ἀνεστηλῶσθαι μὲν ταύτην κατὰ τὴν πηγὴν τὴν ἔνδον τῆς πόλεως μετὰ καὶ ἑτέρων ἀγαλμάτων, τερπνότητός τι παρέχειν τοῖς φοιτῶσι θέαμα. τῆς δὲ τοῦ σωτῆρος εἰκόνος βοτάνης κατὰ τοὺς πόδας ἀναφυείσης, νοσημάτων μὲν ἁπάντων, μάλιστα δὲ τῆς φθινάδος ἴαμα, καὶ ζητούντων τὴν αἰτίαν (ἐλελήθει γὰρ τῷ χρόνῳ καὶ οὗτινος ἔφερε μορφὴν καὶ ἡ πρᾶξις δι' ἣν ἀνεστήλωτο· ἐν ὑπαίθρῳ γὰρ καὶ γυμνὸς ἑστώς, ἐπ' οὐκ ὀλίγον συνεχώσθη τοῦ σώματος, γῆς ἐπ' αὐτὸν ἐκ τῶν ὑψηλοτέρων ἀεὶ τόπων ἐν τοῖς τῶν ὄμβρων μάλιστα καιροῖς ἐπιφερομένης, ὑφ' ἧς ἡ τῶν γραμμάτων τῶν ἕκαστα δηλούντων ἠφάνιστο γνῶσις)· τῆς οὖν ζητήσεως ταύτης ἐπιστάσης, ἀνωρύχθη μὲν τὸ συγκεχωσμένον, εὑρέθη δὲ γράμματα τὴν ἱστορίαν πᾶσαν ἀναδιδάσκοντα. καὶ ἡ πόα μὲν οὐκ ἔτι μετ' ἐκεῖνον ὤφθη τὸν χρόνον οὔτε ἐκεῖ οὔτε ἀλλαχόθι· τὸν δὲ ἀνδριάντα μεταστησάμενοι ἐν τῷ τῆς ἐκκλησίας διακονικῷ τὰ πρέποντα ἐθεράπευον, σέβοντες μὲν ἢ προσκυνοῦντες οὐδαμῶς (οὐ γὰρ ἦν θέμις χαλκὸν ἢ ἄλλην ὕλην προσκυνεῖν), αὐτῷ δὲ τούτῳ, στάσει τε σεμνοτέρᾳ καὶ τῷ μεθ' ἡδονῆς ἐπιφοιτᾶν τῷ τόπῳ τὸ εἶδος θεασομένους, τὸν περὶ τὸ ἀρχέτυπον πόθον ἐπιδεικνύμενοι. Τοῦτο τὸ ἄγαλμα κατὰ τοὺς Ἰουλιανοῦ χρόνους τὸ Ἑλληνικὸν εἰς ἀσέβειαν ἀναφλεχθέντες, οἱ τὴν Πανεάδα οἰκοῦντες, τῶν βάθρων ἀνασπασάμενοι καὶ τῶν ποδῶν ἐκδησάμενοι, διὰ μέσης ἔσυρον τῆς λεωφόρου· ἐν ᾧ τὸ μὲν ἄλλο σῶμα διασπώμενοι διεσκέδασαν, τὴν δὲ κεφαλήν, ἐν τῷ σύρεσθαι τοῦ αὐχένος διαζυγεῖσαν, τινὲς λαθόντες τῶν ἐπαλγούντων τοῖς δρωμένοις ἀνελάβοντό τε καὶ ὡς ἠδύναντο διεσώσαντο. καί φησι ταύτην καὶ αὐτὸς θεάσασθαι. Ἡ μέντοι γε Πανεὰς ∆ὰν ἐπωνομάζετο τὸ παλαίτατον, τὴν προσηγορίαν ἀπὸ τοῦ παιδὸς τοῦ Ἰακὼβ ∆ὰν ἑλκυσαμένη, τοῦ φυλάρχου τῶν ταύτην οἰκούντων τότε· εἶτα δὲ Καισάρεια ἡ Φιλίππου ἐπεκέκλητο. τῶν δὲ Ἑλληνιστῶν Πανὸς ξόανον αὐτῇ καθιδρυσάντων, εἰς τὴν τῆς Πανεάδος ἐπωνυμίαν μετέβαλεν. 7.4 Ὅτι, τῶν Ἑλληνιστῶν τὰ ἀτοπώτατα κατὰ τῶν Χριστιανῶν πανταχοῦ παλαμωμένων, καὶ τόδε τοῖς ἀσεβέσι κατὰ Παλαιστίνην δεδραματούργηται. τὰ τοῦ προφήτου Ἐλισσαίου ὀστᾶ καὶ τοῦ βαπτιστοῦ Ἰωάννου (ἐκεῖ γὰρ ἄμφω ἐτέθαπτο) τῶν θηκῶν ἐξελόμενοι καὶ ζῴων ὀστοῖς ἀλόγων συγκαταμίξαντες, ὁμοῦ πρὸς κόνιν κατέκαυσαν καὶ εἰς τὸν ἀέρα διεσπείραντο. καὶ τοὺς Χριστιανίζοντας δὲ συλλαμβάνοντες, ἔστιν ὅτε τοῖς βωμοῖς ἀναπτομένοις ὡς ἱερεῖα ἐπετίθεσαν, καὶ εἰς πολλὴν ἄλλην ἀρρητουργίαν ἐξεβακχεύθησαν. ἅπερ Ἰουλιανὸς ἐπιστάμενος οὐχ ὅπως ἤχθετο, ἀλλὰ καὶ διαφερόντως ἔχαιρεν, ὡς τῆς μὲν ἐπὶ τοῖς δρωμένοις δυσκλείας εἰς ἑτέρους ἀνιούσης, τῆς δ' αὐτοῦ γνώμης τοῖς ἐκείνων ἔργοις περαιουμένης. Συνιδὼν δὲ διὰ τῆς τοσαύτης μανίας οὐδὲν ὧν ἐβούλετο περαινόμενον (μᾶλλον γὰρ τὸ Χριστιανῶν πολιορκούμενον ἐπερρώννυτο φρόνημα), μηχανᾶται τοὺς ἐν αἰτίαις ἐκβεβλημένους τῶν ἐπισκόπων καὶ τοὺς ἀντ' ἐκείνων ἔχοντας τοὺς θρόνους εἰς πόλεμον συρράξαι. καὶ δὴ πάσης ἐξουσίας ἑκατέρᾳ μοίρᾳ μετεδίδου πράττειν ὅσα καὶ δυνατὰ αὐτοῖς εἴη εἰς τὴν οἰκείαν σύστασίν τε καὶ ὠφέλειαν. ἐξ ὧν ἐκεῖνοι πρὸς ἀλλήλους συρρηγνύμενοι πολλὴν ἀσχημοσύνην καὶ μέμψιν, ὅπερ ἦν τῷ ἀποστάτῃ σπούδασμα, προσετρίβοντο τῇ εὐσεβείᾳ. Καὶ ἄλλα δὲ τῆς αὐτῆς κακοτεχνίας συνεπῆγε· τούς τε γὰρ ἐν κλήρῳ κατειλεγμένους εἰς τὴν τῶν βουλευτῶν ἀνέστρεφε λειτουργίαν καὶ τῶν ἐκκλησιῶν τὰ σιτηρέσια τοῖς τῶν δαιμονίων θεραπευταῖς μετεδίδου, καὶ πάντα πράττειν οὐκ ἐνεδίδου ἐξ ὧν τὰ μὲν ἀκμάσῃ τὰ τῶν δαιμόνων, τὰ δὲ τῆς εὐσεβείας, ὡς ἐνόμιζεν, εἰς ἀφανισμὸν συνελαθείη. 7.5 Ὅτι, φησί, τῶν πραγμάτων οὕτω φερομένων, εἰς μνήμην Εὐδόξιος ἀνελθὼν τῶν ὅρκων καὶ τῶν ὑποσχέσεων ἃς ὑπὲρ Ἀετίου πρὸς Εὐνόμιον ἀνεδέξατο, σύνοδον ἐπιστέλλει τῷ Ἀντιοχείας Εὐζωΐῳ συναθροῖσαι, δι' ἧς ἔδει τὸν Ἀέτιον τῆς καταδικαζούσης ψήφου ἀπολυθῆναι. ὁ δὲ Εὐζώϊος οὐδὲν πρὸς τὴν ἀξίωσιν ἐπεστράφη, αἰτιασάμενος μάλιστα τὸν Εὐδόξιον, ὅτι μὴ αὐτὸς προκατήρξατο πράττειν ἅπερ ὑποτίθησιν ἑτέροις. ἐπιμένοντος δὲ τοῦ