ἐξῃρημένον· κἂν εἰσίῃ πάντα εἰς αὐτό, ἀλλ' ἔχει τι κρύφιον τοῖς δευτέροις καὶ ἀκατάληπτον· κἂν ἐξελίττῃ τὰς ἐν αὐτῷ δυνάμεις, ἀλλ' ἔχει τι δι' ἕνωσιν ἀνυπέρβλητον, συνεσπειραμένον, ἐκβεβηκὸς τῆς ἐκείνων ἀνελίξεως. ἑαυτὸ δὲ συνέχον καὶ ὁρίζον οὐκ ἂν ἑαυτῷ ἄπειρον ὑπάρχοι· οὐδὲ πολλῷ μᾶλλον τοῖς ὑπερκειμένοις, μοῖραν ἔχον τῆς ἐν ἐκείνοις ἀπειρίας· ἀπειρότεραι γὰρ αἱ τῶν ὁλικωτέρων δυνάμεις, ὁλικώτεραι οὖσαι καὶ ἐγγυτέρω τεταγμέναι τῆς πρωτίστης ἀπειρίας. 94 Πᾶσα μὲν ἀϊδιότης ἀπειρία τίς ἐστιν· οὐ πᾶσα δὲ ἀπειρία ἀϊδιότης. πολλὰ γὰρ τῶν ἀπείρων οὐ διὰ τὸ ἀεὶ ἔχει τὸ ἄπειρον, ὥσπερ καὶ ἡ κατὰ τὸ ποσὸν ἀπειρία καὶ ἡ κατὰ τὸ πηλίκον καὶ ἡ τῆς ὕλης ἀπειρία καὶ εἴ τι ἄλλο τοιοῦτον, ἢ διὰ τὸ ἀδιεξίτητον ἄπειρον ὑπάρχον ἢ διὰ τὸ ἀόριστον τῆς οὐσίας. ὅτι δὲ ἡ ἀϊδιότης ἀπειρία δῆλον· τὸ γὰρ μηδέποτε ἐπιλεῖπον ἄπειρον· τοῦτο δὲ τὸ ἀεί, τὴν ὑπόστασιν ἀνέκλειπτον ἔχον. ἡ ἄρα ἀπειρία πρὸ τῆς ἀϊδιότητός ἐστι· τὸ γὰρ πλειόνων ὑποστατικὸν καὶ ὁλικώτερον αἰτιώτερόν ἐστιν. ἐπέκεινα ἄρα τοῦ αἰῶνος ἡ πρώτη ἀπειρία [καὶ ἡ αὐτοαπειρία πρὸ αἰῶνος]. 95 Πᾶσα δύναμις ἑνικωτέρα οὖσα τῆς πληθυνομένης ἀπει ροτέρα. εἰ γὰρ ἡ πρώτη ἀπειρία τοῦ ἑνὸς ἐγγυτάτω, καὶ τῶν δυνάμεων ἡ τῷ ἑνὶ συγγενεστέρα τῆς ἀφισταμένης ἐκείνου μειζόνως ἄπειρος· πληθυνομένη γὰρ ἀπόλλυσι τὸ ἑνοειδές, ἐν ᾧ μένουσα τὴν πρὸς τὰς ἄλλας εἶχεν ὑπεροχήν, συνεχομένη διὰ τὴν ἀμέρειαν. καὶ γὰρ ἐν τοῖς μεριστοῖς αἱ δυνάμεις συναγόμεναι μὲν πολλαπλασιάζονται, μεριζόμεναι δὲ ἀμυδροῦνται. 96 Παντὸς πεπερασμένου σώματος ἡ δύναμις, ἄπειρος οὖσα, ἀσώματός ἐστιν. εἰ γὰρ σωματική, εἰ μὲν τὸ σῶμα τοῦτο ἄπειρον, ἔσται ἐν πεπερασμένῳ ἄπειρον. εἰ δὲ πεπερασμένον, οὐ καθὸ σῶμα ἄρα, κατὰ τοῦτο δύναμίς ἐστιν· εἰ γάρ, ᾗ σῶμα, πεπέρασται, ᾗ δὲ δύναμις, ἄπειρος, οὐκ ἔσται, καθὸ σῶμα, δύναμις. ἀσώματος ἄρα ἡ ἐν τῷ πεπερασμένῳ σώματι δύναμις ἐνοῦσα ἄπειρος. 97 Πᾶν τὸ καθ' ἑκάστην σειρὰν ἀρχικὸν αἴτιον τῇ σειρᾷ πάσῃ τῆς ἑαυτοῦ μεταδίδωσιν ἰδιότητος· καὶ ὅ ἐστιν ἐκεῖνο πρώτως, τοῦτό ἐστιν αὔτη καθ' ὕφεσιν. εἰ γὰρ ἡγεῖται τῆς ὅλης σειρᾶς, καὶ πάντα τὰ σύστοιχα πρὸς αὐτὸ συντέτακται, δῆλον δὴ ὅτι πᾶσι τὴν μίαν ἰδέαν, καθ' ἣν ὑπὸ τὴν αὐτὴν τέτακται σειράν, ἐκεῖνο δίδωσιν. ἢ γὰρ ἀναιτίως πάντα τῆς πρὸς ἐκεῖνο μετέσχεν ὁμοιότητος ἢ ἀπ' ἐκείνου τὸ ταὐτὸν ἐν πᾶσιν. ἀλλὰ τὸ ἀναιτίως ἀδύνατον· τὸ γὰρ ἀναιτίως καὶ αὐτόματον· τὸ δὲ αὐτόματον ἐν οἷς τάξις ἐστὶ καὶ ἀλλη λουχία καὶ τὸ ἀεὶ ὡσαύτως οὐκ ἄν ποτε γένοιτο. ἀπ' ἐκείνου ἄρα τὴν ἰδιότητα τῆς ἐκείνου ὑποστάσεως πᾶσα δέχεται ἡ σειρά. εἰ δὲ ἀπ' ἐκείνου, φανερὸν ὅτι μετὰ ὑφέσεως καὶ τῆς προσ ηκούσης τοῖς δευτέροις ὑποβάσεως. ἢ γὰρ ὁμοίως ἔν τε τῷ ἡγουμένῳ καὶ ἐν τοῖς ἄλλοις ἡ ἰδιότης ὑπάρχει-καὶ πῶς ἔτι τὸ μὲν ἡγεῖται, τὰ δὲ μετ' ἐκεῖνο τὴν ὑπόστασιν ἔλαχεν; -ἢ ἀνομοίως· καὶ εἰ τοῦτο, δῆλον ὡς ἀφ' ἑνὸς τῷ πλήθει τὸ ταὐτόν, ἀλλ' οὐκ ἔμπαλιν, καὶ δευτέρως ἔστιν ἐν τῷ πλήθει τὸ πρώτως ἐν τῷ ἑνὶ προϋπάρχον ἰδίωμα τῆς σειρᾶς ἐξαίρετον. 98 Πᾶν αἴτιον χωριστὸν πανταχοῦ ἐστιν ἅμα καὶ οὐδαμοῦ. τῇ μὲν γὰρ μεταδόσει τῆς ἑαυτοῦ δυνάμεώς ἐστι πανταχοῦ· τοῦτο γάρ ἐστιν αἴτιον, τὸ πληρωτικὸν τῶν μεταλαγχάνειν αὐτοῦ πεφυκότων καὶ ἀρχικὸν τῶν δευτέρων πάντων καὶ παρὸν πᾶσι ταῖς τῶν ἐλλάμψεων γονίμοις προόδοις. τῇ δὲ ἀμίκτῳ πρὸς τὰ ἐν τόπῳ ὄντα οὐσίᾳ καὶ τῇ ἐξῃρημένῃ καθαρότητι οὐδαμοῦ ἐστιν· εἰ γὰρ χωριστόν ἐστι τῶν ἀποτελεσμάτων, ὑπερίδρυται πάντων ὡσαύτως καὶ ἐν οὐδενί ἐστι τῶν ἑαυτοῦ καταδεεστέρων. εἴτε γὰρ πανταχοῦ μόνον ἦν, αἴτιον μὲν εἶναι οὐκ ἐκωλύετο καὶ ἐν πᾶσιν εἶναι τοῖς μετέχουσι, πρὸ πάντων δὲ οὐκ ἂν ἦν χωριστῶς· εἴτε οὐδαμοῦ, τοῦ πανταχοῦ χωρίς, πρὸ πάντων μὲν εἶναι οὐκ ἐκωλύετο καὶ μηδενὸς εἶναι τῶν ὑποδεεστέρων, ἐν πᾶσι δὲ οὐκ ἂν ἦν ὡς τὰ αἴτια πέφυκεν ἐν τοῖς αἰτιατοῖς εἶναι, ταῖς ἑαυτῶν ἀφθόνοις μεταδόσεσιν. ἵν' οὖν καὶ αἴτιον ὑπάρχον ἐν πᾶσιν ᾖ τοῖς δυναμένοις μετέχειν, καὶ χωριστὸν ὂν ἐφ' ἑαυτοῦ πρὸ πάντων ᾖ τῶν ἀπ' αὐτοῦ πληρουμένων, πανταχοῦ ἐστιν ἅμα καὶ οὐδαμοῦ. καὶ οὐ μέρει μὲν πανταχοῦ, μέρει