κατὰ τὸ μὴ ῥᾴδιον αὐτὴν εἶναι τοῖς ἐκτὸς προσδέχεσθαι), θυμὸν δὲ ὀργὴν ἐναρχομένην. ἔοικε δὲ ἡ γραφὴ σφόδρα πολλαχοῦ διαφορὰν εἰδέναι θυμοῦ καὶ ὀργῆς, ὥσπερ καὶ ἐν τῷ Κύριε μὴ τῷ θυμῷ ου ἐλέγξῃ με μηδὲ τῇ ὀργῇ ου παιδεύῃ με. οὐχ ὁμοίως δὲ ὁριούμεθα τὸν ἐλέγχοντα θυμὸν Θεοῦ καὶ τὸν θυμὸν ὃν δεῖ ἀρθῆναι ἀφ' ἡμῶν, οὐδὲ τὴν παιδεύουαν ὀργὴν Κυρίου καὶ τὴν ἡμετέραν. <τὰ μὲν γὰρ περὶ Θεοῦ> τροπικώτερον εἴρηται, τὰ δὲ περὶ ἡμῶν ὀνομαζόμενα ὁμολογουμένως πάθη ἐστὶ καὶ ἁμαρτήματα. κεῖται δὲ τὸ ὄνομα τῆς πικρίας καὶ ἐν τῷ Ἱερεμίᾳ· καὶ ἡ πικρία γάρ ου, φησίν, ἀνέβη πρὸ μέ. οἶμαι οὖν πικρίαν μὲν νῦν λέγεσθαι παρὰ τῷ ἀποστόλῳ καθὸ λέγομεν τινὰς πικροὺς ἐναντίους τοῖς γλυκέσι, καὶ ἡ συνήθεια γὰρ γλυκεῖς ἀνθρώπους οἶδε καὶ πικρούς· θυμὸν δὲ τὴν ἐναρχομένην ἐπί τινι γενέσθαι ὀργὴν ἐν τῇ ψυχῇ· ὀργὴν δὲ τάχα οὐ τὸ γένος τούτων καὶ ἑτέρων παραπλησίων, ἀλλὰ τὴν ἤδη ἑτοίμην καὶ ἐνεργητικὴν πρὸς τὴν «τιμωρίαν τοῦ ἠδικηκέναι νομιζομένου.» καὶ ὡς ἐπίπαν παρακολουθεῖ τοῖς πάθεσι τούτοις καὶ ἡ κραυγή, κεκραγότων τῶν πικραινομένων καὶ θυμουμένων καὶ ὀργιζομένων, καὶ θορυβωδέστερον λαλούν των καὶ προφερομένων λόγους καὶ πικρίας καὶ θυμοῦ καὶ ὀργῆς. διὸ πρὸς τοῖς προτέροις καὶ κραυγὴν ἀσκητέον ἀρθῆναι ἀφ' ἡμῶν. οἶμαι δὲ ἐνθάδε βλασφημίαν ἣν κελεύει ἀρθῆναι ἀφ' ἡμῶν ἣν προφέρονται ἀπὸ παθῶν ὀργιζόμενοι πολλάκις οἱ καὶ κατὰ τοῦ θείου τολμῶντες ἐν τῷ καιρῷ τῆς ὀργῆς λαλεῖν, ὅταν πᾶσα ἡ κατηγορία περὶ οὑτινοσοῦν λαμβάνηται αὖθις ἐν τῇ βλασφημίᾳ· βλασφημεῖν γὰρ λέγονται οἱ κακῶς λέγοντες ἐκείνους οὓς λέγουσι κακῶς. διὸ ἀκολούθως τοῖς περὶ πικρίας καὶ θυμοῦ καὶ ὀργῆς καὶ κραυγῆς λέγεται δεῖν ἀποτίθεσθαι καὶ τὴν βλασφημίαν. εἰ μέντοιγε καὶ τὴν βλασφημίαν τάσσοιμεν ἐπὶ πάσης φωνῆς τῆς κακῶς τὸ θεῖον λεγούσης, οὐ μόνον ἐκ λύπης καὶ ὀργῆς κατὰ τοὺς καιροὺς τῆς δυσαρεστή σεως δυσφημούντων τῶν ἀνθρώπων ἀλλὰ πολλάκις καὶ κατὰ ἄγνοιαν τοῦ περὶ ἀληθείας λόγου, ὡς δῆλον ἐκ τῶν παρὰ τοῖς ἑτεροδόξοις δογμάτων, βλασφημεῖ δὴ καὶ ὁ τὸν ἀληθῆ λόγον ψευδῆ ἀποφαινόμενος εἶναι ἢ τὸν ψευδῆ ἀληθῆ, καὶ μάλιστα περὶ Θεοῦ καὶ τῶν τοῦ Θεοῦ πραγμάτων. τίς οὖν οὕτως δόκιμο τραπεζίτη ὡς εἰδέναι πάντα δοκιμάζειν καὶ τὸ μὲν καλὸν κατέχειν ἀπὸ δὲ παντὸ εἴδου πονηροῦ ἀπέχεθαι; ἐπεὶ δέ τινες οἴονται εὐλόγως ποτὲ γίνεσθαι ὀργήν, μὴ καλῶς προστιθέντες τῷ εὐαγγελίῳ τὸ «εἰκῇ» κατὰ τὸ ῥητόν ὃ ἂν ὀργιθῇ τῷ ἀδελφῷ αὐτοῦ ἔνοχο ἔται τῇ κρίειἀνέγνωσαν γάρ τινες ὃ ἐὰν ὀργιθῇ τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ- δυσωπήσωμεν αὐτοὺς ἐκ τοῦ προκειμένου ῥητοῦ λέγοντος πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν. σαφῶς γὰρ ἐνθάδε ἡ πᾶσα φωνὴ κατὰ κοινοῦ ἐπὶ πάντων εἴρηται, ὡς μηδεμιᾶς πικρίας συγχωρουμένης μηδὲ θυμοῦ τινος ἐπιτρεπομένου μηδὲ ὀργῆς τινος εὐλόγως συνερχομένης. καὶ ἐν τριακοστῷ ἕκτῳ ψαλμῷ, ὡς πάσης ὀργῆς ἁμαρτίας οὔσης (ὁμοίως δὲ καὶ θυμοῦ), λέγεται παῦαι ἀπὸ ὀργῆ καὶ ἐγκατάλειπε θυμόν. οὐκοῦν οὐκ ἔστιν ποτὲ εὐλόγως ὀργισθῆναί τινι. καὶ οὐ μόνον γε πᾶσαν πικρίαν καὶ πάντα θυμὸν καὶ πᾶσαν ὀργὴν καὶ πᾶσαν βλασφημίαν φιλοπονητέον ἀρθῆναι ἀφ' ἡμῶν, ἀλλὰ ταῦτα σὺν πάσῃ κακίᾳ· κακίαν δὲ ἐκλαμβάνομεν ἤτοι τὴν ἐναντίαν ἕξιν τῇ ἀρετῇ ἢ τὴν πονηρίαν. 23 Eph. iv32 γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ἡμῖν. [Ὠριγένης φησί] ἡμεῖς μὲν τὸ ἐναντίον τῷ πικρῷ γλυκὺ ὠνομάσαμεν· ἔοικεν δὲ ὁ Παῦλος τὴν ἐναντίαν τάξιν τῇ πικρίᾳ χρηστότητα νῦν λέγειν, μεταφορικῶς ἀπὸ τῶν βρωμάτων· οὕτως οὖν δυνάμεθα νοεῖν τὸ γίνεσθε εἰς ἀλλήλους χρηστοὶ ἀντὶ τοῦ «εὐπρόσιτοί τινες καὶ κατὰ τὸ ἦθος γλυκεῖς τε καὶ προσηνεῖς.» τοῦτο δὲ γίνεται, εἰ τὸ ὠμὸν καὶ ἀνηλεὲς καὶ ἀσυμπαθὲς πρὸς τὸν πλησίον ἀποθέμενοι εὔσπλαγχνοι πρὸς πάντας γινόμεθα, διὰ τούτων οὐ μόνον τοῖς πέλας ἀλλὰ καὶ ἑαυτοῖς τὰ μέγιστα χαριζόμενοι· <«χαριζόμενοι> ἑαυτοῖς» ἑτέρου ὄντος παρὰ τὸ «χαριζόμενοι ἀλλήλοις,» ἐπείπερ ὅσα ἂν ἐν τῷ εὐεργετεῖν