νόμου τοῦ τῆ ἁμαρτία καὶ τοῦ θανάτου ὧδε λέγει· ὥσπερ γὰρ ἡ ἀρετὴ ἰδίᾳ φύσει ἰσχυρά, οὕτω καὶ ἡ κακία καὶ τὰ ἀπ' αὐτῆς ἀσθενῆ καὶ ἀδύνατα· κρατεῖ γὰρ οὐ τῶν ἰσχυρῶν ἀλλὰ τῶν ἐκλύτων, οὐ διὰ τὴν ἰδίαν ἰσχὺν ἀλλὰ διὰ τὴν ἐκείνων ἀδράνειαν· τοῦ τοιούτου νόμου ἡ φύσις ἀδύνατός ἐστιν· διὸ καὶ ἐνήργει ἐν τῇ ἀσθενεῖ σαρκί. ὃν νόμον κατέκρινεν ὁ θεὸς πέμψας τὸν ἑαυτοῦ υἱὸν οὐκ ἐν σαρκὶ ἁμαρτίας τοιαύτης ᾗ ὁ δουλεύων κατὰ νόμον ἁμαρτίας δουλεύει, ἀλλ' ἐν ὁμοιώματι τοιαύτης σαρκός. διὰ δὲ τοῦτο οὐκ ἦν ἁμαρτία ἡ σὰρξ τοῦ υἱοῦ τοῦ θεοῦ ἀλλ' ὁμοίωμα, ἐπείπερ οὐκ ἦν ἐκ σπέρματος ἀνδρὸς καὶ γυναικὸς ὕπνῳ συνελθούσης. οὐκοῦν ὁ θεὸς κατε δίκασεν τὴν ἁμαρτίαν γενομένην καθ' ὑπερβολὴν ἁμαρτωλόν, καὶ διὰ τῆς σαρκὸς ἐπληρώθη τὸ τοῦ θείου νόμου δικαίωμα ἐν ἡμῖν, ὅτε μὴ κατὰ σάρκα περι πατοῦμεν, ἐν ᾗ σαρκὶ ἐνεργεῖ τὸ ἀδύνατον τοῦ νόμου καὶ ἀσθενές, ὅ ἐστιν ἡ κακία· ἀλλ' ἑπόμενοι θεῷ κατὰ τὸ πνεῦμα αὐτοῦ πράττομεν πάντα, εἰς ἑαυτοὺς παραδεχόμενοι τὸν υἱὸν τοῦ θεοῦ. 46 viii 7 διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν, τῷ γὰρ νόμῳ τοῦ θεοῦ 46 οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται· οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται. ἀφ' ὧν διδάσκει ὁ Παῦλος μανθάνομεν τίνες εἰσὶ κατὰ σάρκα, οἱ τὰ τῆς σαρκὸς φρονοῦντες, καὶ τίνες οἱ κατὰ πνεῦμα, οἱ τὰ τοῦ πνεύματος φρονοῦντες. τὰ δὲ φρονήματα τῆς σαρκός εἰσι πορνεία, ἀέλγεια, εἰδωλολατρεία, καὶ τὰ ὅμοια, ὅπερ αὐτὸ τοῦτο θάνατός ἐστι· τὰ δὲ τοῦ πνεύματος ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, καὶ τὰ τούτοις ἀκόλουθα, ἅπερ ἐστὶ ζωή. καὶ ἤδη ἐν τῇ ζωῇ εἰσὶν οἱ τοιοῦτοι, καὶ ἐν εἰρήνῃ εὐφραίνονται· ἀκόλουθον οὖν τοὺ μὲν εἰ τὴν άρκα πείροντα θερίζειν φθοράν, τοὺς δὲ πνεύματι ζῶντα πείρειν εἰ τὸ πνεῦμα, ἀφ' οὗ ἐστὶ θερίαι ζωὴν αἰώνιον· πρὸς δὲ τούτοις καὶ ἐχθροί εἰσι τοῦ θεοῦ οἱ τοῦ φρονήματος τῆς σαρκός. φρονοῦσι δὲ τὰ τῆς σαρκὸς καὶ ὅσοι βούλονται πλουτεῖν ἢ ἐπιθυμοῦσι δόξης. καὶ οἱ κατὰ τὸ γράμμα ζῶντες Ἰουδαῖοι καὶ τὴν ἐν φανερῷ περιτομὴν ἐν αρκὶ ἀσκοῦντες, οὗτοι τὰ τῆς σαρκὸς τοῦ νόμου φρονοῦσιν· οἱ δὲ κατὰ πνεῦμα, οἱ ἐν κρυπτῷ Ἰουδαῖοι, οἱ τὴν ἐν καρδίᾳ καὶ πνεύματι περιτομὴν ποιοῦντες, <οὗ>τοι φρονοῦσι τὰ τοῦ πνεύματος. καὶ ἐν μὲν τῷ φρονήματι τῆς σαρκὸς τοῦ νόμου θάνατόν τις εὑρήσει καὶ ἔχθραν τὴν εἰς θεόν, ἐν δὲ τῷ φρονήματι τοῦ νόμου τοῦ πνεύματος ζωὴν καὶ εἰρήνην. οἱ δὲ ἐν τῇ σαρκὶ τοῦ νόμου ὄντες θεῷ ἀρέσαι οὐ δύνανται, ἀλλ' οἱ ἐν τῷ πνεύματι τοῦ νόμου ὄντες· ἀμφότεροι γὰρ ἐπαγγελλόμεθα τὸν Μωσέως νόμον, ἀλλ' ἐκεῖνοι μὲν κατὰ σάρκα, ἡμεῖς δὲ κατὰ πνεῦμα· διὸ ἐκεῖνοι σαρκικὰς ἡγοῦνται τὰς ἐπαγγελίας, ἀκολούθως τῷ σαρκικῷ νόμῳ, ἡμεῖς δὲ πνευματικάς, ἐν πάῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖ ἐπουρανίοι. 47 viii 24, 25 ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι' ὑπομονῆς ἀπεκδεχόμεθα. ἀνθ' οὗ ἐν ἄλλοις εὕρομεν ἀντὶ τοῦ ὃ γὰρ βλέπει τίς ὑπομένει, οἷον εἰ πρόθυμος γίνεται ὑπομένειν ὃ βλέπει· μέγα δὲ ποιεῖ ὁ ἐλπίζων εἰς μὴ βλεπόμενον, καὶ δι' ἐκεῖνο τῷ τετάσθαι τὸν νοῦν αὐτοῦ πρὸς αὐτὸ πᾶν ὁτιποτ οῦν ὑπομένων. 48 viii 26 ὡσαύτως δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν, τὸ γὰρ τί προσευξόμεθα καθ' ὃ δεῖ οὐκ οἴδαμεν, ἀλλ' αὐτὸ τὸ πνεῦμα ὑπερεν τυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. τοῦτ' ἔστιν ἂν πληροῖ τὰ τῆς ἡμετέρας ἀσθενείας ἀντιλαμβανόμενον αὐτῆς, ἅμα δὲ μανθάνομεν ὅτι πᾶσιν ἀνθρωπίνη φύσις διὰ τούτων δεδήλωται. (τοῦ αὐτοῦ) ἐν δυσεξαριθμήτοις τὸ πνεῦμα ἀντιλαμβάνεται τῇ ἀσθενείᾳ ἡμῶν, οὐκ ἔλαττον δὲ καὶ ἐν τῷ προσεύχεσθαι ἡμᾶς, ἐπὰν διαβαίνωμεν ὥστε προεύχεθαι πνεύματι. τότε γὰρ τί προσευξόμεθα καθ' ὃ δεῖ οὐκ εἰδότες, ἀντιλαμβανο μένου τοῦ πνεύματος τῆς ἐν ἡμῖν ἀσθενείας, διὰ τὴν ἀπὸ τούτου βοήθειαν προευχόμεθα πνεύματι· εἶτ' ἐφεπομένου αὐτῷ βοηθοῦντι τοῦ νοῦ προευχόμεθα καὶ τῷ νοΐ. ἐλλιπὴς δὲ ἡ εὐχὴ τοῦ μὴ προσευχομένου ἀμφοτέροις, ὡς δῆλον ἐκ τοῦ ἐὰν γλώαι λαλῶ τὸ πνεῦμά μου προεύχεται, ὁ δὲ νοῦ μου ἄκαρπο ἐτιν. ἵνα οὖν μὴ ἄκαρπος ᾖ ὁ νοῦς,