ἤδη τῶν λόγων παύεσθαι μελλόντων. 90 Jo 15, 9-11 Ταῦτα λελάληκα ὑμῖν· ποῖα ταῦτα; ὅτι καθὼς ἠγάπησέν με ὁ πατήρ, κἀγὼ ἠγάπησα ὑμᾶς, ὅτι ἐὰν τὰς ἐντολάς μου τηρήσετε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου καὶ τὰ ἑξῆς. ταῦτα οὖν λελάληκα ὑμῖν, φησίν, ἵνα ἡ χαρὰ ἡ ἐμή-χαρὰν ἰδίαν καλῶν τὴν ἐκπλήρωσιν τῆς ἐντολῆς, τοῦτ' ἔστι τὸν σταυρόν-ἵνα οὖν ἡ χαρὰ αὕτη ἐν ὑμῖν μείνῃ, οἷον ἵνα ἀεὶ διὰ μνήμης ἔχητε, ὅτι χαίρων ἔπαθον ὑπὲρ τοῦ κόσμου καὶ ὑμῶν καὶ ἵνα ᾖ ἀπηρτισμένη καὶ τετελειωμένη καὶ ἡ ὑμετέρα χαρά, ὅτι μέλλετε πάσχειν ὑπὲρ ἐμοῦ, ὅτι τὸν διδάσκαλον μιμεῖσθε καὶ ὅτι ὡς ἀληθῶς ἐν τῇ ἀγάπῃ ἐμείνατε τῇ ἐμῇ. 91 Jo 15, 10 Ἐντολὴν τοῦ πατρός <τηρεῖν> ἐστι τὸ σταυρωθῆναι ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας. σταυροῦται δὲ δῆλον ὅτι καθὸ ἄνθρωπος, ὥστε καὶ τὰς ἐντολὰς τηρεῖν λέγει καθὸ ἄνθρωπος. 92 Jo 15, 14- 17 Ταῦτα ἐντέλλομαι ὑμῖν· ταῦτα ποῖα; ὅτι φίλοι μού ἐστε, ὅτι ὁμοίως ἐξελεξάμην ὑμᾶς, ὅτι ὅπερ ἂν ἕκαστος ὑμῶν αἰτήσῃ, τούτου τεύξεται. διὰ τί δὲ εἶπον ὑμῖν ταῦτα; ἵνα ἐννοοῦντες καὶ ἀναλογιζόμενοι, ὅτι κοινὸν ἔχετε τὸ χάρισμα τῶν ἰάσεων, ὅτι κοινωνίαν ἔχετε ἐν τῇ ἐκλογῇ, ὅτι ὁμοτίμως καὶ κοινῶς εἰς τὴν ἐμὴν φιλίαν συνῆψα ὑμᾶς. ἔχοντες πολλὰς ἀφορμὰς κοινωνίας καὶ τῆς πρὸς ἀλλήλους ἑνώσεως, πολλὴν τὴν εἰς ἀλλήλους ἀγάπην ἐπιδείξασθε, ἔτι δὲ καὶ ὅτι κοινὸν κατὰ πάντων ὑμῶν καὶ ὁμοίως οἱ ἐν τῷ κόσμῳ πονηροὶ τὸ μῖΣος ἕξουσιν· συνάπτειν γὰρ οἶδεν καὶ κοινὸν ἐξ ἐχθρῶν ἐπιδεικνύμενον μῖΣος τοὺς ὑπ' ἐκείνων μιΣουμένους. 93 Jo 15, 15 Πάντα ὅσα ἤκουσα, οὐχ ἁπλῶς πάντα, ἀλλ' ὅσα ἤκουσα, περὶ τοῦ πάθους δέ φησι καὶ τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως. καὶ δηλοῖ τὸ προηγούμενον, ὅτι ὁ δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ ὁ κύριος, ὥστε πάντα ἐκεῖνα αὐτοῖς ἐγνώρισεν, ὅσα αὐτὸς κύριος ὢν ἔμελλε ποιεῖν οἷον σταυροῦσθαι, πάσχειν, καταλύειν τὸν θάνατον, νεκροὺς ἐγείρειν καὶ συνανιστᾶν ἑαυτῷ· ταῦτα γὰρ πάντα ἐγνώρισεν αὐτοῖς ἃ ἔμελλεν αὐτὸς κύριος ὢν ποιεῖν. διὰ τί δὲ καὶ τὸ σταυροῦσθαι καὶ τὸ θνῄσκειν ποιεῖν λέγει; ἐπειδὴ ἐν τῷ ὑφίστασθαι αὐτὸν καὶ ὑπομένειν ταῦτα οὐχὶ αὐτὸς μᾶλλον ἠνιᾶτο καὶ ἤλγει, ὅΣον ἐτραυμάτιζε τὸν διάβολον καὶ τὸν θάνατον κατήργει καὶ ᾐχμαλώτιζεν. ἄλλως τε δέ. καὶ ὅτι ταῦτα πάσχων καὶ ἀναδεχόμενος τὸ θέλημα ἐποίει τοῦ πατρός. 94 Jo 15, 18 Γινώσκετε, ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν ἀντὶ τοῦ ἐννοεῖσθε, ἀναλογίζεσθε τοῦτο· ἀρκεῖ γὰρ ὑμῖν τοῦτο εἰς παραμυθίαν πᾶσαν, ὅτι τὰ ἴσα τῷ διδασκάλῳ οἱ μαθηταὶ καὶ τὰ ἴσα τῷ κυρίῳ οἱ δοῦλοι πάσχετε. 95 Jo 15, 26 Τὸ δὲ ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται εἶπεν δεικνύς, ὅτι καὶ τοῦ πνεύματός ἐστιν αἴτιος καὶ πηγὴ ὁ πατὴρ ὥσπερ δὴ καὶ αὐτοῦ τοῦ υἱοῦ καὶ ὅτι ἄμφω ὁμοούσιοι καὶ ἀλλήλοις καὶ τῷ πατρὶ ὡς ἀπὸ τῆς αὐτῆς οἱονεὶ ῥίζης ἀναφύντες. 96 Jo 15, 26 Τὸ δὲ ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται εἶπεν δεικνύς, ὅτι <ἐὰν> καὶ διδάγματα τελειότερα καὶ σημεῖα μείζονα θεάσωνται, πολλῷ μᾶλλον κατακριθήΣονται. 97 Jo 16, 8 Ἐλέγξει τὸν κόσμον καταπεμφθεὶς ὁ παράκλητος λίαν ἡμαρτηκότας, διότι οὐκ ἐπίστευσαν εἰς ἐμέ. ποιήσεται δὲ τὸν ἔλεγχον ἐκ πολλῆς περιουσίας καὶ ἀναμφιλέκτου δικαιοσύνης· ὅταν γὰρ ἐγὼ δείκνυμι πρὸς τὸν πατέρα πορευθείς, τίς αὐτοῖς λελείψεται πρόφασις τοῦ μὴ πιστεῦσαι; ἆρα ἔτι ἐροῦσί με ἀντίθεον τὸν πορευθέντα πρὸς τὸν θεὸν καὶ πατέρα; πόθεν δὲ δῆλον, ὅτι πρὸς ἐκεῖνον πεπόρευμαι; αὐτόθεν τῷ τε ὑποσχέσθαι τὸν παράκλητον ἐλθεῖν καὶ τῷ ἤδη τοῦτον παραγενέσθαι. ἆρ' ἔστι τι τοῦ ἐλέγχου τούτου λαμπρότερον; ὁ δὲ καὶ ἄλλοθεν αὐτοῦ δείκνυσιν ὑπερβολήν, ὅτι καὶ ὁ πάντων, φησίν, ἀρχηγὸς τῶν κακῶν καὶ πάσης ἰταμότητος καὶ ἀναισχυντίας ταμίας κατακέκριται καὶ κατήσχυνται μηδὲν ὅλως μηδ' ἴχνος ἁμαρτίας ἐν τῷ ἐνανθρωπήσαντι σωτῆρι ἐφευρηκώς. οἱ ἔτι τοίνυν μὴ πιστεύσαντες εἰς ἐμὲ δηλονότι σφοδρῶς ὑπὸ τοῦ παρακλήτου ἐλεγχθήΣονται καὶ κατακριθήΣονται, ὅτι καταισχυνθέντος τοῦ ἄρχοντος αὐτῶν αὐτοὶ ἔτι ἀναισχυντεῖν καὶ ἀπαυθαδιάζεσθαι τετολμήκασιν. ἀλλὰ πῶς ἐλέγχει τὸν κόσμον ὁ παράκλητος καὶ ποῦ φαίνεται τοῦτο πεποιηκώς; τίνες οἱ τῶν ἐλέγχων λόγοι, ποῦ δὲ συνέστη τὸ κριτήριον; τὸ μὲν