ἀλγυνόμενοι καὶ ἄκοντές τι πράττομεν, τὸ τῆς τυραννίδος καὶ δουλείας ὄνομα τιθέναι. οὕτω γοῦν καὶ ὁ Παῦλός φησιν ὅτι κατ' ἄνθρωπον λέγω τὸ ἐδουλώθητε τῇ δικαιοσύνῃ· εἶτα κατασκευάζει αὐτὸ καὶ ἐκ τοῦ ἐναντίου· ὥσπερ γάρ, φησί, τὰ τῆς ἀκαθαρσίας πράττοντες δοῦλοι ἦτε τῆς ἀκαθαρσίας, οὕτω τὰ τῆς δικαιοσύνης ἐπιτελοῦντες δοῦλοι οὐκ 503 ἀπεικότως ἂν καλεῖσθε τῆς δικαιοσύνης. τοῦτο δὲ καὶ ἐντρέπων ἅμα ἐπήγαγεν· εἰ γὰρ δοῦλοι εἶναι οὐκ ᾐσχύνεσθε τῆς ἀκαθαρσίας, πῶς οὐκ ἂν καὶ μέγα φρονήσητε, δοῦλοι καταξιωθέντες γενέσθαι τῆς δικαιοσύνης; εἶτα κατασκευάζει τοῦτο καὶ ἑτέρως, καὶ προϊὼν δείκνυσι τῆς τοιαύτης δουλείας τὸ ἀξίωμα, συμπερανάμενος ὅτι αὕτη ἡ δουλεία δούλους ποιεῖ τοῦ θεοῦ, οὗ τί ἂν εἴη ἐλευθερώτερον ἢ εὐδαιμονέστερον; καὶ γάρ φησι· νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ θεῷ καὶ ἑξῆς. Ἢ τὸ ἀνθρώπινον λέγω, εἰ νοηθείη καθ' ὑπερβατόν, ὡς ἐφεξῆς ὀφεῖλον τάττεσθαι τὸ οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν. εἰ οὖν οὕτως ἐκληφθείη, σημαίνοι ἂν ὅτι μέτριόν τι εἶπον καὶ ταπεινὸν ταῦτα εἰπών· ὁ γὰρ τὸ τέλειον λέγων εἴποι ἂν ὅτι παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ, μὴ ὡς τῇ ἁμαρτίᾳ ἀλλὰ πολὺ μᾶλλον σπουδαιότερον καὶ προθυμότερον. νῦν δὲ διὰ τὸ ἀσθενὲς ὑμῶν, φησίν, οὕτως εἶπον ταπεινῶς καὶ μετρίως. Rο+m6,23 Τὰ γὰρ ὀψώνια· ἃ διὰ τῆς ἁμαρτίας ὠνούμεθα, ἃ ἡμῖν ἐκείνη πραττομένη ἀντιδίδωσι καὶ προξενεῖ. Rο+m7,1-2 Ἐφ' ὅσον χρόνον ζῇ. τίς; ἢ δηλονότι ὁ ἀνήρ. ἐλλειπτικῶς εἴρηται, σαφὲς δὲ αὐτὸ ποιεῖ τὸ ἐπαγόμενον. Κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός, ἀπὸ τοῦ νόμου τοῦ νομοθετοῦντος περὶ τοῦ ἀνδρὸς καὶ δεσμοῦντος τὴν γυναῖκα πρὸς αὐτόν. κατήργηται, ἀντὶ τοῦ ἀπολέλυται, ἠλευθέρωται. Rο+m7,7 Οὐκ εἶπεν· τί οὖν; ὁ νόμος ἀπέθανεν ἢ κατήργηται; τοῦτο γὰρ ἐβούλετο ἀλλ' ὅπερ μηδὲ αὐτῷ ἐδόκει· τί οὖν; φησίν, ὁ νόμος ἁμαρτία; διὸ ἐπάγει· μὴ γένοιτο, ἅμα κἀκείνους λεαίνων καὶ τὸ αὐτοῦ οὐκ ἀναιρῶν· οὐ γάρ, εἰ μή ἐστιν ἁμαρτία, ἤδη καὶ οὐκ ἀπέθανεν ἢ οὐ κατήργηται, ὅπερ ἐκεῖνος καὶ ἐδείκνυ καὶ ἐβούλετο. 504 Rο+m7,8 11 Ἡ μὲν ἁμαρτία νεκρά, ἐγὼ δὲ ἐν ζωῇ, ἅτε μὴ ἐνοχλούμενος μηδὲ νυττόμενος μηδὲ νεκρούμενος ὑπ' αὐτῆς. πῶς οὖν ἀνέζησεν ἐκείνη; διὰ τοῦ νόμου. τίνα τρόπον; ὅτι τοῦ νόμου δοθέντος μᾶλλον ἐκείνη πρὸς ἐπίθεσιν παρωξύνθη καὶ οἷον ἐπηρεάσαι ὥρμησεν, ἅτε δὴ καὶ στεφανοῦσθαι μέλλοντα τὸν φυλάξοντα τὴν ἐντολὴν ὑπολογιζομένη, καὶ διὰ τοῦτο μᾶλλον διαβασκαίνουσα. καὶ ἐγὼ πάλιν γνοὺς διὰ τῆς ἐντολῆς τὴν ἁμαρτίαν, ὡς ἐν γνώσει πράττων ἃ φεύγειν ἔδει, μᾶλλον κατὰ τοῦτο ἡμάρτανον, καὶ μᾶλλον αὐτὴν κατ' ἐμαυτοῦ ἐπερρώννυον, ἰσχὺν αὐτῇ διὰ τῆς κατὰ γνῶσιν ἀτόπου πράξεως ἐπιχορηγῶν, καὶ οἷον ἀσθενῆ καὶ νενεκρωμένην οὖσαν ἐνισχύων καὶ ἀναζωπυρῶν. ἡ δὲ ζήσασα ἐμὲ ἐνέκρωσεν. πρὸ δὲ τοῦ ἀναζῆσαι ἐκείνην ἐγὼ ἔζων μᾶλλον· τοῦτο δὲ ἦν πρὸ τοῦ νόμου καὶ τῆς ἐντολῆς, ὥστε, εἰ καὶ μὴ ὁ νόμος ἁμαρτία, ἀλλ' οὖν ἐκείνου δοθέντος κατὰ δύο τρόπους ἡ ἁμαρτία ἀνέζησεν· αὐτῆς τε ἐκείνης μᾶλλον πρὸς ἐπίθεσιν ἀνακινηθείσης καὶ διεγερθείσης, καὶ ἡμῶν τῇ κατὰ γνῶσιν ἐκτόπῳ πράξει ἐνισχυσάντων αὐτὴν καὶ τὴν καθ' ἡμῶν ἐπιβουλὴν σὺν παρρησίᾳ παρασχομένων. ἀλλ' ἐκείνη μὲν ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον. Ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα. ἀνωτέρω εἰπὼν ὅτι ἀφορμὴν λαβοῦσα ἡ ἁμαρτία κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν, ἐπάγει ὅτι οὐ μόνον ἐπιθυμίαν πᾶσαν κατειργάσατο, ἀλλὰ καὶ ἐθανάτωσέ με αὕτη μοι γενομένη εἰς θάνατον. εἶτα ὡς ἔθος αὐτῷ αἰτίας αἰτίαις συνείρειν καὶ τὴν ἀκολουθίαν ἐνδεικνύναι καὶ τῶν πραγμάτων ἐν τοῖς λόγοις, ἀνατρέχει καὶ τίθησι πῶς κατειργάσατο πᾶσαν ἐπιθυμίαν. καί φησιν ὅτι ἀφορμὴν λαβοῦσα ἐξηπάτησέ με. εἶτα ἀφῆκε τὸ προρρηθὲν νοεῖν ἐνταῦθα, ὅτι ἐκ τούτου εἰργάσατο τὴν ἐπιθυμίαν, καὶ τοῦτο ἀφεὶς ἐπισυνάπτει τὸ τέλος· καὶ ἀπέκτεινεν, ἵνα ᾖ κατὰ συνέχειαν, εἴ τις ἀναλάβοι, οὕτως αὐτῷ εἰρήμενον· ἀφορμὴν λαβοῦσα ἡ ἁμαρτία κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν, τὴν δὲ ἐπιθυμίαν κατειργάσατο