμαι γενήσεται πώποτε· οὔτε τις τῶν ἁπάντων ἔκκριτος οὕτως καὶ κατὰ πολὺ τῶν ἄλλων ὑπερανεστηκὼς πρὸς τὴν βασίλειον ἐπιστήμην ὤφθη ποτέ, ἣν τέχνην ἐγὡ τεχνῶν καὶ ἐπιστήμην ἐπιστημῶν τίθεμαι. Ἐπεὶ τοίνυν πάντες μὲν ποταμοί, πᾶσαι δὲ πηγαὶ καὶ τὰ πανταχόθεν ῥεύματα εἰς τὴν μεγάλην συνερρυήκασι θάλατταν, φημὶ δὴ τὸν μέγιστον αὐτοκράτορα, ἐν ἀπορίᾳ ἡ πόλις εἱστήκει καὶ πάντες ἦσαν ἐπὶ τῷ γενομένῳ μετέωροι καὶ τὸν κρατοῦντα εἶχον δι' ὑποψίας. ἐπεὶ δὲ οὗτος τῶν περιλελειμμένων τινὰς συγκροτήσας εἰς λόχους κατέστησε