προφήταις, ἐπ' ἐσχά «του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν
ῥητέον, ἀφ' ἧς ὁ Ἰακὼβ ἅμα τοῖς υἱοῖς πνευματικῶς ἔπινεν, πινόντων ἀπ' αὐτοῦ καὶ
ἔρχεσθαι γυναικός. 53 Ἴσως δ' <ἂν> ἐπιζητήσειέ τις τὴν αἰτίαν δι' ἣν Ἰουδαῖοι οὐ συγχρῶνται Σαμαρείταις, ἥντινα εὑρεῖν δυνατὸν ἐν τῇ τρίτῃ καὶ τε τάρτῃ τῶν Βασιλειῶν ἱστοριῶν, ἀλλὰ καὶ ἐν τῇ δευτέρᾳ τῶν Παρα λειπομένων. τοῦ γὰρ νόμου εἰρηκότος· «Ἀκαθάρτου μὴ ἅψησθε» οὐδὲ τῆς σαρκὸς τῶν ἀλλογενῶν ἐτόλμων ἅψασθαι, νομίζοντες ἐκ τούτου μολύνεσθαι. ἴσως δέ τις φήσει, ἐνιστάμενος τῷ «Οἱ μαθη «ταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσι», λέγων Εἰ ἐν ἐρήμῳ πεντακισχιλίους καὶ τετρακισχιλίους μετὰ καὶ πλήθους γυναικῶν καὶ πολλοῦ ἀριθμοῦ παιδίων ἔθρεψεν, ὁτὲ μὲν ἐκ πέντε, ὁτὲ δὲ ἐξ ἑπτὰ ἄρτων· τί μέγα ἦν τὸ εὐπορῆσαι τοὺς μαθητὰς τροφῆς ἄνευ τοῦ ἀπελθεῖν ἐν τῇ πόλει ἐπὶ ἀγορασίᾳ ταύτης, τοῦ Ἰησοῦ παρασχόντος αὐτὴν τῇ ἰδίᾳ δυνάμει; λεκτέον οὖν πρὸς τοῦτο ὅτι Ἰησοῦς, ἄνθρωπος γεγονώς, εἰ ὡς ἐν ἀληθείᾳ θεὸς πάντα ἐνήργει, ἠγνοήθη <ἂν> ἄνθρωπος γεγονώς, ὡς ἄν, εἰ πάντα ὡς ἄνθρω πος ἔπραττεν, ἐπεσκιάζετο ἡ θεότης. ὅθεν εἴ ποτε χρεία παραδοξο ποιΐας ἐγίνετο, ἐξ ὀλίγου πολλοὺς ἔτρεφεν, οὐ τοσοῦτον τοῦ χορτά σαι χάριν ὅσον τοῦ φανερῶσαι τὴν θεϊκὴν δύναμιν. ὅτε δὲ οὐ πάνυ κατήπειγεν ἐξ ἀπόρων τροφῆς εὐπορίαν παρασχεῖν, ἐπὶ τὸ πρίασθαι ἄρτους ἀπήρχοντο οἱ μαθηταί. εἰ γὰρ ταῦτα τοῦ Ἰησοῦ ποιοῦντος πρὸς ἔνδειξιν τῆς
ἀνθρωπότητος καὶ φανέρωσιν τῆς θεότητος 〚πολλοὶ τῷ εὐαγγελίῳ προσέκοψαν τῶν μὲν δοκήσει αὐτὸν ἄνθρω πον ἀλλ' οὐκ ἀληθείᾳ αὐτὸν γεγονέναι ὁρισάντων, τῶν δὲ μόνον ἄνθρωπον ὑπειληφότων αὐτόν· πόσῳ μᾶλλον, εἰ μηδὲν πρὸς ἀκρί βειαν πέπρακτο καὶ γέγραπτο περὶ φανερώσεως τῆς θεότητος καὶ ἀνθρωπότητος αὐτοῦ, ἔμελλον ἀπατᾶσθαι οἱ μὴ ἀκριβῶς καὶ φρονί μως ἐντυγχάνοντες τῇ περὶ
τούτων ἱστορίᾳ;〛 54 Ἡ μὲν Σαμαρεῖτις τῶν Ἰουδαϊκῶν ἐθῶν τε καὶ δογμάτων τὰ τῆς Σαμαρείτιδος δόξης ἐξαίρειν καὶ ὑπερτιθέναι τὴν ὅτι μάλιστα σπουδὴν κατεβάλλετο. διὸ καὶ τὸ «Μὴ μείζων εἶ σὺ τοῦ πατρὸς «ἡμῶν Ἰακώβ;» ὕδωρ ζῶν ὑποσχομένου τοῦ σωτῆρος παρασχεῖν ἀντεφθέγξατο. ὁ δὲ σωτὴρ οἰκονομεῖν ἅπαντα σοφῶς εἰδὼς τὸ μὲν ἐξᾶραι τὰ Ἰουδαίων καὶ τὸ «Μείζων» εἰπεῖν, αὐτόθι πλῆξαι πρό χειρον ἐπιστάμενος καὶ τότε γυναικὸς διάνοιαν, οὐδὲν τῶν αἰσθητῶν ὑψηλότερον τέως φανταζομένης, τοῦτο μὲν ἀποθησαυρίζει τῇ σιωπῇ, διὰ δὲ ῥημάτων ἑτέρων οὐδὲν μὲν ἧττον τοῦτο κατασκευάζειν δυνα μένων, λεαίνειν δὲ τὴν ἀκοήν, ἐπιτηδειοτέραν τὴν γνώμην παριστᾷ. οὐδὲ γὰρ τὴν σύγκρισιν καὶ τὴν ἐν δόξῃ διαφορὰν αὐτὸς ἐπάγει, ἀλλὰ παραπέμπει τὸ γύναιον ἐκ τῶν ῥηθησομένων τῆς ὑπερ οχῆς τὴν ὑπερβολὴν συλλογίσασθαι. καὶ γὰρ ἐκ τούτου, φησί, τοῦ ὕδατος ὁ πίνων «διψήσει πάλιν· ὃς δ' ἂν πίῃ ἐκ τοῦ «ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα». καὶ ὅρα τὸ σοφὸν τῶν λόγων καὶ τὴν δύναμιν. τὸ μὲν ὅτι «∆ιψήσει πάλιν» εἶπεν οὐ δεόμενον κατασκευῆς ἀλλαχόθεν· αὐτόκλητον γὰρ εἶχε τὴν γυναῖκα μάρτυρα· τὸ δὲ «Οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα» τῷ μεγέθει τῆς ἐπαγγελίας † εἰσέφερεν αὐτὴν τῆς ὑποσχέσεως διανιστῶν. δι' ἀμ φοῖν δὲ πρὸς ἐπίστασιν ἄγων θειοτέρας ὑπολήψεως, μονονουχὶ λέγων «Εἰ τὸν Ἰακὼβ ἄγεις ἐν μείζονι τιμῇ καὶ θαυμασίῳ κατορθώ ματι, ἐπεὶ παρέσχεν ὑμῖν ὕδωρ ἐξ οὗ πάλιν ὁ πίνων εἰς τὴν αὐτὴν ἐπαναστρέφει δίψαν, τίνα ἄν σε λογίσασθαι χρὴ ὃς ὕδωρ παρασχεῖν ἐστὶ δυνατὸς οὐ σωματικὴν δίψαν ἐν ὀλίγῳ χρόνῳ πραΰνον, ἀλλὰ δυνάμενον τῷ πιόντι πηγὴ χρηματίσαι ὕδατος ἀεννάου, καὶ παρέχειν ῥεῖθρα σωτηρίας, ἃ τοῖς ἀρυσαμένοις καταρδεύει καὶ προξενεῖ ζωὴν τὴν αἰώνιον;» ὥσπερ γὰρ τὸ ὕδωρ θεραπεύει μὲν τὴν δίψαν κα θαίρει δὲ τὸν ἔξωθεν τοῦ σώματος μολυσμόν, οὕτω καὶ τὰ νοερὰ καὶ οὐράνια τῆς διδασκαλίας τοῦ Ἰησοῦ νάματα καὶ ἡ περὶ αὐτοῦ θειοτέρα ὑπόληψις ἰᾶται μὲν τὴν ἀπὸ τῆς ἀπιστίας δίψαν, καθαίρει δὲ τὴν ψυχὴν τῶν ῥυπασμάτων, ἣν ἁμαρτημάτων κατερρύπωσεν μολυσ μὸς καὶ λογισμὸς ζοφώδης δυσσεβούντων δοξασμάτων. 55 Φρέαρ τοῦ Ἰακὼβ εἶναι πρὸς ἀλληγορίαν τὴν Μωσέως γραφὴν