τῇ πόλει, ἐπάταξάν με, ἐτραυμάτισάν με [5, 7]. Ὢ τῆς καλλίστης προκοπῆς τῆς νύμφης καὶ παρθένου. ἰδοὺ γὰρ ἀνελήλυθε καὶ μέχρι τῶν ἀγγέλων· οὗτοι γὰρ φύλακές εἰσι τῆς πόλεως τῆς ἄνω. εὕροσαν τοίνυν με, φησί, τὸν λόγον ψηλαφῶσαν, καὶ λόγοις ἐτραυμάτισαν καὶ κατεπλήγωσάν με· τοῦτο καὶ γὰρ ἐξεῖπόν μοι τῶν ἄγαν ἀδυνάτων, τὸ τὴν κατάληψιν ζητεῖν τῆς ἀκαταληψίας. ἦραν τὸ θέριστρον ἀπ' ἐμοῦ οἱ φύλακες τῶν τειχέων [5, 7]. Ἦραν τὸ περικάλυμμα, φησί, τῶν ὀφθαλμῶν μου, ὥστε με καθαρώτερον γνωρίσαι τὸν νυμφίον τοῖς πᾶσιν ἀκατάληπτον εἶναι, καὶ τοῖς ἀγγέλοις. Ὅθεν ἐπαπορήσασα πάντοθεν ἡ παρθένος τοὺς φύλακας ἐκδυσωπεῖ, τοῦτ' ἔστι τοὺς ἀγγέλους, τὸν πόθον ταύτης τὸν πολὺν μηνῦσαι τῷ νυμφίῳ. φησὶ γὰρ οὕτω πρὸς αὐτοὺς ἐξ ὅλης τῆς καρδίας· ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλήμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν εὕρητε τὸν ἀδελφιδόν μου, ἀπαγγείλατε αὐτῷ ὅτι τετρωμένη ἀγάπης εἰμὶ ἐγώ [5, 8]. Ὁρκίζω δή, φησίν, ὑμᾶς τῇ τοῦ ἀγροῦ δυνάμει, τοῦτ' ἔστιν ἐν τῇ χάριτι τῆς θείας δυναστείας, ἵνα τὸν πόθον τὸν ἐμὸν εἴπητε τῷ νυμφίῳ. Ταῦτα μὲν λελιπάρηκεν ἡ νύμφη τοὺς ἀγγέλους· ἀμηχανοῦντες δὲ λοιπὸν τὴν εὕρεσιν ἐκείνου καὶ τῶν ἀγγέλων οἱ χοροί, φασὶ πρὸς τὴν παρθένον· τί ἀδελφιδὸς ἀπὸ ἀδελφιδοῦ, ἡ καλὴ ἐν γυναιξί; τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ, ὅτι οὕτως ὥρκισας ἡμᾶς; [5, 9]. Ὁποδαπός τις πέφυκε, φασίν, ἀδελφιδοῦς σου; ἐν τίσι δὲ σχηματισμοῖς χαρακτηρίζεταί σοι; δίδαξον ἅπαντα καλῶς ἡμῖν ὡς ἀγνοοῦσιν. ἀδελφιδός μου λευκὸς καὶ πυρρός, ἐκλελοχισμένος ἀπὸ μυριάδων [5, 10]. Ἐκεῖνος πέφυκε, φησίν, ὄντως ἀδελφιδοῦς μου, ὃς ἐν σταυρῷ τὴν ἄχραντον πλευρὰν λελογχισμένος αἷμα καὶ ὕδωρ ἔβλυσεν ἀνθρώποις παραδόξως· ὃς ἀπὸ πάντων τῶν βροτῶν μόνος ἐκ τῆς παρθένου ἄνευ λοχείας προελθὼν ἄνθρωπος ἐγνωρίσθη. κεφαλὴ αὐτοῦ χρυσίον Ὀφάζ [5, 11]. Ὅστις τυγχάνει καθαρός, φησίν, ἐξ ἁμαρτίας. βόστρυχοι αὐτοῦ ἐλατοί, μέλανες ὡσεὶ κόρακες [5, 11]. Οὗτινος πέφυκε, φησί, κόσμος βοστρύχων δίκην Πέτρος καὶ Παῦλος οἱ τὸ πρὶν ὄντες ζεζοφωμένοι καὶ πᾶς ἐξ ἔθνους βαπτισθεὶς καὶ προσελθὼν ἐκείνῳ. ὀφθαλμοὶ αὐτοῦ ὡς περιστεραὶ ἐπὶ πληρώματος ὑδάτων λελουμέναι, ἐν γάλακτι καθήμεναι ἐπὶ πληρώματα [5, 12]. Οὗτινος πάλιν ὀφθαλμοὶ τυγχάνουσι προφῆται, ἀκέραιοι τὴν φρόνησιν καὶ θαυμαστοὶ τοῖς τρόποις, ἐπὶ πληρώματος, φησίν, ὑδάτων λελουμένοι, ἤγουν ἐν πάσαις ἀρεταῖς ὄντες ἠγλαϊσμένοι. ἐν γάλακτι καθήμενοι πληρώματος ὑδάτων· οὐκ ἐπιδεικτικῶς, φησί, τὴν ἀρετὴν αὐχοῦντες, ἀλλὰ καὶ πάνυ γαληνῶς αὐτὴν ἐπιτελοῦντες. σιαγόνες αὐτοῦ ὡς φιάλαι τῶν ἀρωμάτων φύουσαι τὰ μυρεψικά, χείλη αὐτοῦ κρίνα στάζοντα σμύρναν πλήρη [5, 13]. Τὸν πάγχρυσον αἰνίττεται Χρυσόστομον ὁ λόγος καὶ τοὺς αὐτῷ τυγχάνοντας ἴσους καὶ διδασκάλους, τὸν μέγιστον Βασίλειον, Γρηγόριον τὸν πάνυ, τοὺς ἐκ χειλέων στάζοντας λόγους διδασκαλίας καὶ μέλι τὸ ἡδύτερον, οὗπερ οἱ γεγευσμένοι σμύρνης ἐμπίπλανται πολλῆς τοῦ λόγου τῇ δυνάμει, ἤγουν νεκροῦσι τὰ τῆς γῆς αὐτῶν ἐν πόνοις μέλη καὶ συσταυροῦνται τῷ Χριστῷ καὶ συνυψοῦνται τούτῳ. χεῖρες αὐτοῦ τορνευταὶ χρυσαῖ πεπληρωμέναι θαρσείς, κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου, κνῆμαι αὐτοῦ στῦλοι μαρμάρινοι τεθεμελιωμένοι ἐπὶ πτώσεις χρυσᾶς [5, 14- 15]. Ταῦτα μὲν οὖν ἡ καθαρὰ παρθένος τε καὶ νύμφη τοῖς φύλαξιν ὡμίλησε, τοῦτ' ἔστι τοῖς ἀγγέλοις, τὸ κάλλος ὑπεμφαίνουσα δῆθεν τὸ τοῦ νυμφίου. σὺ δέ μοι πάντων τροπικῶς τὰς ἐξηγήσεις δέχου. ἐπεὶ γὰρ πάντων κεφαλὴ Χριστὸς τυγχάνει μόνος, σῶμα δὲ τούτου πέφυκεν ἡ θεία ἐκκλησία καὶ μέλη τούτου λέγομεν καὶ μέρη τοὺς ἁγίους, τὸν μὲν ἐκείνου τράχηλον, τὸν δ' αὖ ἐκείνου πόδας, λοιπὸν καὶ χεῖρας γίνωσκε τούτου τετορνευμένας τοὺς ἀποστόλους τοὺς σεπτούς, τοὺς θείους ἱεράρχας, τοὺς οἰκονόμους τοὺς πιστοὺς τῆς χάριτος τῆς θείας, οἵτινες κατετόρνευσαν αὑτοὺς εὐεπηβόλως, ἅπασαν